Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 154: To Abbot Nicetas
ΡΝΔ΄. — Νικήτᾳ ἡγουμένῳ.
Οὐκ ἄκαιρον, οἶμαι, τὸ παρὸν γραμματεῖον τῇ πατρικῇ σου ἁγιωσύνῃ· οὐ μόνον ὅτι τὸ τῆς ἀγάπης πληροῖ· ἀλλ᾽ ὅτι καὶ λυπηρόν τι ἐνιζάνον ἡμῶν τῇ ταπεινῇ ψυχῇ, φανεροποιεῖ. Καὶ, εἰ κελεύεις, πρόσχες τοῖς λεγομένοις. Μεθ᾽ ὑποστροφὴν τῆς ἐν τῷ Ἀκρίτᾳ συνόψεως ἡμῶν τῶν ἁγίων Πατέρων, συνέτυχον τῷ ἡμετέρῳ ἀδελφῷ Ἀθανασίῳ, διηγούμενος ἕκαστα τῶν ἐν Κυρίῳ διειλεγμένων· ἐπειπὼν, ὅτι καὶ ὁ τοῦ Μηδικίου, συνίστησι τὸν Μαξιμίνου ἐπὶ τῇ καλλίστῃ μεταβολῇ αὐτοῦ, ἤγουν ἀπολογίᾳ καὶ ὁμολογίᾳ. Ὁ δὲ ἀνένευσε, καὶ τὴν αἰτίαν τῆς ἀνανεύσεως· ἐγὼ μὲν ἀπῄτουν, ἐκεῖνος δέ φησιν· Ἐν τῷ Ἀπολογητικῷ ὅπερ συνεγράψατο, καὶ αὐτὸς ἀνέγνων, λέγει μεταλαβεῖν· ἀλλ᾽ οὐχὶ κοινωνῆσαι, καὶ οἰκονομίαν εἶναι καθ᾽ ὕφεσιν ἀκριβείας, ἀλλ᾽ οὐκ ἔκπτωσιν ἀληθείας τοῦτο. Τί ταῦτα, ὦ Πάτερ τιμιώτατε; Οὐχ ὁμολογεῖ, ὡς ἐν τύπῳ εἰπεῖν, ὅτι φειδοῖ τοῦ γήρους, ὥλεσά μου τὴν ψυχὴν, κοινωνήσας ἐπὶ τῇ ἀρνήσει τῆς εἰκόνος Χριστοῦ, τῆς τε Θεοτόκου, καὶ πάντων ἁγίων· τοῦτο γὰρ ἡ Εἰκονομαχικὴ αἵρεσις· κὰν τούτῳ συνηλίσθην τοῖς ἀσεβέσιν. Εἶτα καὶ ἕως τέλους ἐνέμεινα ἐν τῷ μοναστηρίῳ μου ἀδίωκτος δονουμένης τῆς καθ᾽ ἡμᾶς Ἐκκλησίας. Οὐχ οὕτως ἐξομολογεῖται καὶ προσκλαίει; ἀλλὰ τὰ βατταρίσματα ἐκεῖνα φαίη, καὶ ὥς φησιν ὁ ἐξηγούμενος, ὅτι γε καὶ παράγει εἰς συνηγορίαν αὐτοῦ Διάνιόν τινα τῶν Πατέρων ταυτὸ πεποιηκότα, ὃν, φησὶν, εἰσεδέξατο ὁ ἅγιος Βασίλειος· ἐπεὶ καὶ τὸν πατέρα Γρηγορίου τοῦ Θεολόγου.
Ὢ δικαίας ἀγανακτήσεως, τοῦ τε ἱεροῦ ἡμῶν ἀρχιερέως, καὶ παντὸς τοῦ ὁμολογητικοῦ πληρώματος! Εἰ γὰρ ἐκεῖνο οὐ κοινωνία, οὐδὲ ἔκπτωσις· τί τὸ ὄφελος τῶν ἐκείνοις ἀγώνων τε καὶ ἄθλων, αἱμάτων τε καὶ ταλαιπωρημάτων; τί δὲ καὶ αὐτὸς ἀπεμήθη; τί δὲ καὶ ἀφίησι τὸ μοναστήριον; τί δὲ καὶ εἴργεται τῆς ἱερουργίας; Ὢ, καὶ αὖθις λέγω, τῆς θείας ἀγανακτήσεως! ὅτι τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατέχων, οἴεται καὶ τοὺς Πατέρας ταυτοπαθεῖν αὐτῷ. Φέρε οὖν, ἴδωμεν τὸν ἀλόγιστον λόγον· Μετέλαβον, ἀλλ᾽ οὐκ ἐκοινώνησα. Λέγει τοιγαροῦν ὧδέ που τῶν θεολόγων ὁ διαβόητος· Μετέλαβον τῆς εἰκόνος, καὶ οὐκ ἐφύλαξα· μεταλαμβάνει τῆς ἐμῆς ἀσθενείας, ἵνα καὶ τὴν εἰκόνα σώσῃ, καὶ τὴν σάρκα ἀθανατίσῃ. Δευτέραν οὖν κοινωνίαν κοινωνεῖ, καὶ πολὺ τῆς προτέρας παραδοξοτέραν. Ἰδοὺ, τὸ, μετέλαβον, κοινωνεῖν, ἐκπέφασται. Μετάληψις γὰρ καὶ κοινωνία ταυτόν· ἡ μὲν ἐκ τοῦ μετέχεσθαι· ἡ δὲ ἐκ τοῦ τοὺς μετέχοντας κοινοποιεῖσθαι, ὀνομαζομένη. Καὶ τοίνυν ὁ θεσπέσιος Ἀπόστολος· Τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Κυρίου ἐστί; τὸν ἄρτον, ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Κυρίου ἐστίν; ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.
Ἰδοὺ δέδειχε κἀνταῦθα τὸ φῶς τοῦ κόσμου, ὅτι κοινωνία ἐστὶν ἡ μετοχή· οὐκ ἄν τις δὲ φρενῶν εἴσω ὦν, οὐχὶ τὴν μετοχὴν, μετάληψιν εἴποι. Ὡς οὖν ὁ θεῖος ἄρτος ὑπὸ τῶν ὀρθοδόξων μετεχόμενος, πάντας τοὺς μετόχους ἓν σῶμα ἀποτελεῖ· οὕτω δὴ καὶ ὁ αἰρετικὸς ἄρτος κοινωνοὺς τοὺς οὕτω αὐτοῦ μετέχοντας ἀλλήλων ἀπεργαζόμενος, ἓν σῶμα ἀντίθετον Χριστῷ παρίστησι· καὶ ὁ κενολόγος μάτην κενολογεῖ. Εἰ δὲ ὅτι ὁ νοῦς, ὁπότε μετελάμβανεν, οὐ συνδιετίθετο τῷ πραττομένῳ, τοῦτό ἐστι τὸ μᾶλλον ἀναιρετικόν· ὅτι καίπερ εἰδὼς ἐκτοπουργεῖν, ὅμως ἐν γνώσει ἡμάρτανε, μὴ φοβηθεὶς τὸν ἀποκτένοντα Θεὸν καὶ ψυχὴν καὶ σῶμα διὰ τῆς ἐν γεέννῃ ἐμβολῆς, ἀλλὰ τὸν προσκαίρως σῶμα τύπτοντα. Τί συμφέρει τὰ ἀσύμβατα; τί οἴεται συνηγόρους τοὺς ἀντηγόρους αὐτοῦ ἁγίους; ἤδη καὶ μόνον κατάνευσις ἢ ἀνάνευσις, ἐπί τε ὁμολογίας καὶ ἀρνήσεως, ἔργου πλήρωσις αὐτοῖς δογματίζεται· καὶ οὐδὲ ὑπόκρισιν εἰς μαρτύριον προσήκαντο, τοῦ μόνον ἄψασθαι θύματος, οὐκ εἰδωλικοῦ, ἀλλ᾽ οὐδὲ ἰδιοθύτου· καὶ τὰ παραδείγματα ἄπειρα. Τί δὴ οὖν ἄλλο ἢ τοῦτο ἐνῆν τῷ προλαβόντι διωγμῷ; Ὁ ἱερὸς πατριάρχης κατηνέχθη, ἐξωστρακίσθη, περιωρίσθη ἐν παραβύστῳ τόπῳ· ἀντίθρονος Χριστομάχος· σύνοδος ἀθετούντων· ἀναθεματισμὸς τῆς ἐν Νικαίᾳ ἁγίας συνόδου· ἀνάῤῥησις τῆς πάλαι ἀντιχριστούσης· ὑπερορίαι τῶν ἁγίων ἐπισκόπων τε καὶ ἡγουμένων, μοναζόντων καὶ μοναζουσῶν· αἵματα χεόμενα, θάνατοι ἄωροι, εἱρκταὶ, λιμαγχονήσεις, λεηλασίαι· τὸ φοβερώτερον καὶ ὁρώμενον καὶ ἀκουόμενον, ἡ σεπτὴ εἰκὼν τοῦ Χριστοῦ ἐνυβριζομένη, καταπατουμένη, τῆς Θεοτόκου, τῶν ἁπάντων ἁγίων· οἵ τε ναοὶ καὶ τὰ θυσιαστήρια ἐρειπούμενα· τὰ ἅγια βεβηλούμενα, πυρὶ παραδιδόμενα. Τούτων οὕτως ἐχόντων, οὐ πᾶς ὁ κοινωνήσας ἤγουν μεταλαβὼν τοῦ ἰοβόλου ἄρτου, ἀρνησίχριστος, ἔκθετος, ἀνόσιος· εἰ μήτε διὰ μετανοίας ἀνακληθῇ; Οὕτως ἔχει ἡ ἀλήθεια· καὶ ταύτῃ ἀπεκτάνθησαν οἱ μάρτυρες, καὶ ὑποῖσαν ἅπαντα οἱ ἀντεχόμενοι. Καὶ εἴ τις τῷ κανόνι τούτῳ στοιχεῖ, φησὶν ὁ Ἀπόστολος, εἰρήνη ἐπ᾽ αὐτὸν, καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Τὸ γὰρ τοῦ Διανίου, καὶ τοῦ Πατρὸς τοῦ Θεολόγου, εἴ τι καὶ τοιοῦτον ἕτερον· τεχνικοῦ γράμματος ὑπὸ αἱρετικῶν σκαιωρηθέντος· κλοπὴ ἦν ἁπλότητος κατασοφισθέντων, καὶ οὐκ ἐκ φόβου τινὸς, ἄπαγε! ὑπογραψάντων τῶν ἁγίων ἐκείνων. Διόπερ αὐτοῖς εὐθὺς ἅμα τοῦ γνῶναι τὸν δόλον ἡ ἀνάκτησις καὶ ἡ εὔθαρσος ἀπολογία. Ταῦτα, Πάτερ ἅγιε, εἴ σοι θεμιτὸν, ἐκφερομύθησον τῷ ἀνδρὶ, ἵνα εἰδὼς τὴν ἀλήθειαν, ἀπορρίψοι τὴν ἄδικον συγγραφὴν ἐκείνην, καὶ μετὰ εὐσεβῶν τάττοιτο· ἐπ᾽ ἂν καὶ γέρων, καὶ ἐπιτιμηθεὶς, καὶ διά τοι τοῦτο ἐάσας τὴν περιβόητον μονήν. Εἰ δὲ μὴ, ἀλλ᾽ ἡμῖν γε εὖξαι μηδεμίαν κοινωνίαν ἔχειν ἐν τῷδε τῷ μέρει μετὰ τοῦ ἀνδρὸς, εἴπερ καὶ οὐ μεταμέλοιτο.