Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 155: To Theophilus of Ephesus
ΡΝΕ΄. — Θεοφίλῳ τῆς Ἐφέσου.
Ἔλαβον ἐπὶ χεῖρας τὸ γραμματεῖον, ὅπερ ἐπέστειλεν ἡ ἱερά σου κορυφὴ Ἀθανασίῳ τῷ ἡμετέρῳ ἀδελφῷ, καὶ ἀναγνοὺς ἐλυπήθην, τιμιώτατέ μου Πάτερ, λύπην ἱκανήν. Πρῶτον μὲν ὅτι ἐν ἡμῖν αὐτοῖς τοῖς ὀρθοτομοῦσι τὸν λόγον τῆς ἀληθείας κατὰ τὴν νῦν λυττῶσαν αἵρεσιν τῶν Εἰκονομάχων, ἐρεσχελίαι γίνονται, καὶ σχίσματα ἐπιφύονται· ἔπειτα ὅτι ἀναγκάζομαι ὁ ἐλάχιστος ἀντιθετικῶς τὴν διάλεξιν ποιήσασθαι. Ἀλλὰ συγγινωσκέτω ἡ μεγαλειότης σου· περὶ γὰρ ἀληθείας ὁ λόγος· ἧς οὐδὲν προτιμότερον, οὐδὲ αἰδεσιμώτερον. Τί δὲ τὸ ἐμφερόμενον ἐν τοῖς γράμμασι, περὶ οὖ ἡ λύπη; Ἡμεῖς, φησὶν, οὔτε κτένεσθαι τοὺς Μανιχαίους, οὔτε μὴ κτένεσθαι, συνεβουλεύσαμεν. Εἰ δὲ καὶ ἐπετρέψαμεν, τῶν καλλίστων τὸ μέγιστον εἴχομεν ἂν ποιῆσαι. Τί φὴς, ὦ θεοτίμητε; ὁ Κύριος ἀπηγόρευσεν ἐν τοῖς Εὐαγγελίοις τοῦτο, εἰπών· Οὔ· μήποτε συλλέγοντες τὰ ζιζάνια, ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. Ἄφετε συναυξάνεσθαι μέχρι τοῦ θερισμοῦ. Καὶ αὐτὸς τῶν καλλίστων τὸ μέγιστον φαίης εἶναι, τὴν ἐπιτροπὴν τῆς ἐκριζώσεως; Καὶ τὰ τὸ ζιζάνια τοὺς αἱρετικοὺς εἴρηκε, τούς τε τηνικαῦτα δηλονότι, καὶ τοὺς ὑφ᾽ ἑτέρων, ἤγουν ἅπαντας, ἀκουσώμεθα τοῦ Χρυσοστόμου αὐτὸ τοῦτο ἑρμηνεύοντος· ἐφ᾽ ᾧ τάδε· « Τί οὖν ὁ Δεσπότης κωλύει λέγων, Μήποτε ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον; Τοῦτο δὲ ἔλεγε, κωλύων πολέμους γίνεσθαι καὶ αἵματα καὶ σφαγάς. Οὐ γὰρ δεῖ ἀναιρεῖν αἱρετικούς· ἐπεὶ ὁ πόλεμος ἄσπονδος ἔμελλεν εἰς τὴν οἰκουμένην εἰσάγεσθαι. » Καὶ μεθ᾽ ἕτερα· « Τί δὲ ἄλλο, διὰ τοῦ, Μὴ ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον, ἢ τοῦτό φησιν, ὅτι Εἰ μέλλοιτε κινεῖν ὅπλα, καὶ κατασφάττειν αἱρετικοὺς, ἀνάγκη πολλοὺς καὶ τῶν ἁγίων συγκαταβάλλεσθαι. » Ὅπερ καὶ γέγονεν ἐν τοῖς καθ᾽ ἡμᾶς χρόνοις. Καὶ γὰρ αἵματα καὶ σφαγαὶ ἐπλήρωσαν τὴν καθ᾽ ἡμᾶς οἰκουμένην· καὶ πολλοὶ τῶν ἁγίων συναπῆλθον· καὶ ὁ λόγος τοῦ Κυρίου οὐ διέπεσεν, ὡς ὡμολόγηται παρὰ πολλοῖς. Καὶ τί λέγομεν περὶ τοῦ μὴ ἐπιτρέπειν κτένεσθαι αἱρετικούς; οὐδέ γε κατεύχεσθαι αὐτῶν συγκεχώρηται ἡμῖν. Ἀκουσώμεθα γὰρ αὖθις τοῦ Κυρίου πρὸς Κάρπον τὸν ἅγιον, ὡς ὑποδεδήλωται διὰ φωνῆς Διονυσίου τοῦ πανσόφου, λέγοντος· « Παῖε κατ᾽ ἐμοῦ λοιπόν· ἕτοιμος γάρ εἰμι καὶ αὖθις ὑπὲρ ἀνθρώπων ἀνασωζομένων παθεῖν· προσφιλές μοι τοῦτο· μὴ ἄλλων ἁμαρτανόντων ἀνθρώπων. Πλὴν ὅρα εἰ καλῶς ἔχει σοι, τὴν ἐν τῷ χάσματι μετὰ τῶν ὄφεων μονὴν ἀνταλλάξασθαι τῆς μετὰ Θεοῦ καὶ τῶν ἀγαθῶν καὶ φιλανθρώπων ἀγγέλων. » Ὁρᾷς, θεοσύνετε, τὴν θείαν ἀγανάκτησιν· ἐπειδὴ κατηύχετο τῶν αἱρετικῶν ἀπαλλαγῆναι τῆς ζωῆς· καὶ ὅπως, εἰ ἐπιμένων τῇ διαθέσει ταύτῃ ἦν, ἔμελλεν ὁ ἅγιος καταδικάζεσθαι. Οὔτε οὖν, ὡς δέδειχεν ἡ ἀλήθεια, κατεύχεσθαι δεῖ ὅλως· μᾶλλον μὲν οὖν ὑπερεύχεσθαι· ὡς αὐτὸς ὁ Κύριος ὑπέδειξεν ἐν τῷ τοῦ πάθους καιρῷ, λέγων πρὸς τὸν ἑαυτοῦ Πατέρα· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Τὸ δὲ φάναι σου τὴν ἁγιωσύνην ἔχειν αὐτοὺς συμφωνοῦντας ἐν τῷ προβλήματι τούσδε τοὺς ἁγίους· σύγγνωθι, Πάτερ, οὐ καλῶς ἐκλαμβάνομεν τὰς τῶν ἁγίων φωνὰς, κἀντεῦθεν εὑρισκόμεθα πατρομαχίαν, μᾶλλον δὲ θεομαχίαν εἰσφέροντες. Ὁ γάρ τοι θεῖος Κύριλλος ἐν τοῖς κατὰ Ἰουλιανὸν κατὰ τὸ πάλαι νενομοθετημένον προύτεινε τὴν ῥῆσιν· οὐκ ἐφάμιλλον τῇ Νέᾳ τὴν Παλαιὰν συμβάλλων· μὴ γένοιτο· οὐ γὰρ ἠγνόει ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ. Οὐδὲ τὴν τοῦ Σωτῆρος σύγκρισιν, ἐν ᾗ φησιν· Ἐῤῥήθη τοῖς ἀρχαίοις τόδε· ἐγὼ δὲ λέγω ὑμῖν τόδε. Ὥστε, καθά φησιν ὁ θεοφάντωρ Διονύσιος πρός τινα Δημόφιλον, οὐκ ἀποδεξόμεθά σου τὰς ἀζηλώτους ὁρμὰς, κἂν εἰ μυριάκις ἐπαναλάβοις τὸν Φινεὲς καὶ τὸν Ἡλίαν. Ταῦτα γὰρ ἀκούοντα τὸν Ἰησοῦν, οὐκ ἤρεσκον οἱ τοῦ πραέος τούτου καὶ ἀγαθοῦ πνεύματος ἀμέτοχοι μαθηταί. Καὶ γὰρ καὶ ὁ θειότατος ἡμῶν ἱεροθέτης ἐν πραότητι διδάσκει τοὺς ἀντιδιατιθεμένους τῇ διδασκαλίᾳ τοῦ Θεοῦ. Διδάσκεσθαι γὰρ, οὐ τιμωρεῖσθαι χρὴ τοὺς ἀγνοοῦντας. Ἡνωτίσμεθα οὖν, ὦ μάκαρ, ἃ λέλεχε καὶ ὁ ἱερὸς Παῦλος, ὁ ἥλιος τῆς ὑπ᾽ οὐρανόν. Λέγει τοίνυν καὶ ὁ θεοφόρος Ἰγνάτιος· Τοὺς μισοῦντας οὖν τὸν Θεὸν μισεῖν χρὴ, καὶ ἐπὶ τοῖς ἐχθροῖς αὐτοῦ ἐκτετηκέναι· οὐ μὴν δὲ διώκειν ἡμᾶς αὐτοὺς ἢ τύπτειν· καθάπερ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Εἰ δὲ οὐ τύπτειν δεῖ, σχολῇ γοῦν αὐτοὺς κτένειν. Ἐπειδὴ δὲ καὶ τὸν ἅγιον Συμεὼν τὸν τοῦ θαυμαστοῦ ὅρους εἴληφας, δέσποτα, συνάδειν σοι· μὴ τοῦτο οἴου, ἱερὲ, ὡς μάχεται Χριστῷ, ἢ τοῖς ὑπὲρ αὐτὸν διδασκάλοις. Ἀλλὰ τί; ἐπὶ ἔθνει τραυματίζοντι τὸ Χριστιανὴν φῦλον ὁ λόγος αὐτῷ τῆς πρὸς τὸν τηνικαῦτα βασιλέα παρακλήσεως, ὡς ἂν μὴ πορθοῖντο ὑπὸ Σαμαρειτῶν οἱ Χριστιανοί. Καὶ εὖγε ἔχει. Καὶ νῦν ταυτὸ τοῦτο παρακαλοῦμεν· καὶ Σκύθας καὶ Ἄῤῥαβας θανατοῦντας τὸν λαὸν τοῦ Θεοῦ πολεμεῖν, καὶ μὴ φείδεσθαι τοὺς βασιλέας. Ἄλλο τοῦτο, κἀκεῖνο ἕτερον· τὸ μὲν ἐπὶ τοὺς πολεμίους· τὸ δὲ ἐπὶ τοὺς ὑπὸ χεῖρα αἱρετικούς. Τὸ γάρ τοι περὶ τοῦ Νηστευτοῦ Ἰωάννου τοῦ τῆς Κωνσταντινουπόλεως προέδρου, οὔ μοι φαίνεται ἀληθὲς, ἐπιτρέψαι ἀνασκολοπισθῆναι τοὺς γόητας, ἀλλὰ παρακεχωρηκέναι. Φονεῖς γὰρ καὐτοί· ἐφ᾽ οὓς οὐ κωλυτέον τοῖς κρατοῦσι τὰ τῶν Ῥωμαϊκῶν νόμων δρᾶν. Οὐ γὰρ εἰκῇ, φησὶ, τὴν μάχαιραν φοροῦσιν· ἔκδικοί εἰσι τῷ τὸ κακὸν πράσσοντι· οὐ μὴν ἐφ᾽ οὓς ὁ Κύριος ἐκώλυσεν, ἐπιτρέπειν χρή. Σωμάτων γὰρ ἄρχοντες, τοὺς ἐν τοῖς σωματικοῖς ἁλόντας ἐξὸν αὐτοῖς κολάζειν· οὐχὶ τοὺς ἐν τοῖς κατὰ ψυχήν· τῶν γὰρ ψυχῶν ἀρχόντων τοῦτο· ὧν τὰ κολαστήρια, ἀφορισμοὶ, καὶ αἱ λοιπαὶ ἐπιτιμίαι.
Οὕτως οὖν, ὦ δέσποτα, ἡμεῖς οἱ εὐτελεῖς φρονοῦμεν· καί γε, ἵνα ἐν ἀφροσύνῃ εἴποιμεν, καὶ παῤῥησίᾳ λελαλήκαμεν τῷ μὲν μακαριωτάτῳ ἡμῶν πατριάρχῃ, ὅτι μαχαίρᾳ ἡ Ἐκκλησία οὐκ ἐκδικεῖ, καὶ κατένευσε· τοῖς δὲ τὴν σφαγὴν δράσασι βασιλεῦσι· τῷ μὲν πρώτῳ, ὅτι Οὐκ ἠρέσθη Θεὸς ἐπὶ τῇ τοιαύτῃ ἀναιρέσει· τῷ δὲ δευτέρῳ ἀπαιτοῦντι τὴν συνηγορίαν τῆς ἀναιρέσεως, ὅτι Πρότερον ἡ κεφαλή μου αἴρεται, ἤπερ συνθέσθαι με τούτῳ. Ταῦτα δὴ παρ᾽ ἡμῶν τῶν ἁμαρτωλῶν. Ὑμεῖς δὲ, ἁγιώτατοι, εἰ ἕτερον Εὐαγγέλιον ἀνέγνωτε, ὅπερ ἡμεῖς οὐκ ἴσμεν, εὖ ἂν ἔχοι· εἰ δὲ μὴ, σκοπήσατε τί ὁ Ἀπόστολος ἀποφαίνοιτο.