Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 147: Catechetical Letter to His Disciples

ΡΜΖ΄. — Κατηχητικὴ πρὸς τοὺς ἑαυτοῦ μαθητάς.

Τῆς ἱερᾶς Τεσσαρακοστῆς ἤδη ἐπιούσης, εὔκαιρον ἡγησάμην βραχέα φθέγξασθαι πρὸς ὑμᾶς, ὦ τέκνα ἠγαπημένα, καὶ ἀδελφοὶ τιμιώτατοι· καίτοιγε ὑπὸ τοῦ Ἀποστόλου παρακαλεῖν, ἐλέγχειν, ἐπιτιμᾶν, εὐκαίρως, ἀκαίρως προτρεπόμενος. Νῦν δὲ ὁ τῆς νηστείας καιρὸς αὐτοδίδακτον ἔχει τὴν παράκλησιν, κατανύσσειν εἰδὼς καὶ τὸν ἀτεράμονα. Ὑποδέξασθε οὖν, ὦ ἀδελφοὶ, ἄσμενοι τὰς ἰλαρίους ἡμέρας· ἕκαστος ἐν τῷ καταλύματι ᾧ ξενίζεται, τὰ εἰωθότα κατὰ δύναμιν ἐπιτελῶν· ὡς ἂν διὰ τῆς ἡσυχίας καὶ μετριοτροφίας καθάρωμεν καρδίαν, πτερώσωμεν ψυχὴν, πτερνίσωμεν πάθη. Τοῦτο γὰρ ἡ νηστεία· τοῦτο ἡσυχία· τοῦτο ἡ ἐντολὴ ἐπιζητοῦσα· τοῦτο τῆς σωτηρίας ἡμῶν κεφάλαιον· ἐξ οὗ καὶ τὸ μετέχειν τῶν ἁγιασμάτων εἴη ἂν ἡμῖν εὐπρόσιτον, μᾶλλον δὲ ζωῆς αἰωνίου ἐφόδιον. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, ἤγουν μὴ καθαρῶς, ὅσον ἐνδέχεται τῇ ταπεινῇ ἡμῶν φύσει, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, κατὰ τὴν ἀποστολικὴν ἀπόφασιν, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. Διὰ τοῦτο ἀγωνιστέον, ἀδελφοί μου, καὶ ἀπὸ ἐπιθυμίας ἐκτόπου, καὶ ἀπὸ φθόνου κατεσθίοντος ψυχὴν, καὶ ἀπὸ φιλαργυρίας βυθιζούσης νοῦν, καὶ ἀπὸ ἀκηδίας σκοτιζούσης ὀφθαλμὸν ψυχῆς, καθαροὺς ἑαυτοὺς διατηρεῖν, προσδεχομένους ἀεὶ τὴν τοῦ σώματος ἔξοδον, ἐφ᾽ ᾧ τήκεται τὰ πάθη, καὶ νευροῦται ψυχή. Κλείετε τὰς εἰσόδους τῶν παθῶν· φεύγετε τοὺς τῶν πτωμάτων τόπους· φεύγετε τὰς γυναικείας ὁμιλίας καὶ συνδιαιτήσεις. Πῶς γὰρ ἂν καὶ μὴ φλεχθείῃ καρδία, μᾶλλον δὲ ἐμπυρισθείη, λόγους διδοῦσα καὶ λαμβάνουσα μετὰ παρθένου; μετὰ ψαλλούσης; μεθ᾽ οἵας δήποτε γυναικός; Πῶς, φησὶ, θεολογικῶς εἰπεῖν, σώσει ἡ ἀλλοτρία ὃν ἀπώλεσεν ἡ ἰδία; κἂν γὰρ πραγματικῶς δόξειέ τις φυλάττεσθαι· ἀλλά γε καρδιακῶς οὐ διασωθῇ, κατὰ τὴν ἀπόφασιν τοῦ Κυρίου.

Ὁ διωγμὸς οὖν οὐ δι᾽ ἀπώλειαν, ἀλλὰ διὰ σωτηρίαν· οὐδὲ τοσαύτη ἀνάγκη κατεπείγουσα εἰς τὸ συνδιαιτᾶσθαι γυναικὶ, καθὼς ἐν τοῖς Πατράσι τὸ περιστατικὸν ἠνάγκασεν ὑπὸ παρθένῳ τὸν ἀοίδιμον Ἀθανάσιον ἑπταετῆσαι· ἢ τόνδε καὶ τόνδε τὸν ἅγιον ὑπὸ γυναικὸς ἐξυπηρετηθῆναι. Ἀλλὰ νῦν καὶ πόλεις καὶ χῶραι τὸ ἐλευθέριον ἔχουσι, τῆς ἀσυνδυάστῳ τρόπῳ γυναιξὶ ξενίας. Σὺ δὲ δῆθεν ὁμολογίας καὶ διωγμοῦ τοῦ ὑπὲρ Χριστοῦ κατὰ τοῦ Χριστοῦ κινούμενος οὐκ ἐπαισθάνῃ γυναιξὶ πυκνῶς ὁμιλῶν· συμψάλλων ἴσως· τάχα δὲ καὶ συνεσθίων ἢ καὶ συνοικῶν· ἐσθίων τὴν ὄψιν τῆς συνοίκου, καὶ ἐσθιόμενος ὑπὸ τῆσδε ὀλεθρίως; Φύγετε ὡς ἀπὸ πυρὸς καὶ οἱ ἄνδρες ἀπὸ γυναικῶν, καὶ αἱ γυναῖκες ἀπὸ τῶν ἀνδρῶν· εἰ δὲ καὶ σύμβασιν δεῖ γενέσθαι, τοσοῦτον ὅσον ἡ ἀνάγκη καὶ ἡ χρεία ἀπαιτοίη, διαδιδράσκοντες, καὶ τὸ τιθέναι σκάνδαλον ἄλλοις. Ἵνα τί γὰρ ἡ ἐλευθερία μου, φησὶ, κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; Καὶ, Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Ἀσκανδαλίστως οὖν πολιτεύεσθε, ὦ τέκνα, καὶ ἀπροσκόπως, καὶ Ἰουδαίοις, καὶ Ἐλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καθὼς γέγραπται· ἐπινοοῦντες καὶ τὸ ἄδηλον τοῦ θανάτου ἤδη παρῆλθε καὶ ὁ ἀδελφὸς Σίλας, καὶ πρό γε τούτου ὁ ἀββᾶς Θεόσωστος, καί γε ὁ ἀδελφὸς Προκόπιος, καὶ οὐδεὶς ἐπιμενεῖ. Καὶ μακάριος ὁ συνιῶν ἀκαταγνώστως παρελθεῖν τὸν τῇδε βίον. Προσεύχεσθε περὶ ἡμῶν τῶν ταπεινῶν ἀνεπιλήστως, ἵνα σωζοίμεθα.

· Contents ·