Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 151: To Severianus, His Spiritual Son
ΡΝΑ΄. — Σευηριανῷ υἱῷ πνευματικῷ.
Ὅσον εὔφρανεν ἡμᾶς ἡ μικρὰ ἐπιστολὴ, τέκνον, τοσοῦτον ἐλύπησεν ἡ μείζων. Ὡς γὰρ μή πω κινήσαντός σου λόγον πέρι τῶν ἐν αὐτῇ ἐμφερομένων προτάσεων· μήτε ἀκηκοότος πρὸς ἡμῶν τὸ δέον· ἤχθης νῦν προτεῖναι τὰς φωνὰς, δῆθεν μὲν ἄλλῳ μαχόμενος προσώπῳ, μᾶλλον μὲν οὖν τῇ ἀληθείᾳ ἀντικαθιστάμενος· καίτοι μὴ ὀφείλων διδάσκειν· οὐ λέγω τοσοῦτον διὰ τὸ ὑφειμένον σε εἶναι· καί γε φέρε μακροθύμως· ἀλλὰ γὰρ καὶ διὰ τὸ τοὺς ἀλόντας τῇ αἱρετικῇ κοινωνίᾳ, ἐξ ὧν εἷς σὺ, μὴ ἔχειν παῤῥησίαν ἀνοίγειν τὸ στόμα· μένειν δὲ ἐν ἡσυχίᾳ καθηκούσῃ, καὶ αἰτεῖσθαι συγγνώμην μέχρι βίου παντός. Ἔπειτα, οὐδὲ τοσαύτη σοι εὐτεχνίας δογματικῆς ἐπιστήμη, ὡς εἰδέναι ἀκριβῶς φθέγγεσθαι, μήτε γραμματικῆς, μήτε φιλοσοφίας ἀψαμένῳ· ὁπότε καὶ οἱ τούτων ἐπιστήμονες κατὰ Θεὸν οὐκ ἴδιόν τι δογματίζουσιν, ἀλλ᾽ ἑπομένως τοῖς θεοφόροις. Πόθεν οὖν σοι ἐπῆλθεν, ἐρωτῶ, λέγειν· Οὐ σχετικῶς προσκυνεῖται ἡ εἰκὼν τοῦ Χριστοῦ; οἶδας γὰρ τί ἐστι σχέσις; Ἡ σχέσις τῶν πρός τί ἐστι· πρός τι δὲ, τὸ πρωτότυπον καὶ παράγωγον· ἤτοι ὁ Χριστὸς καὶ ἡ αὐτοῦ εἰκὼν, ὅτι ἔχεται ἐν ἑκατέρῳ ἑκάτερον, καὶ οὐκ ἀπέσχισται οὔτε τῷ κράτει, οὔτε τῇ δόξῃ. Ἰδοὺ, ἀμαθαίνων, οὐ οἶσθα, καὶ καλῶς ἔστιν ἐκεῖνο εἰπεῖν· Εἶδον ἀνομίαν ὑπὸ τὸν ἥλιον, ἄνδρα δόξαντα παρ᾽ ἑαυτῷ σοφὸν εἶναι, καὶ, ὃ τούτου χαλεπώτερον, παιδεύειν ἄλλους φιλονεικοῦντα.
Οἷον δέ σου καὶ τὸ δεύτερον πρόβλημα; Λατρεύεται ὁ Χριστὸς ἐν τῇ αὑτοῦ εἰκόνι· ὥστε καὶ ἡ εἰκὼν λατρευτή. Πόθεν τοῦτο ἢ παρὰ τίνος μαθὼν δογματίζεις; οὐδεὶς γάρ πω τῶν ἁγίων τοῦτο φαίη· ἀλλ᾽, ὅτι προσκυνεῖται ἐν τῇ αὑτοῦ εἰκόνι Χριστὸς, καὶ προσκυνητὴ ἡ εἰκὼν, εἶτ᾽ οὖν τιμητικὴ, εἶτ᾽ οὖν σεβαστή· ἀμφότερα γὰρ εἰς ταυτὸν φέρει τὸν νοῦν· καὶ εἰκότως· ἐπειδὴ ἡ λατρεία, ὥσπερ καὶ ἡ πίστις, τῇ ἁγίᾳ Τριάδι μόνῃ ἀναφέρεται· τὰ δ᾽ ἄλλα τοῖς ἄλλοις, τῇ Μητρὶ τοῦ Θεοῦ, τῷ ἁγίῳ σταυρῷ, τοῖς ἁγίοις, τῇ σεπτῇ εἰκόνι Χριστοῦ, καὶ πάσαις ἄλλαις ἁγιωτικαῖς εἰκόσι· καὶ τοσοῦτον ὅσον ὑπερέχει τὰ πρωτότυπα τῶν κατὰ ταῦτα παραγώγων. Εἰ οὖν λατρεύεται, ὡς φὴς, ἐν τῇ εἰκόνι Χριστός· ἐπειδὴ τῆς Τριάδος τὸ λατρεύεσθαι, συλλατρεύεται ἐν τῇ εἰκόνι καὶ ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα. Καὶ τί τὸ ἐντεῦθεν συναγόμενον; τὸ, καὶ τὸν Πατέρα καὶ τὸ Πνεῦμα σεσαρκῶσθαι· οὗ τί ἂν γένοιτο ἀσεβέστερον; Ἐπειδὴ δὲ αὖθις φὴς, Λατρευτὴ καὶ ἡ Χριστοῦ εἰκών· κατὰ τὸ ἀκόλουθον, οὐδὲν ἄλλο ἢ Τετραδίτης εὑρεθήσῃ, λατρεύων μετὰ τῆς Τριάδος καὶ τῇ εἰκόνι Χριστοῦ. Οὐ μὴν, ὅτι καὶ προσκυνοῦντι τῇ Τριάδι, ἐπειδὴ καὶ τῇ εἰκόνι, τὸ αὐτὸ ἀκολουθήσει ἄτοπον. Εἴρηται γὰρ, ὅτι ἡ τιμὴ καὶ ἡ προσκύνησις κοινοποιοῦνται μέχρι καὶ τοῦ τυχόντος ἀνθρώπου· οὐ μὴν ἡ πίστις καὶ ἡ λατρεία. Ὥσπερ γὰρ πιστεύομεν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα μόνον· οὕτω καὶ λατρεύομεν. Ταῦτα ἐνωτισθεὶς ἀπόσχου, ἀδελφὲ, παρακαλῶ, τῆς κενοφωνίας καὶ Τζυκαλικῆς, ἤγουν Κεντουκλαδικῆς αἱρέσεως, ἥτις ἐκ διαμέτρου πρὸς τὴν Εἰκονομαχικὴν ἀντιφέρεται. Εἰ δὲ, ὅπερ μὴ γένοιτο, ἐπιμενεῖς, γίνωσκε μέρος μεθ᾽ ἡμῶν μὴ ἔχειν, μᾶλλον δὲ μηδὲ μετὰ παντὸς ὀρθοδόξου. Μετὰ πόνου μοι περὶ σοῦ ὑπηγορεύθη ἡ ἐπιστολὴ αὕτη.