Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 148: To Demetrius the Consul
ΡΜΗ΄. — Δημητρίῳ ὑπάτῳ.
Ἡ ἀπουσία τοῦ σώματος τίνα ἄλλην εὕροι παραμυθίαν, ἢ τὴν διὰ τοῦ γράμματος συνάφειαν; Ταύτῃ τοιγαροῦν, ὦ φίλων ἄριστε, συναπτόμεθά σου τῇ ἀγάπῃ οἱ ταπεινοὶ τὸ παρὸν, προσπτυσσόμενοί σε τῷ πνεύματι, καὶ γνωρίζοντες ὅτι οὐχὶ ἡ ἀπουσία διέζευξε τὴν ἀγάπην· ἀλλὰ καὶ μᾶλλον ἐκκαλεῖται αὐτὴν διψῶσαν τὸ φίλτρον, καθάπερ οἱ διψαλέως ἔχοντες ἐπιτρέχουσι πρὸς τὰς πηγὰς τῶν ὑδάτων. Ἀλλὰ τὸ μὲν τῆς ἀγάπης δεικτικὸν τοσοῦτον. Πῶς δὲ αὐτὸς διατελοίης ἐν τῇ πιστευθείσῃ παρὰ τῶν βασιλέων ἀρχῇ, ἀγνοοῦμεν· μᾶλλον δὲ καὶ ἐμμερίμνως ἔχομεν· ἐπειδὴ καὶ μανθάνομεν τῇ προτέρᾳ ἀρχῇ καὶ ἑτέραν ἐπιτεθῆναί σοι οὐκ ἐθέλοντι, ἀλλὰ προστάσσοντος τοῦ κρατοῦντος· καὶ ὅτι πορῤῥωτέρω τῆς προτέρας οὖσαν, ἐγγίζει τοῖς βαρβάροις· ἐφ᾽ ᾧ καὶ δέος ἐσχηκέναι τὴν τιμίαν σου ψυχὴν, ὥς φασι, μήτε ἐθέλουσαν, μήτε ἐξηρτημένην εἰς τὸ φορεῖν μάχαιραν, καὶ πολεμεῖν καὶ πολεμεῖσθαι. Ταῦτα ἅπαντα συνεκίνησε καὶ ἡμᾶς δεήσεις καὶ προσευχὰς ποιεῖσθαι ὑπὲρ τοῦ ἀπήμονά σε φυλάττεσθαι ἐν ἀμφοτέραις ταῖς ἀρχαῖς. Καί γε πιστεύομεν διατηρεῖσθαί σε σῶον, ἔχοντα πρὸ ὀφθαλμῶν τὸν φόβον τοῦ Θεοῦ, καὶ τὴν ἐκεῖθεν ἐκκαλουμένην βοήθειαν. Οὗ γὰρ Θεὸς ἐπίκουρος, ἐκεῖ ἐκποδὼν πᾶν κακὸν γίνοιτο. Παρεμβαλεῖ γὰρ ἄγγελος Κυρίου, φησὶ, κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.
Τοιοῦτος οὖν ἔσο καὶ αὐτὸς, δέσποτα ἡμῶν ἐπιπόθητε, διὰ τῆς εὐσεβείας σου καὶ ἀγαθοεργίας, ὑπὸ τοῦ φύλακος τῆς ζωῆς σου ἀγγέλου φρουρούμενος. Γρηγόρει ἐν προσευχαῖς, νῆφε ἐν δεήσεσιν, ἔκφερε ἔνδικον κρῖμα, ἐπιδείκνυσο εὐμενὲς ὅμμα πτωχῷ, προασπιστὴς γενοῦ τῶν ἀδικουμένων, μετριότητα ἔν τε βρώσει καὶ πόσει φέρων· ἡ γὰρ ἀκρασία, τῶν κακῶν μήτηρ. Ἂν ἄλλοι παίζωσι καὶ γελῶσιν, ὁ κύριός μου, ἄκουε τοῦ Κυρίου πάντων λέγοντος· Οὐαὶ οἱ γελῶντες, ὅτι κλαύσονται. Ἂν ἄλλοι αἰσχρολογῶσιν, αὐτὸς, παρακαλῶ, ἐπιφράξαιο τὰ ὦτα. Ὁδὸς γὰρ ἐπὶ τὰ πράγματα οἱ λόγοι τυγχάνουσιν. Ἂν ἄλλοι πληρῶσι δώρων τὰς δεξιὰς αὐτῶν, ὁ φιλόθεός μου, ἀρκούμενος εἴης τοῖς ὀψωνίοις, εὐαγγελικῶς εἰπεῖν, τοῖς κατὰ συνήθειαν ἀρχικῶς διδομένοις. Ἂν ἄλλοι ἀσεβῶσιν, αὐτὸς εὐσέβει· ὅσον οἷόν τε στελλόμενος τῶν ἀτασθάλων ἀνδρῶν. Οἶσθα γὰρ ὅτι ὁ βίος οὗτος ὀνείρου δίκην παραπέμπει τοὺς λειτουργοῦντας αὐτῷ. Καὶ τί ὠφελήσει ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμον κερδήσει, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ὅπερ ἀπείη περὶ τῆς τιμιότητός σου ἐννοεῖν· ἐχούσης ἔμφυτον τὸ ἀγαθὸν, καὶ φιλούσης Θεὸν θεραπεύειν, τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντα σε, καὶ αὐτὸ τὸ ζῇν διδόντα, καὶ τὸ κινεῖσθαι, καὶ ἀναπνεῖν. Ὥστε τὴν παραθήκην ἣν παρέθετό σοι διὰ Πνεύματος ἁγίου, τήν τε πίστιν καὶ τὴν δεξιὰν πρᾶξιν φυλάξαι ἀποδοῦναι αὐτῷ σώαν ἐν καιρῷ ἐξόδου, ἀκούσων παρ᾽ αὐτοῦ· Εὖ δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Καὶ γένοιτό σοι ταύτης τῆς φωνῆς ὑπακοῦσαι, καὶ σωθῆναι πανοικὶ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.