Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 17: To the Superior of the Lavra of St Chariton

ΙΖ΄. — Τῷ θεοτιμήτῳ, ἠγαπημένῳ καὶ πνευματικῷ μου Πατρὶ, κυρίῳ καθηγεμόνι τῆς μεγίστης λαύρας τοῦ παμμάκαρος ἁγίου Πατρὸς ἡμῶν Χαρίτωνος, καὶ τοῖς ὑπ᾽ αὐτῇ ὁσίοις μου Πατράσιν, Θεόδωρος ἐλάχιστος, πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου.

Ἐπειδὴ παρ᾽ ἐλπίδα ἡ ἐπίτευξις τῶν γραμμάτων, θαυμαστικῶς βοήσομαι· Πόθεν μοι τοῦτο, ἵνα ἀξιωθῶ ὁ εὐτελὴς ἐπιστεῖλαι ὑμῖν τοῖς ἁγίοις μου Πατράσιν; ἰδοὺ γὰρ ὡς κατείληφεν ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν ὁ χαλεπώτατος διωγμὸς οὗτος· οὗ ἡ ἀκοὴ πάντως μέχρι καὶ ὑμῶν ἔφθασεν. Ἐσκόπουν καὶ ἀνηρεύνων ὁ ταπεινὸς, πῶς καὶ δι᾽ οὕτινος προσώπου δυνηθείην ἀποδύρασθαι, καὶ πρὸς ὑμᾶς τοὺς ἁγίους τὰ συμβάντα ἡμῖν δεινὰ, οὐκ ἄλλου τινὸς ἕνεκεν, ἢ τοῦ εἰς συμπάθειαν ἐκκαλέσασθαι ὑμῶν τὰς ἁγίας ψυχὰς, ἀντιλαβέσθαι ἡμῶν διὰ τῶν προσευχῶν, συμπάσχειν δηλονότι εἰδότων κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν. Εἴπερ ἐσμὲν οἱ πάντες σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. Καὶ ὡς ἤδη ταῦτα ἐνενόουν· ἐπέστη ἀθρόως καὶ ὁ γραμματοφόρος ἐκ τῶν αὐτόθι ἤκων· καὶ οὗτος υἱὸς ἐμὸς ἐν πνεύματι, καὶ λίαν πιστότατος. Πῶς οὖν οὐκ ἔμελλον ὁ ἁμαρτωλὸς ἐκπλαγῆναι ἐπὶ τῷ ἑρμαίῳ; Πῶς δὲ οὐκ ἀνθομολογήσασθαι Κυρίῳ τῷ Θεῷ μου τὰ εἰκότα; Ἀλλὰ πρὶν ἐξειπεῖν τὰ ὀδυνηρὰ, τὸν πρὸς ὑμᾶς μου πόθον ἀφοσιώσομαι ὁ ταπεινός. Χαίρετε, ὦ μακαριώτατοι Πατέρες· οἱ τῆς ἁγίας γῆς οἰκήτορες· τὸ χρυσοῦν γένος· οἱ τὴν πίστιν δοκιμώτατοι, καὶ τῶν παθῶν δαμάτορες· χαίρετε, ἡ περιβόητος ὁμήγυρις Χριστοῦ· οἱ ἐργάται τῶν ἐντολῶν Κυρίου· καὶ τῆς ἐν παραδείσῳ διαίτης τὴν θεοειδῆ ζωὴν μιμούμενοι· χαίρετε, ἡ τοῦ Θεοῦ πόλις ἐκλεκτή· εἴπερ ἐν μέσῳ ὑμῶν Κύριος, διὰ τῆς τῶν ἀγαθῶν ἔργων ἀναλήψεως θεραπευόμενος. Ἐβουλόμην ὄψει ὑπολαβεῖν τὴν θείαν ὑμῶν περιοχὴν, καὶ προσάψασθαι τῶν ἱερῶν ὑμῶν ἰχνῶν· ἰδεῖν τὸ ἅγιον τέμενος· προσκυνῆσαι τὸ θεῖον ἔδαφος· ἕκαστα κατασκοπῆσαι, ποῦ ὁ ἅγιος τοῦ Θεοῦ ὁ φερωνύμως Χαρίτων πεπληρωμένος ἐνήθλησε μαρτυρικῶς τε ὁμοῦ καὶ ἀσκητικῶς· πῆ δὲ τὸ ἱερὸν αὐτοῦ σῶμα τεταμίευται· ὁ ὄντως θησαυρὸς τῶν ἀρετῶν· ὁ τῆς ἐρήμου πολίτης, καὶ τῆς οἰκουμένης λαμπτήρ· οὗ τὸ ἔντιμον σπέρμα οὐκ ἐκλέλοιπεν, οὐδὲ ἐκλείψειεν ἕως τῆς συντελείας τοῦ αἰῶνος. Εἶθε εἶδον ταῦτα, καὶ περιεπτυξάμην τὸν χοῦν ὡς ἔμψυχον! ὥφελον καὶ ἀπήχθην ἐν ταῖς λοιπαῖς θήκαις τῶν ὁσίων, ἀπ᾽ αὐτῆς μόνης ὄψεως ἁγιαζόμενος! Ἀλλ᾽ ἐπεὶ ταῦτα ἐξ ὀλίγου μοι ὕμνηται, φέρε διηγήσωμαι καὶ τὰ ὀδύνης ἔμπλεα· Ἀνέστη βασιλεὺς ἕτερος, φησί που τὸ ἱερὸν Γράμμα, ὃς οὐκ ἤδει τὸν Ἰωσήφ.

Τοιοῦτος δὴ οὖν ὁ ἡμέτερος Φαραὼ, ὦ ἁγιώτατοι· οὐ τὸν Ἰωσὴφ ἀγνοῶν, ἀλλὰ τὸν ἀγοράσαντα αὐτὸν Δεσπότην ἀρνούμενος. Δῆλον γὰρ ὡς ὁ ἀθετῶν αὐτοῦ τὴν εἰκόνα, αὐτὸν ἀθετεῖ. Οὕτω καὶ τὴν Θεοτόκον, καὶ πάντα ἅγιον ἠθέτησεν. Οὐ γὰρ ἔφερε φύσις ὢν ἀρνητικὴ, μὴ οὐχὶ τῇ κεφαλῇ συμπεριελεῖν καὶ τὰ μέλη πάντα· ἵνα μόνη ἡ εἰκὼν αὐτοῦ ἐμφανίζηται, Ναβουχοδονοσορικῷ δόγματι. Ἐντεῦθεν ἐρήμωσις πασῶν τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, ἀφανιζομένης πανταχοῦ πάσης σεπτῆς εἰκόνος. Ἐντεῦθεν ἔμπρησις ἱερῶν ἀναθημάτων, ἐν οἷς εἰκών· καὶ βίβλων, ἐν αἷς περὶ αὐτῆς τι λεκτόν. Ἐντεῦθεν τὰ τῆς ἀσεβείας χειρόγραφα ἀπαιτούμενα· καὶ ἡ μέθεξις τῆς ἀθέου κοινωνίας διὰ πολλῆς ἐκζητήσεως καὶ ἐρεύνης· ὡς μὴ ὑπολειφθῆναι ἀνάλωτον πάντα ἄνθρωπον. Δυοῖν γὰρ θάτερον ἀνάγκη· ἢ προσκυνῆσαι τῇ εἰκόνι τῇ χρυσῇ, ἢ τῇ πονηρᾷ φλογὶ τῶν βασάνων ὑποβληθῆναι. Καὶ ὅμως εὐαρίθμητοι οἱ ἀκαμπεῖς. Τίνες οὗτοι; Ὁ ἱερὸς ὑμῶν πατριάρχης, ἱεράρχαι τε καὶ ἱερεῖς, μονασταὶ καὶ μονάζουσαι. Οὐδὲ γὰρ ἡ πόρνη ὄψις, ἠδέσθη καὶ μέχρι τούτων τὰς μάστιγας ἐπαφεῖναι. Πῶς γὰρ ἂν ἐναργῶς παραστήσαιμι τὰς θλίψεις, τὰς φυλακὰς, τοὺς δεσμοὺς, τὰς λιμοκτονήσεις, τὰς ἐξορίας, τὰς ἀπαγωγὰς, τοὺς θανάτους; Ἐπεὶ καὶ μέχρι τοῦδε ἡ πεῖρα, τὰς ἐν ὅρεσι φυγαδείας, τὰς ἐν σπηλαίοις καὶ ὀπαῖς τῆς γῆς κατακρύψεις. Ἀβδιοὺ ὁ προφήτης, ἔτι ὦν τριστάτης Ἀχαὰβ, τῆς Ἰεζάβελ φονώσης· λέγεται κατακρύψαι υἱοὺς τῶν προφητῶν ἀνὰ πεντήκοντα εἰς δύο σπήλαια, οὖς καὶ διέτρεφεν.

Ἐνταῦθα δὲ εἰ φωραθείη τις καὶ μόνον ἕνα κεκρυφὼς, ἐν κινδύνῳ μεγάλῳ· ἀλλὰ γὰρ κἂν κρύβδην, φεύγων τὴν ἀσεβῆ κοινωνίαν, ἢ εἰκόνα φρουρῶν, ἢ βίβλον περιέχουσαν τὰ κατ᾽ αὐτήν. Σιγᾷ τὰ τῶν εὐσεβούντων ἔνδον στόματα· ἀνεῖται βλάσφημος γλῶσσα· κωμῳδεῖται τὸ μέγα τῆς οἰκονομίας μυστήριον. Ἄρτι, φησὶ, Κύριος ἐλάλησεν εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὀσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ᾽ αὐτόν· ὁ ἐν ἀρχῇ φήσας τοῖς οἰκείοις μαθηταῖς· Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Ἄρτι, φασὶν, ἤρθη ἐκ μέσου βδελύγματα Ἐλληνικῆς πολυθεΐας· τοῦ Ἀποστόλου ἀρχῆθεν βοῶντος· Οὐδὲν εἴδωλον ἐν κόσμῳ. Ἄρτι, φασὶ, κεκάθαρται ἡ Ἐκκλησία, ἣν πάλαι ἀπέφηνεν ὁ αὐτὸς Ἀπόστολος μὴ ἔχειν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων· ἀλλ᾽ εἶναι ἁγίαν καὶ ἄμωμον. Ἄρτι, φασὶ, τὸ φῶς ηὔγασε τοῖς Χριστιανοῖς ἐνισχημένοις ζόφῳ ἀγνοίας· οἷς ἄνωθεν καὶ ἀπ᾽ ἀρχῆς Χριστὸς ἔφησεν· Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα· ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ, ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. Ὁρᾶτε, ἀδελφοὶ ἅγιοι, τὴν ἀποστασίαν ἣν δεῖ πρῶτον ἐλθεῖν, καθά φησιν ὁ Ἀπόστολος. Ἤδη ἐν ὀφθαλμοῖς ἡμῶν ὁρῶμεν τὰ εἰσόδια τοῦ Ἀντιχρίστου. Ἐκλελοίπαμεν· παρανηλώμεθα· Ἐξέλιπε φυσητήρ· ἀπελήλαται πᾶσα ἐλπὶς ὅσον κατὰ ἄνθρωπον. Ἀλλὰ στενάξατε ἐφ᾽ ἡμᾶς, ὦ συμπαθέστατοι, ὡς σύσσωμοι. Ὁρέξατε χεῖρα πρεσβευτικὴν, ὡς φιλάδελφοι. Τῶν αὐτόθι χείρονα τὰ ἡμέτερα βαρβαρίζεται. Ὡς Σόδομα ἤδη γεγόναμεν, καὶ ὡς Γόμοῤῥα ἤδη ὡμοιώθημεν. Διὰ τοῦτο τοιγαροῦν καὶ ἐπεβοησάμεθα τῇ ἁγιωσύνῃ ὑμῶν οἱ ταπεινοὶ, ὡς ἐν ἑνὶ σώματι τῶν πάντων ἀδελφῶν καὶ συμπασχόντων. Ἴσμεν γὰρ ὅτι ἰσχύει ἡ δικαία ὑμῶν δέησις ἐνεργουμένη, ὡς ἂν τῷ ἐξιλασμῷ αὐτῆς κοπάσῃ ἡ θραῦσις τῆς αἱρετικῆς ῥομφαίας· τοῦ Κυρίου εἰς εἰρηνικὴν ὀρθοδοξίαν ἐπανάγοντος καὶ τὴν καθ᾽ ἡμᾶς Ἐκκλησίαν. Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς, ὦ σεβάσμιοι, ἐκ μέρους, οἷα τὰ ἀσεβῆ δόγματα τῶν ἀθέων· συναπέστειλα τοῖς γράμμασι ταῦτα ἐν τετραδίοις· ἃ καὶ ἔδοξα ὁ ἀμαθὴς ἀνατρέπειν, προτραπεὶς παρὰ εὐσεβῶν. Αἰτῶ δὲ ὑπὸ τῆς θείας ἀγχινοίας ὑμῶν ἐπισκεφθῆναι, καὶ τὸ ἐλλιπὲς ἀνορθωθῆναι· καὶ συγγνώμην τῶν ἐπωφλημένων δέξασθαί με· λαμβάνεσθαί τε εἰς μνήμην ἐν ταῖς θεοκλινέσιν ὑμῶν προσευχαῖς· καὶ μὴν καὶ συντάττεσθαι ὡς ἔσχατον πάντων μέλος ἐν τῷ πληρώματι τῆς ἁγίας ὑμῶν Ἐκκλησίας.

Ἡ αὐτὴ ἐπιστολὴ ἀπεστάλη καὶ πρὸς τὴν μονὴν τοῦ ἁγίου Εὐθυμίου.

· Contents ·