Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 150: To Abbess Euphrosyne

ΡΝ΄. — Εὐφροσύνῃ ἡγουμένῃ.

Ὅτι μέλει ἡμῖν περὶ τῆς τιμιότητός σου, μαρτύριον τὸ τῇδε ἡμῶν ταπεινὸν γράμμα. Οὐδὲ γὰρ ὃν λόγον ὑπεσχόμεθα τῇ μακαρίᾳ ἐκείνῃ καὶ ἁγίᾳ μητρὶ, ἐπὶ τὸ περιέπειν ἡμᾶς τὴν σεμνοπρέπειάν σου ἐν τῇ διὰ λόγου ἐπισκέψει, καθ᾽ ὅσον οἷόν τε, μακρόθεν ἢ ἐγγύθεν ὄντας, ὅσιον διαψεύσασθαι. Καίτοι γε εἰ καὶ μὴ ἐκεῖθεν εἴχομεν τὸν λόγον, κἀξ αὐτῆς σου μόνης τῆς περὶ ἡμᾶς τοὺς εὐτελεῖς πεποιθήσεώς τε καὶ περιποιήσεως ἐπειθόμεθα ἂν διὰ τοῦ γράμματος προσοίσειν ἐπιμέλειαν. Ὑγίαινε τοιγαροῦν, ὦ τιμιωτάτη μοι, καὶ ἄγοιο τὸ ποίμνιον, ὃ παρέθετό σοι ἡ ἁγία ἀμμὰς, μᾶλλον δὲ δι᾽ αὐτῆς ὁ Θεὸς θεοπρεπῶς καὶ ἐπιμελῶς. Ἴσθι ὡς μέγιστον τὸ τῆς προστασίας σου ἐγχείρημα. Γνῶθι τῶν ὑπὸ χεῖρά σου ψυχῶν τὸ θεώρημα· ὅτι νυμφοφυλακτήριόν ἐστι τοῦ βασιλέως τῶν οὐρανῶν, τοῦ μόνου ὡραίου καὶ ἀφθάρτου Νυμφίου Χριστοῦ. Ὃς οὐ μίαν νύμφην σοι παρέθετο εἰς ἡμέραν νυμφεύσεως αὐτοῦ, διὰ τῆς ἐν ἁγίῳ Πνεύματι συναφείας· ἀλλὰ τοσαύτας ὅσας γε καὶ ἔχοις· σοῦ τε αὐτῆς πρωτονύμφου τυγχανούσης. Νυμφεύεται γὰρ Ἰησοῦς καὶ τὰς ὡς σὺ διὰ βίου ἐληλυθυίας, ὡς πολύνυμφος καὶ ἀπειρόνυμφος, καὶ πάσας ψυχὰς ἀνδρῶν τε καὶ γυναικῶν ἐρῶν ἁρμόζεσθαι, εἰς τὸ πληρῶσαι τὸν ἄνω νυμφῶνα· ἐν ᾧ πολλαὶ αἱ μοναὶ οἷά τινες θάλαμοι παρὰ τοῦ Πατρὸς ἡτοιμάσθησαν ταῖς ἀξιωθησομέναις ψυχαῖς, διὰ βίου καθαροῦ καὶ πίστεως εἰλικρινοῦς· ἡνίκα φθάσει ὁ καιρὸς τῆς ἀποκαλύψεως τοῦ Νυμφίου, ὀπίσω αὐτοῦ δραμεῖν καὶ συνεισελθεῖν ἐν τῷ νυμφῶνι, καὶ τῆς ἀπεράντου χαρᾶς ἐκείνης ἀπολαῦσαι εἰς αἰῶνας αἰώγων.

Ἰδοὺ ὑποδέδεικταί σου ἡ διακονία ἣν παρέλαβες παρὰ Κυρίου, μεγάλη τε, καὶ πολλῶν ἀμοιβαία μισθῶν οὐρανίων· ὡς μὴ μόνον σὲ, ἀλλὰ καὶ πολλὰς νύμφας προσοῖσαι τῷ ἀθανάτῳ Νυμφίῳ· ὑπὲρ ὧν ὅση καὶ ἡλίκη ἡ ἀνταπόδοσις! τετάξεταί σε ἐν προὐχούσαις νύμφαις, ἐν ἐκλεκταῖς νεάνισιν· ἐμπλόκιά σοι παράσχοι, τὰ τοῦ Πνεύματος ἀΐδια χαρίσματα· ἐπιβλήματα φωτοειδῆ, ἀφθαρσίαν ἀστράπτοντα· στεφανώσει σε τῷ τῆς δικαιοσύνης στεφάνῳ· χορεύσεις χορείαν ἄλυτον, ἴσα καὶ ἀγγέλοις, σὺν ἀγαλλιάσει ἀκηράτῳ. Βλέπε λοιπὸν, κυρία, καὶ πρόσεχε σαυτῇ, καὶ τὰς νύμφας τοῦ Χριστοῦ φυλάττοιο περιμερίμνως· τρέφοις αὐτὰς τῷ καθαρῷ ἄρτῳ τῆς ὀρθοδοξίας· ποτίζοις τῷ νάματι τῆς εὐπραξίας, ὡς ἂν εἶεν πίονες, ὡραιοειδεῖς· πρὸς τὸ κάλλος τῆς ψυχῆς ὁ λόγος· οὗ καὶ ἐπιθυμεῖ, καθὼς ὑπισχνεῖται ὁ ἅγιος Δαυῖδ, Χριστὸς ὁ Θεὸς ἡμῶν. Φησὶ γάρ· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσεις αὐτῷ. Ὁρᾷς ὅτι ἐν τῷ ἐπιλαθέσθαι ὑμᾶς, ἤγουν ἀποτάξασθαι γονεῦσιν, ἀδελφοῖς τε καὶ συγγενέσι, φίλοις τε καὶ πᾶσι τοῖς κατὰ τὸν βίον, ἐπεθύμησεν ὑμῶν ὁ βασιλεὺς τοῦ κάλλους τῆς ψυχῆς εἰς νυμφίωσιν; Τὸ δὲ, Αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσεις αὐτῷ, γενήσεται ὑμῖν ἐν τῇ ἡμέρᾳ τῆς ἐπιφανείας αὐτοῦ.

Ὢ, ὢ, οἷον ἐφρονήσατε ἐπιλαθόμεναι τῶν ἀπάντων! Βαβαὶ, βαβαὶ, οἵου ἐπετύχετε Νυμφίου! Κροτήσατε χεῖρας ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι ὑπὲρ πάσας τὰς ἐπὶ γῆς βασιλείας ὑψώθητε· ὑπὲρ πάντα τὰ ὡραῖα τῆς γῆς ὡραΐσθητε. Αἰδοῦνται ὑμᾶς καὶ ἄγγελοι, περιέπουσιν ὑμᾶς καὶ ἀρχάγγελοι· προὔχουσαι ὑμεῖς βασιλίδες ἐν οὐρανοῖς, ὑπεράνω πασῶν μητέρων καὶ θυγατέρων τῶν ἀπὸ σαρκὸς ἐρχομένων. Οὐκοῦν χαίρετε, καὶ συγχαίρετε ἀλλήλαις· τὰ ἐπίπονα ἐντεῦθεν τῆς ἀσκήσεως, εἴτ᾽ οὖν θαλαμεύσεως, φέρουσαι εὐψύχως· εἰδυῖαι ὅτι πᾶσα σὰρξ χόρτος· πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· πᾶσαί τε ἐπιθυμίαι τοῦ αἰῶνος τούτου ἐκ φθορᾶς καὶ εἰς φθορὰν καταλήγουσαι· μόνον δὲ ὑμῶν ὁ ἔρως καὶ ἡ ἐπιθυμία ἄπειρος καὶ ἄφθαρτος. Μικρὸν λοιπὸν ὅσον ἀναμείνατε, ὑπομείνατε, ὑποτασσόμεναι μὲν ὑμεῖς τῇ κυρίᾳ τῇ πρωτονύμφῳ καλῶς καὶ εὐηκόως, τὰ τοῦ Νυμφίου Χριστοῦ ἐρωτικὰ ἰδιώματα καὶ φυλάγματα ἐπιταττούσῃ· αὐτὴ δὲ κυρία ὡς νυμφιοφόρος, καὶ τὴν ψυχὴν προϊεμένη, μὴ ὅτι γέ τι τῶν ἄλλων, εἰς περιποίησιν τῶν νεανίδων, οὐ λέγω ψυχῆς μόνης, ἀλλὰ καὶ σώματος· πληροῦσα τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Ἰμειρόμενοι εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν, οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ὃν καὶ περὶ ἡμῶν αἰτεῖσθε τὴν σωτηρίαν τῆς ταπεινῆς ἡμῶν ψυχῆς· ἵνα οἷς ἐνουθετήσαμεν νενουθετήμεθα, καὶ σωζοίμεθα πάντες ἀπὸ τοῦ Πονηροῦ.

· Contents ·