Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 146: To the Brotherhood of Pelekete

ΡΜϚ΄. — Τῇ ἀδελφότητι Πελεκήτης.

Λυπηρὸν μὲν τὸ συμβεβηκὸς τῇ τιμιότητι ὑμῶν, ἀδελφοὶ καὶ Πατέρες. Πῶς γὰρ οὔ; ὅτι τὸν ποιμένα ὑμῶν ἀποβεβλήκατε, καὶ ἐγένεσθε ὡς ποίμνιον ἠπορημένον, καὶ ταῦτα ἐν ἡμέραις τοιαύταις, ἐφ᾽ αἷς λύκοι βαρεῖς ἐπὶ τὰ ποίμνια τοῦ Χριστοῦ ἐπερχόμενοι, καὶ συλαγωγεῖν ψυχὰς σοφιζόμενοι. Ἀλλ᾽ ὅμως ἐπειδὴ παρὰ Θεοῦ τὸ συμβὰν, καὶ παρ᾽ αὐτοῦ προσελήφθη ὁ ποιμὴν ὑμῶν, καθ᾽ ὃν καιρὸν ἤδει τὸ συμφέρον ἀμφοτέρων, ὁ τὰ πάντα ἐν τῇ αὑτοῦ σοφίᾳ διοικῶν Κύριος· εὐχαριστητέον, καὶ οὐκ ἀγανακτητέον. Αὐτὸς γὰρ ἔδωκεν, αὐτὸς καὶ προσελάβετο, καὶ ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. Τί οὖν ἐστι τὸ ἐπιζητούμενον; Ἵνα εἰς ἑαυτοὺς ἄρτι γένησθε· καὶ καθὼς ᾑρετίσασθε ἑλέσθαι ποιμένα τὸν κύριον Σέργιον τὸν εὐλαβέστατον ἀδελφὸν ἡμῶν· εἴπερ μή ἐστί τι πρὸς τὸν κύριον Μακάριον τὸν πνευματικὸν ἡμῶν Πατέρα ἐνδοιάζον· ἐπιμείνητε εὐθυνόμενοι καὶ ἀρχόμενοι ὑπ᾽ αὐτοῦ, οὗ ἐξελέξασθε πνευματικοῦ πατρὸς, εἰς ἐπισύστασιν ὑμῶν θεόσωστον, καὶ εἰς ἀποπεραίωσιν βίου θεοκλινοῦς· ὡς ἂν τὴν ζάλην τῶν αἱρετικῶν πνευμάτων διαφύγοιτε, καὶ εἰς λιμένα σωτηρίας ἐμβιβάζοισθε· εἰς τὸ μὴ βλασφημηθῆναι δι᾽ ὑμᾶς τὸ ὄνομα τοῦ Θεοῦ, μᾶλλον δὲ δοξασθῆναι· κατὰ τὴν προκρατήσασαν εὐαγῇ διαγωγὴν τῆς ζωῆς ὑμῶν. Σὺ δὲ, ἀδελφὲ ἀγαπητὲ, οὐκ ἔξω τοῦ εἰκότος πέπραχας, ἐπ᾽ ἂν οὕτως ἐγένετο, κατεληλυθὼς ἐκ τῆς ὀπῆς τῆς πέτρας, καὶ ἡγησάμενος τῶν ἀδελφῶν. Καὶ γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς συγκαταβάσει χρησάμενος, τὸ τῆς οἰκονομίας ἐξετέλεσε μυστήριον ἐπὶ σωτηρίᾳ τοῦ παντός. Στῆθι οὖν, καθὸ κέκρικας, καὶ κέκριται ὑπὸ τῶν ἀδελφῶν, ἕως ἡμέρας ἀναδείξεως τοῦ ἱεροῦ ἡμῶν ἀρχιερέως· καὶ τότε γενήσεται ὃ δεῖ γενέσθαι νομιμώτερόν τε καὶ κανονικώτερον. Ἕως δὲ ἂν μὴ παρῇ καιρὸς ἐπιζητούμενος, ἡγοῦ τῶν ἀδελφῶν, καὶ κατευοδοῦ ἐν Κυρίῳ, ὡς λόγον ἀποδώσων ὑπὲρ τῶν ψυχῶν αὐτῶν. Ἀλλὰ καὶ ὡς τὸν ὑπὲρ αὐτῶν μισθὸν κομιούμενος. Καθ᾽ ὅσον γὰρ μέγας ζυγὸς τῆς προστασίας, κατὰ τοσοῦτον καὶ πολύμισθος. Μόνον ἔχε ὀφθαλμοὺς τοῦ ὁρᾷν, καὶ ὦτα τοῦ ἀκούειν, καρδίαν ἄγρυπνον καὶ θεοζήτητον, ἔξιν ποιμαντικὴν, λόγον διδασκαλικὸν, εὔρυθμον ἦθος, εὔσημον στάσιν καὶ βάσιν· ὁ λόγος δι᾽ ὅλου ὑπὸ τοῦ λόγου συντηρούμενος καὶ διευθυνόμενος. Καὶ μακάριος εἶ ἀποστολικὸν ἔργον διατελῶν. Καὶ γὰρ ὁ Κύριος ἀπόδειξιν τῆς εἰς αὐτὸν φιλίας προύχουσαν ὑπέδειξε τῷ κορυφαίῳ τῶν ἀποστόλων Πέτρῳ, τὴν ποιμαντικὴν ῥάβδον· Εἰ φιλεῖς με γὰρ, φησὶ, πλέον τούτων, Πέτρε, ποίμαινε τὰ πρόβατά μου. Ποίμαινε οὖν τὰ πρόβατα Κυρίου. Ἀσφαλιζόμενος αὐτὰ ἐν τῇ μάνδρᾳ τῆς ὀρθοδοξίας, καὶ ἐκτρέφων αὐτὰ εἰς χλόην τῶν ἐντολῶν αὐτοῦ, καὶ κατασκηνῶν ἐπὶ ὕδατος ἀναπαύσεως τοῦ θελήματος αὐτοῦ. Βλέπε μή που ὑφαρπαγῇς ἢ αὐτὸς, ἢ τῶν σαυτοῦ τι προβάτων, ὑπὸ τῶν αἱρετικῶν θηρῶν. Ἀρκεῖ τὰ προλαβόντα ἐν τοῖς προλαβοῦσι. Νῦν δὲ ἀσφαλῶς περιπατήσωμεν, καὶ ἀνεμπτώτως· πάντα δεύτερα ἡγούμενοι, καιροῦ καλοῦντος, καὶ αὐτὰ τὰ σώματα, μὴ ὅτι γε ἄλλο τι τῶν φθειρομένων, ὑπὲρ τῆς ἀγάπης τοῦ Θεοῦ· οὗ ἡ εἰρήνη βραβεύσει τὰς καρδίας ὑμῶν, καὶ τὰ νοήματα ὑμῶν· καὶ κατευθύναι τὴν ὁδὸν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

· Contents ·