Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 153: To Laurence, His Son
ΡΝΓ΄. — Λαυρεντίῳ τέκνῳ.
Ἀκουστὸν ἡμῖν ἐγένετο, τέκνον Λαυρέντιε, ὅπερ ἐκ τοῦ πονηροῦ δαίμονος ἐτελέσθη δρᾶμα ἐν τῇ Ἀντισάρων κωμοπόλει· καὶ ἐστενάξαμεν ἐπ᾽ αὐτῷ μεγάλως, καὶ κατὰ τὸν κοινὸν νόμον τῆς ἀνθρωπίνης ἀγάπης, καὶ διότι ἀφ᾽ αἵματος τοῦ ἀδελφοῦ Ἀθανασίου καὶ πρωτοπρεσβυτέρου (ὑφ᾽ οὗ καὶ κινηθεὶς γράφω) ἐστὶν ὁ ἀπαγχονισθείς. Ὢ φοβεροῦ τραγῳδήματος! ἄνθρωπος ἐν τιμῇ ὤν, προφερέστερος τῶν ἐκεῖσε αὐτοχθόνων, αὐτάρκης κατὰ τὸν βίον, ἀνὴρ συνετὸς, προσκαρτερῶν εὐχαῖς τε καὶ δεήσεσι, καὶ τῇ λοιπῇ τῆς ζωῆς ἀγωγῇ ἐμπρέπων· μηδενὸς περιστατικοῦ συμβεβηκότος, ἐξ οὗπερ πολλάκις ἔστι περιτρέπεσθαι τοῦ δέοντος κατά τι μικρόν· οὕτως ἐν ἀταραξίᾳ πραγμάτων τηλικοῦτον κακὸν ἀπεργάσασθαι ἀγχόνῃ χρησάμενος! Ὢ, καὶ αὖθις ἐρῶ, τῆς ἀπευκτῆς φωνῆς! Τοιαῦτα τοῦ διαβόλου τὰ μηχανήματα. Ἐκεῖνος ἀνθρωποκτόνος ἀπ᾽ ἀρχῆς, καθὼς ἔφη ὁ Κύριος. Ἐκεῖνος πρῶτα μὲν τὸν Ἀχιτόφελ, ἔπειτα τὸν Ἰούδαν ἔπεισεν ἀπάγξασθαι· ὃς οὐ παύεται καὶ μέχρι σήμερον τὸ αὐτὸ ἀποτελεῖν ἐν τοῖς πειθομένοις αὐτῷ. Οἶμαι δὲ κατὰ δύο τρόπους συλᾶν τὸν ἄνθρωπον, ὡς πείρᾳ ἔγνωμεν· ἢ ἀπὸ ὀδύνης καρδίας ἀπαρακλήτου, ἢ ἀπὸ ἐφέσεως ἀλογίστου, σκοτώσας, καὶ περιτρέψας. Ὡς γὰρ ἐπὶ φόνου, ἢ μοιχείας καὶ τῶν ὁμοίων ἀσελγημάτων, ὑποδείκνυσι τὸ σκότος φῶς, καὶ τὸ πικρὸν γλύκιον (οὐ γὰρ ἂν, εἰ μὴ οὕτως ἀναστοιχειώσει λογίσασθαι, ἡμᾶς εὑρίσκῃ θηρεῦσαι)· οὕτω καὶ ἐπὶ τῆς ἀγχόνης, ἤδυνε τὸν θάνατον, ἐζόφωσε τὸν νοῦν, ἀπετέλεσε τὴν ἀγχόνην. Οἶμαι, οἷός ἐστιν ὁ δράκων, καὶ ἐφ᾽ ὅσοις μαγγανεύμασιν ἀνθρωποκτονεῖ ἑκάστοτε. Τοῦτον οὕτως, ἄλλον ἄλλως· καὶ οὐκ ἔστιν ὃς ἐκφεύξεται τὰς πάγας αὐτοῦ, ἄνευ βοηθείας τοῦ Θεοῦ, ἥτις εἴη μετὰ φόβου καὶ τρόμου τῷ κατ᾽ ἐντολὴν αὐτοῦ πιστῶς βιοῦντι.
Ἀλλ᾽ ἐπὶ τὸ κατεπεῖγον ὁ λόγος. Ἐδήλωσας, ὡς οἱ τοῦ χωρίου ὁμοῦ ἅπαντες ἀποτρέπονται τῆς οἰκίας αὐτοῦ, ἤγουν γυναικὸς, καὶ τέκνων, μήτε ἅπτεσθαι, μήτε θίγειν, μέχρι καὶ μεταδόσεως ἅρτου δανειακοῦ. Καὶ εἰ ἐπιλέγουσιν οἱ τοῦ ἀπαγξαμένου καλὴν εἶναι τὴν πρᾶξιν τῆς ἀπαγχονίσεως, καὶ τὴν αὐτὴν αὐτῷ φιλεῖν τελέσαι κἀκεῖνοι· καλῶς ἀφίστανται· ὁπότε οὐδ᾽ οὕτως εὐθύς. Δεῖν γὰρ πρῶτον διδάξαι, φωτίσαι, παρακαλέσαι φυγεῖν τὸν ὄλεθρον· τοῦτο γὰρ Χριστιανῶν· τοῦτο φιλαδέλφων· ὅτι καὶ ὁ Κύριος τὸν Ἰούδαν πολλοῖς χρηστεύμασι, καὶ διορθωτικοῖς προφητεύμασιν, εἰδὼς ὃ ἔμελλε ποιεῖν, ἐπειρᾶτο ἀναπείθειν· τὸ οὐαὶ αὐτῷ ἐπιφθεγγόμενος, καὶ τὸ, «Συνέφερεν εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος,» λέγων, κἂν οὐ συνῆκεν ὁ τάλας. Εἰ δὲ, ὡς φὴς, καὶ καταθρηνοῦσι τὸν Ἰουδοτέλεστον, καὶ ἀπεύχονται τῆς μερίδος ἐκείνης πάντα Χριστιανὸν, καὶ ἔκστασιν ἐξέστησαν ἀναφορήτου θλίψεως, καὶ ζητοῦσι παράκλησιν· τί τοῦτο ὅπερ διηγῇ, ἢ ὅτι τῷ Χριστῷ ἐναντιοῦνται οἱ χωρῖται, καὶ τῷ διαβόλῳ ἀνοίγουσι θύραν ἀπωλείας τῶν ἀξιοπαρακλήτων; Οὐαὶ τοῖς οὕτω ποιοῦσιν, ὅτι συνεργοί εἰσι τοῦ διαβόλου. Καλῶς οὖν ὁ κύριος Μακάριος καὶ πνευματικὸς Πατὴρ παρεκάλεσε τοὺς τοιούτους· καλῶς καὶ ἑστιάθη ἐν ἐκείνῃ τῇ οἰκίᾳ· καὶ μηδεὶς Χριστιανὸς διακρινέτω τὸ αὐτὸ ποιεῖν. Ἐπειδὴ δὲ λόγος περὶ ἐπιτιμίου· οὐχ ὅτι ὑπαίτιοι (Ἕκαστος γὰρ, φησὶν, ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ οὐκ ἀποθανοῦνται τέκνα ὑπὲρ πατέρων, ὡς καὶ ἔμπαλιν), πρὸς δὲ παρηγορίαν, μιᾷ Τεσσαρακοστῇ φυλάξονται κρεωφαγίας, δηλονότι καὶ τοῦ μὴ μετέχειν τῶν ἁγιασμάτων. Εἰς δὲ τὴν ἐκκλησίαν εἰσιέτωσαν εὐχόμενοι, μέχρι τῶν κατηχουμένων ἐπιμένοντες, δότωσαν καὶ τὴν ἀνήκουσαν μοῖραν τοῦ ἀθλίου τοῖς πτωχοῖς. Προσφορὰ μὲν γὰρ καὶ λειτουργία ὑπὲρ αὐτοῦ οὐ θέμις γίνεσθαι πάντη· ἡ δὲ ἐλεημοσύνη γινέσθω· ὠφελεῖ γὰρ αὕτη καὶ εἰς ἄπιστον, ὥς φησιν ὁ Χρυσόστομος· καὶ ἄλλως ὅτι τοῦ Ἰούδα τὰ ἀγχτικὰ ἀργύρια εἰς ταφὴν τοῖς ξένοις ἐδόθη. Πηξάτωσαν καὶ τὸ σημεῖον τοῦ ζωοποιοῦ σταυροῦ εἰς τὸν τόπον, οὖ ἡ ἀγχόνη· ὅτι καὶ αὐτὸς ὁ σταυρὸς ἐν τῷ Κρανίου τόπῳ πήγνυται· διότι ἐκεῖ τοῦ ἀνθρωποκτονηθέντος Ἀδὰμ τὸ κρανίον, ἀφ᾽ οὗ καὶ ὠνόμασται. Τοσαῦτα ἔχομεν λέγειν ἐκ τῶν ἐν Γραφαῖς· καὶ τοὺς μὲν τοῦτο παθόντας παρακαλοῦντες καταλῆξαι τῆς πολλῆς λύπης, καὶ δι᾽ εὐχαριστίας καὶ ἀγαθοεργίας προσεδρεύειν τῷ ἀγαθῷ Θεῷ. Τοὺς δὲ τοῦ χωρίου παραινοῦντες ἀφεμένους τῆς πονηρᾶς διακρίσεως, κοινωνοὺς ἔχειν ὡς πρὶν τοὺς τῆς οἰκίας ἐκείνης, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.