Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 16: To the Lavra of St Sabas

ΙϚ΄. — Εἰς τὴν Λαύραν τοῦ ἁγίου Σάβα. Τῷ θεοτιμήτῳ, ἠγαπημένῳ καὶ πνευματικῷ μου Πατρὶ, κυρίῳ καθηγεμόνι τῆς περιβοήτου λαύρας τοῦ παμμάκαρος ἁγίου Πατρὸς ἡμῶν Σάβα, καὶ τοῖς ὑπ᾽ αὐτῇ ὁσίοις μου Πατράσι, Θεόδωρος ἐλάχιστος, πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου.

Χαρά μοι μεγάλη καὶ δόξης περιβολὴ τῷ ἀναξίῳ· ὅτιπερ ἠξίωμαι εὐτελές μου γραμματεῖον ἀποστεῖλαι ἐν τόπῳ ἁγίῳ, ἐν σκηναῖς ὁσίων τῆς ὑμετέρας περιποθήτου πατρότητος. Ἐπειδὴ γὰρ τῇ τοῦ σώματος παρουσίᾳ οὐχ οἷόν τε ἦν παραγενέσθαι με πρὸς τὰ ἴχνη ὑμῶν, καὶ ἰδεῖν τὸ ἅγιον τέμενος, τὴν ἱερὰν περιοχὴν ὑμῶν, ἣν ἐγὼ ὁ ταπεινὸς, ὡς πόλιν Θεοῦ δι᾽ αἰδοῦς ἔχων εἰμί· εὐδόκησεν ὁ ἀγαθὸς Θεὸς διὰ τῆς τοῦ γράμματος ἐπισκοπῆς τὸ καταθύμιόν μου πληρῶσαι τοῦ ἁμαρτωλοῦ. Καὶ δὴ ὡς παρὼν πρὸ τῶν ποδῶν ὑμῶν, καὶ περιπτύσσομαι ὑμᾶς τῷ ἁγίῳ πόθῳ· καὶ προσκυνῶ τὸ θεῖον ἔδαφος, ἐν ᾧ τὸ ἐκλεκτὸν σκεῦος τοῦ Θεοῦ τεταμίευται· τὸ φῶς τῶν μοναζόντων· ὁ λαμπτὴρ τῆς οἰκουμένης· ὁ τοῦ νοητοῦ Φαραὼ καταποντιστής· καὶ τοῦ ἁγίου ἔθνους καθηγητὴς, ὁ τῆς ἁγίας γῆς ἐγκρατὴς, καὶ τῶν θείων μονῶν κληροδότης. Συνασπάζομαι καὶ τὰς λοιπὰς σεβασμίας θήκας, ἐφ᾽ αἷς τὰ ἱερὰ σώματα τῶν ὁσίων· οἷς ὁ πλοῦτος τῶν ἀρετῶν, ἐν νυκτὶ τοῦ τῇδε βίου ἄστροις ἐοικόσι θεοφαέσιν. Ὁρῶ τὸν χῶρον, ἐφ᾽ ᾧ ὁ στύλος τοῦ πυρὸς τῷ στύλῳ τῶν ἀρετῶν ὦπται· ἡ πρὸς τοὺς ἀοράτους ἐχθροὺς νικηφόρος πάλη· τὸ τῆς θαυματουργίας δρᾶμα· τοῦτο κἀκεῖνο ποικιλλόμενον ταῖς κατὰ καιρὸν ἐνεργείαις τοῦ Πνεύματος. Ὢ πόσα μοι ὁ πόθος ἐπιβάλλει λέγειν! καὶ ὁ τρόπος εἴργει τοῦ μὴ εἰς ἄμετρον ἐκπεσεῖν τὴν ἐπιστολήν. Ὢ πόσων ἀγαθῶν πράξεων σύμβολα καὶ ὑπομνήματα ἐν ὑμῖν! μονονουχὶ καὶ ὑπὸ θέας αὐτῆς δυνάμενα παρακαλεῖν ψυχὴν εἰς ἐπίδοσιν ἀρετῆς. Ἀλλ᾽ ὁ μὲν πρῶτος λόγος ἐχέτω ταῦτα· εἰ καὶ ἐνδεέστερον τῆς ἐπιθυμίας. Ἐφ᾽ ἕτερον δὲ μετελεύσομαι ὀδυρτικὸν, οὐ περιχαρῆ· δι᾽ ὃν καὶ ὁ πρότερος ὑφωρμήθη μοι ὑπάρξαι. Ὁργὴ Θεοῦ ἡμᾶς κατέλαβεν, ὦ Πατέρες ἁγιώτατοι, διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγείσης τῆς ἀγάπης, ὡς ὁ Κύριος εἴρηκε. Διωγμὸς Ἐλληνοειδὴς, χαλεπώτατος λίαν. Ἀπηλάθη τῆς αὐλῆς ὁ ἀρχιποιμὴν ἡμῶν· διεσκορπίσθη τὰ Χριστοῦ πρόβατα· λύκοι βαρεῖς εἰσεφθάρησαν ἐν τῇ ποίμνῃ, καίγε μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. Τί τοῦτο; Πάλιν ἐνταῦθα ἠτιμάσθη ἡ σεπτὴ εἰκὼν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς Θεοτόκου, παντὸς οὑτινοσοῦν ἁγίου. Διὰ τοῦτο ποιμένες ἠφρονεύσαντο, καὶ οὐχ ὅτι τὸν Κύριον, προφητικῶς εἰπεῖν, οὐκ ἐξεζήτησαν· ἧττον γὰρ ἂν ἦν τὸ ἀσέβημα· ἀλλ᾽ ὅτι συνήχθησαν Ἰουδαϊκῶς κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ· ἀποδοκιμάσαντες αὐτοῦ τὴν ἁγίαν εἰκόνα, τῆς τε αὐτοῦ Μητρὸς, καὶ τῶν θεραπόντων.

Διὰ τοῦτο θυσιαστήρια ἅγια ἠφανίσθη· καὶ ναοὶ Κυρίου ἡμαυρώθησαν, ἐν πάσῃ πόλει καὶ χώρᾳ τῆς τῇδε ἐξουσίας, εἰς πένθος προκείμενοι τοῖς ὁρῶσι, τὸν οἰκεῖον κόσμον τῆς θείας εὐμορφίας ἀφῃρημένοι. Διὰ τοῦτο ἱερὰ σκεύη ἀναχωνευόμενα, καὶ ἐσθὴς θεία πυρὶ παραδιδομένη, σὺν τοῖς ἐν πίναξι χαρακτῆρσι καὶ βίβλοις ἐν αἷς τι λεκτὸν περὶ εἰκόνων. Διὰ τοῦτο γελᾶται τὸ μέγα τῆς οἰκονομίας μυστήριον· καὶ βδέλυγμα κέκληται, ὃ καὶ φρίττω λέγων, τὸ σωτήριον κόσμῳ ὁμοίωμα Χριστοῦ· μᾶλλον δὲ Χριστὸς σὺν Μητρὶ καὶ θεράπουσιν· εἴπερ ὡς τῇ τιμῇ καὶ τῇ κλήσει ταυτὸν ἀμφότερα, εἰκὼν καὶ πρωτότυπον. Διὰ τοῦτο ἐξερευνήσεις καὶ ἐκζητήσεις, καὶ κατ᾽ ἄνδρα καὶ κατ᾽ οἶκον· καὶ φόβοι καὶ ἀπειλαὶ, μὴ ὑπολειφθῆναι ἀνάλωτον τῇ αἱρέσει τινὰ μηδ᾽ αὖ πᾶσαν εἰκόνα. Διὰ τοῦτο ἱερεῖς ἀνομοῦντες, καὶ μοναχοὶ ἀμόναχοι κατὰ τῶν ὁμοσχήμων φερόμενοι· φοιτηταὶ κατὰ τῶν ἡγουμένων, ἄθλον τῆς ἀποστασίας τὴν προεδρίαν κομιζόμενοι· καὶ ὁ τὰ πλεῖστα μανεὶς κατὰ Χριστοῦ, πλειόνων καὶ τιμῶν ἠξιωμένος. Διὰ τοῦτο μάστιγες, δεσμοὶ, φυλακαὶ, λιμοκτονήσεις, ἐξορίαι, θάνατοι, ἐπὶ τοὺς ἐνισταμένους.

Οὐκ ἀρχιερωσύνῃ τοῖς ἀσεβέσιν αἰδέσιμος· οὐ πολιὰ οἰκτειρήσιμος· οὐκ ἄσκησις εὐσεβείας· οὐκ ἄλλο τι τῶν φειδοῦς ἀξίων. Εἷς νόμος τὸ τοῦ Καίσαρος θέλημα· καὶ μία σπουδὴ ἅπαντας ἐν τούτῳ ἁλῶναι. Αἱ ἐρημίαι τοὺς διαπεφευγότας ἔχουσιν· αἱ πέτραι καὶ τὰ σπήλαια τοὺς διασεσωσμένους. Ὢ πῶς ὡμοιώθημεν πελεκᾶνι ἐρημικῷ! ὦ πῶς παρεδόθημεν εἰς χεῖρας τοῖς ὀδοῦσι τῶν ἀσεβῶν! καὶ τὰ πλείω παρῆκα διὰ τὸ προσκορές. Ἀλλὰ στενάξατε ἐφ᾽ ἡμᾶς, ὦ συμπαθέστατοι, ὡς σύσσωμοι· ὀρέξατε χεῖρα πρεσβευτικὴν ὡς φιλάδελφοι. Τῶν αὐτόθι χείρονα τὰ ἡμέτερα βαρβαρίζεται. Ὡς Σόδομα ἤδη γεγόναμεν, καὶ ὡς Γόμοῤῥα ἤδη ὡμοιώθημεν. Διὰ τοῦτο τοιγαροῦν καὶ ἐπεβοησάμεθα τῇ ἁγιωσύνῃ ἡμῶν οἱ ταπεινοὶ, ὡς ἐν ἑνὶ στόματι τῶν πάντων ἀδελφῶν καὶ συμπασχόντων. Ἴσμεν γὰρ ὅτι ἰσχύει ἡ δικαία ἡμῶν δέησις ἐνεργουμένη· ὡς ἂν τῷ ἐξιλασμῷ αὐτῆς κοπάσῃ ἡ θραῦσις τῆς αἱρετικῆς ῥομφαίας· τοῦ Κυρίου εἰς εἰρηνικὴν ὀρθοδοξίαν ἐπανάγοντος καὶ τὴν καθ᾽ ἡμᾶς Ἐκκλησίαν. Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς, ὦ σεβάσμιοι, ἐκ μέρους, οἷα τὰ ἀσεβῆ δόγματα τῶν ἀθέων· συναπέστειλα τοῖς γράμμασι ταῦτα ἐν τετραδίοις· ἃ καὶ ἔδοξα ὁ ἀμαθὴς ἀνατρέπειν, προτραπεὶς παρὰ εὐσεβῶν. Αἰτῶ δὲ ὑπὸ τῆς θείας ὑμῶν ἀγχινοίας ἐπισκεφθῆναι· καὶ τὸ ἐλλιπὲς ἀνορθωθῆναι· καὶ συγγνώμην τῶν ἐπωφλημένων δέξασθαί με· λαμβάνεσθαί τε εἰς μνήμην ἐν ταῖς θεοκλινέσιν ὑμῶν προσευχαῖς· καὶ μὴν καὶ συντάττεσθαι ὡς ἔσχατον πάντων μέλος ἐν τῷ πληρώματι τῆς ἁγίας ὑμῶν Ἐκκλησίας.

Ἡ αὐτὴ ἐπιστολὴ ἀπεστάλη καὶ πρὸς τὴν μονὴν τοῦ ἁγίου Θεοδοσίου.

· Contents ·