Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 149: To Lycastus the Consul

ΡΜΘ΄. — Λυκάστῳ ὑπάτῳ.

Αὐτὸς ὁ τὸ γραμμάτιον ἐπιφερόμενος τῇ τιμιότητί σου, ἀπήγγειλεν ἡμῖν τὴν ἐπελθοῦσάν σοι συμφορὰν, καὶ τῷ ὄντι καθήψατο ἡμῶν ἡ περὶ σὲ λύπη. Ἴδιος γάρ σοι καὶ ἀγχιστεύων, ὁμοῦ τε φίλος ἀρχαῖος καὶ συνηλικιώτης· καὶ οὐκ ἔστι τὸν φιλοῦντα γνησίως μὴ συμπάσχειν τῷ φιλουμένῳ· ὡς καὶ ἔμπαλιν ἐπὶ τῇ χαρᾷ. Ἀλλ᾽ ὦ τῆς ἀπευκταίας ἀγγελίας! Ἀπολέλοιπεν ἡμᾶς ἡ κυρία ὑπάτισσα, τὸ δὴ λεγόμενον, γυνὴ τῶν ἐπαινουμένων, ὡς καὶ παρ᾽ ἄλλων ἀκηκόαμεν, καὶ αὐτοὶ ἡμεῖς ὀφθαλμοῖς ὑπελάβομεν. Πρῶτον μὲν ὅτι φίλανδρος· ὃ ὑπὸ τοῦ Ἀποστόλου ὑποτυποῦται κάλλιστον εἶναι ἐν συζυγίᾳ· φρόνιμος, οἰκουρὸς, εὐαπάντητος, εὐπροσήγορος, φιλευσεβὴς, φιλόπτωχος· τὸ μεῖζον, σωφροσύνῃ κατηγλαϊσμένη, καὶ ὀρθοδοξίᾳ περιηργυρωμένη· ἧς καὶ οἱ καρποὶ τὰ τέκνα μαρτύριον τῆς ἀμφοτέρων ὑμῶν εὐζωΐας. Καὶ γὰρ ὥσπερ ἐκ τοῦ καρποῦ τὸ δένδρον ἐπιγινώσκεται, οὕτως κἀκ τῶν παίδων οἱ φύσαντες ὁποῖοί εἰσι καὶ ἡλίκοι. Καὶ οὕπω βαθεῖαν πεῖραν ἐσχηκὼς τῆς μακαρίας ἐκείνης, πῶς ἂν δυναίμην ἐκθειάσαι τὰ κατ᾽ αὐτήν; Ἢ μόνον δὶς αὐτῇ συνοψισθεὶς, καὶ εἰς ὁμιλίαν ἐλθὼν, ἔγνων ὅτι γυναῖκα ἐχαρίσατό σοι ὁ Θεὸς τῷ ὄντι βοηθόν· οὐ κατὰ τὴν πάλαι προμήτορα, ἀπάτης αἰτία, ἀλλά γε σωτηρίας ὑπόθεσις γενηθεῖσά σοι διὰ παντὸς τοῦ βίου.

Ὢ τῆς συμφορᾶς! ᾤχετο αὕτη· ἀπέπτη ἐξ ὀφθαλμῶν ὑμῶν· ἐγκατέλιπεν ὑμᾶς ἡμιθνεῖς ἀποῤῥαγέντας τῆς καλῆς ὁμοζύγου. Οὐκ ἔχομεν ὀφθαλμοῖς ὁρᾶν τὸ ὑπὲρ πᾶσαν θυμηδίαν παραμύθιον· οὐ τὴν ἐν θλίψεσι παράκλησιν· οὐ τὴν ἐν συμφοραῖς παρηγορίαν· οὐ τὴν ἐν ἅπασι τοῖς ὀφειλομένοις ὑπόμνησιν καὶ συνεργὸν, καὶ σύμπραξιν. Ὁ ἥλιος τῆς ἑστίας ἔδυ· τίς ὁ ὑπαντήσων; τίς ὁ χαριούμενος; τίς ὁ παρακαλέσων; Ἤδη ἐγενήθημεν ὡς μόλις ἀποκειραμένη τὸν ἑαυτῆς κόσμον· Ὡς στρουθίον μονάζον ἐπὶ δώματι, Δαυϊτικῶς εἰπεῖν. Τί οὖν; λυπηθῶμεν πέρα τοῦ μέτρου; καὶ περιβαλούμεθα ἀπαραμύθητον πένθος; Οὐδαμῶς οὖν, οὐδαμῶς, ὦ τριπόθητε, ἀλλ᾽ εἰδότες ὅτι ὁ δοὺς ἡμῖν αὐτὴν Θεὸς τὰ πρῶτα εἰς κοινωνίαν βίου, αὐτός ἐστιν ὁ νῦν προσλαβόμενος, οἴσωμεν εὐχαρίστως τὸ συμβὰν, μιμούμενοι τὴν μακαρίαν ἐκείνην φωνὴν, ἣν ἐκεῖνος οὐκ ἐπὶ ἀποβολῇ γυναικὸς, ἀλλ᾽ ἐπὶ παισὶ δέκα ὁμοῦ τεθνηκόσι, σὺν ταῖς προτεραίαις τῶν ἐκτὸς πάντων ἀφαιρέσεσι· καὶ αὐτῇ τῇ ὑστεραίᾳ πληγῇ τοῦ σώματος· ἐπὶ κοπρίας ὁ πρὶν βασιλεὺς καθήμενος, καὶ ξέων τοὺς ἰχῶρας τῶν ἑαυτοῦ σαρκῶν βώλαξι, τάδε φησίν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο.

Ἐὰν οὖν ταῦτα, ὦ φιλότης, ἐφ᾽ ἑαυτοῖς καὶ διαθώμεθα καὶ φθεγξώμεθα, οὐ μακρὰν εἴημεν τῆς μερίδος ἐκείνων· ἀλλὰ γὰρ καὶ τῇ μακαρίᾳ ἐκείνῃ τοῦτο καλὸν ἐπιτάφιον ποιησαίμεθα· αὐτούς τε τοὺς ἐκ Θεοῦ δοθέντας ἡμῖν κλάδους ὑποτυπωσόμεθα δι᾽ ἑαυτῶν εἰς εἰκόνα θεοτερποῦς βιώσεως· καὶ πάντα ὑμῖν ἐντεῦθεν εἰς καλὸν ἀπαντήσοι. Ἃ γὰρ ὁ Θεὸς ὁ αἰώνιος ὁ τῶν ἀπάντων Δεσπότης ποιῶν ἐν ἡμῖν εὕροιεν εὐμενῶς δεχομένους· πῶς οὐκ ἂν καὶ τὰ παρόντα ἡμῖν εὖ διάθηται, τῇ παρακλήσει τοῦ ἁγίου αὐτοῦ Πνεύματος· καὶ τὰ μέλλοντα ἑτοιμάσειεν ἀπολαυστήρια ἐν αἰῶσιν ἀπείροις; Ταῦτα ἐγὼ μὲν εἰ καὶ βραχέα, ὅμως ὡς σὸς ἐν ἀγάπῃ καὶ γέγραφα καὶ παρεκάλεσα. Αὐτὸς δὲ, ὦ δέσποτα, αὐτὰ τὰ τίμιά σου τέκνα προσειπεῖν περὶ ἡμῶν ἀξίωσον.

· Contents ·