Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 152: To Theodore the Monk

ΡΝΒ΄. — Θεοδώρῳ μονάζοντι.

Ἡδύνθην, οὐκ ἐδάχθην, ἐφ᾽ οἷς καθήψω μου, τιμιώτατε. Οὐδὲ γὰρ οὕτως ἀνουθέτητός εἴμι, ὡς ἐν ταῖς ἀγαπητικαῖς ὑποκρούσεσι δυσχεραίνειν. Εἰ δὲ ἐδάχθην, οὐ διὰ τὴν ὑπόμνησιν, ἀλλὰ διὰ τὴν ἑκάστου αἵρεσιν· ἐξ ἧς τέτμηται τὸ σῶμα τοῦ Χριστοῦ εἰς μυρίας δόξας διαιρούμενον. Ἐγὼ τοίνυν ἵνα ἐκ βαλβίδος ἀφηγήσωμαι (δεῖ γάρ με ἀπολογήσασθαι ἐγκληθέντα), δοὺς ἐπιτίμιον καταναγκαζόμενος ἀπὸ πρώτης ἡμέρας, καὶ τοῦτο ἀπὸ φυλακῆς διὰ γραμμάτων· ὅτι καὶ διὰ γράμματος ἡ ἐξαίτησις μοναζόντων τε καὶ ἱερωμένων· τοῦτο ἀπεκρίθην ὡς οὐχ ὁριστικῶς, ἀλλὰ συμβουλευτικῶς πρὸς ἐμοῦ τὸ ἐπιτίμιον. Διὰ τί; ὅτι οὐχ ἱεράρχης ἐγὼ, ἀλλ᾽ ἱερεὺς, πρὸς μὲν τοὺς οἰκείους μαθητὰς νουθετικῶς ἀγόμενος· πρὸς δὲ ἄλλους οὐχ οὕτως· ἀλλ᾽ ὡς εἴρηται, ἀναθέμενος τὸν λόγον αὐτοῖς ἕως καιροῦ εἰρήνης, καὶ τηνικαῦτα ὅπερ διορισθῇ παρὰ τοῦ ἁγιωτάτου πατριάρχου, σὺν ἐπικρίσει τῆς ἁγίας συνόδου, εἰσδέξασθαι, εἴτε πρόσθεσιν ἔχοντος τοῦ ἐπιτιμίου, εἴτε ὕφεσιν. Καὶ οὐκ ἔξω, οἶμαί, τοῦ εἰκότος πεποίηκα· ὀρέξας χεῖρα τοῖς πεπτωκόσι φιλανθρώπως· οὐ μὴν εἰς ἐμαυτὸν περιστήσας τὸ κράτος· ὅπερ ἔκτοπον. Τί δὲ τὸ ἐπιτίμιον; ποικίλον ἐπὶ ποικίλοις τοῖς ἁμαρτήμασιν· ὅπερ οὐκ ἐπιστολῆς μέτρον ἐξαγορεύει. Ἐν κεφαλαίῳ δὲ εἰπεῖν, τὸν ἢ ὑπογραφῇ ἢ κοινωνίᾳ αἱρετικῇ ἁλόντα ἱερέα, ἢ ἁπλῶς διάκονον εἴργεσθαι παντάπασι τῆς ἱερουργίας· ἀλλὰ γὰρ καὶ τῆς κοινωνίας· μετὰ δὲ τὴν τῆς ἐπιτιμίας περαίωσιν, τῶν μὲν ἁγιασμάτων μετέχειν, τῆς δὲ λειτουργίας οὐδαμῶς, ἕως ἁγίας συνόδου· εὐλογεῖν δὲ ἢ εὔχεσθαι ὡς κοινὸν μοναχὸν, οὐχ ὡς ἱερωμένον· ἀλλὰ καὶ τοῦτο μετὰ συμπλήρωσιν ἐπιτιμητικήν. Εἷς τε τὰς ὑπὸ αἱρετικῶν κατεχομένας ἐκκλησίας μὴ εἰσιέναι, μήτε ἐὰν ἐαθῇ ναὸς, κρατεῖσθαι ὑπὸ ὀρθοδόξου μετὰ τὸ ἐκεῖσε αἱρετικὰς ἀναφορὰς γενέσθαι, λειτουργεῖν τὸν ὀρθόδοξον, ἄνευ λύσεως ὀρθοδοξοῦντος ἐπισκόπου.

Ἐπεὶ οὖν εὐδοκίᾳ Θεοῦ ἀφείθημεν τῶν φυλακῶν καὶ συνήφθημεν τῷ τε ἁγιωτάτῳ πατριάρχῃ, καὶ τοῖς ἁγίοις ἐπισκόποις, πρὸς δὲ καὶ ὁσίοις ἡγουμένοις ἀνεθέμεθα τοὺς λόγους, καὶ οὐκ ἐμέμφθημεν παρά τινος ἐν οὐδενί· ἢ μόνον πρὸς ἑνὸς ἐπὶ τῷ εὐλογεῖν· ᾧτινι ἀπεκρινάμεθα· ὅτι εἰ μεμπτέον· Ἐξενεχθῇ ὅρος παρὰ τῆς κεφαλῆς· καὶ ἡμεῖς σιωπῶμεν. Ὥστε οἱ ἐγκαλοῦντες, μὴ ἡμῖν, ἀλλὰ τοῖς κυρίοις ἐπισκόποις ἐγκαλείτωσαν· οἷς ἡμεῖς οἱ εὐτελεῖς καὶ ὑφειμένοι ἑπόμενοι· καὶ παρ᾽ αὐτῶν ἀναγκαστικῶς προτρεπόμενοι μέχρι σήμερον καὶ ἐδώκαμεν ἐπιτίμια κατὰ τὸν εἰρημένον εἰρμὸν, καὶ ἐπιδιδοῦμεν ὁπότε τύχῃ. Σκοπείτωσαν δὲ οἱ φιλεγκλήμονες, μήπως τὸν κώνωπα διϋλίζοντες, λελήθασι τὴν κάμηλον καταπίνοντες· καὶ τὰ κάρφη ψηλαφῶντες, οὐκ αἰσθάνονται τὴν δοκὸν περιφέροντες. Ἡμεῖς οὖν οὕτω, θεοτίμητε ἀδελφὲ, ὡς ὑπὸ Θεῷ μάρτυρι διεγενόμεθα συμπαθείᾳ καὶ φιλαδελφίᾳ, οὐ κατὰ πρόσκλησιν, ἤ τινα ἄλλην περιπέτειαν ἀνθρωπίνην. Ὁ δὲ ταράσσων ἡμᾶς, φησὶν ὁ Ἀπόστολος, βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ.

· Contents ·