Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 161: To Nicetas the Spatharius
ΡΞΑ΄. — Νικήτᾳ Σπαθαρίῳ.
Ἐδηλώθη μοι ὑπὸ τοῦ καλοῦ σου ἀδελφοῦ, ὅτι τις τῶν ἡμετέρων ἱεραρχῶν ἐνδιέβαλέ με ἐπὶ τοῦ τιμίου προσώπου τῆς ἀγάπης σου, ὡς θεοποιούμενον τὴν Χριστοῦ εἰκόνα· καὶ τοῦτο κεῖσθαι ἐν τῇ πρὸς τὸν ἀδελφὸν Ἀθανάσιον ἐπιστολῇ μου. Ἐφ᾽ ᾗ διαβολῇ ἐστέναξα ὁ ταπεινὸς, ἐννοούμενος πῶς οἱ κατηγγελμένοι καὶ περὶ ἀργοῦ ῥήματος δώσειν λόγον ἐν ἡμέρᾳ κρίσεως, ἐπὶ τῶν οὕτω μεγίστων· τί γὰρ μεῖζον πίστεως; ἁπλῶς καὶ ἀφυλάκτως φθέγγονται, κατηγορίας βέλει τιτρώσκοντες τοὺς ἀνευθύνους· καὶ οὐχὶ μᾶλλον, εἴπερ καί τι ἦν ἐσφαλμένον, ἀγαπητικῶς ὑπομνῆσαι, κατὰ τὸ γεγραμμένον· Ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου, καὶ οὐ λήψῃ δι᾽ αὐτὸν ἁμαρτίαν. Τὸ δ᾽ οὕτως ἐνδιαβάλλειν, οὐ μόνον ἐστὶ τῆς ἐντολῆς ἀναιρετικόν· ἀλλὰ γὰρ καὶ τῷ ὀνόματι τῆς διαβολῆς αὐτὸς ἑαυτὸν ἄξιον ὀνομάζεσθαι ἀποφαίνει· οὗ τί χεῖρον εἶεν ἐν ἀνθρώποις; Ἀλλ᾽ ἐπὶ τὴν ἔγκλησιν ὁ λόγος. Θεοποιεῖται, φησὶ, τὴν Χριστοῦ εἰκόνα. Οὐτίπου τοῦτο, ὦ τριπόθητε, ἐν τῇ ἐπιστολῇ μου· ἀλλ᾽ ὅτι τῇ Χριστοῦ εἰκόνι οὐ λατρευτέον· εἰδωλολατρίας γὰρ φρόνημα τοῦτο· μόνῃ γὰρ τῇ ἁγίᾳ Τριάδι τοῦτο ἀναθετέον. Καὶ ὅτι ὁ ἐν τῇ ἁγίᾳ εἰκόνι προσκυνούμενος Χριστὸς, λατρεύεται σὺν Πατρὶ καὶ Πνεύματι· τὴν δὲ Χριστοῦ εἰκόνα προσκυνητέον σχετικῇ προσκυνήσει, καὶ ὅτι ταύτην προσκυνοῦντες, τὸν Χριστὸν προσκυνοῦμεν, οὐ διαιρούμενον κατὰ τὴν ὑπόστασιν, ἀλλὰ διαφορούμενον κατὰ τὸν τῆς οὐσίας λόγον· ὅπερ καὶ ἀληθές. Τὸ γὰρ ἀρχέτυπον ἐν τῇ εἰκόνι ἐκφαίνεται· καὶ ἑκάτερον ἐν ἑκατέρῳ, κατὰ τὸ τῆς οὐσίας διάφορον, ὥς φησιν ὁ πάνσοφος Διονύσιος.
Πῶς οὖν, οὕτως ἐχούσης τῆς ἐπιστολῆς, ἐνδιαβάλλει ὁ δι᾽ ἐναντίας, καὶ ἀποδείκνυσιν ἑαυτὸν ἀντίθετον τοῖς ἁγίοις; Ἀλλὰ τί βούλοιτο; προσκυνοῦντας ἡμᾶς τὴν τοῦ Χριστοῦ εἰκόνα, ὁμολογεῖν προσκυνεῖν ἄλλην ὑπόστασιν; Φεῦ τῆς ἀτοπίας! τοῦτο γὰρ μερίζειν ἐστὶ τὰ ἀμέριστα, ἀλλ᾽ οὐκ ἐνδέχεται. Οὔτε γὰρ τὸ κράτος σχίζεται, οὔτε ἡ δόξα μερίζεται, ὡς αὖθις φησιν ὁ μέγας Βασίλειος. Διὸ καὶ προσκυνουμένης τῆς εἰκόνος, ὁ Χριστὸς προσκυνεῖται, οὗ ἐστι καὶ ὁμοιότης· καὶ οὐχὶ ἡ ὑποδεξαμένη ὕλη τὴν ὁμοιότητα, ὡς καὶ ἐπὶ τοῦ τύπου τοῦ σταυροῦ διαδείκνυται. Ὁ γὰρ τὴν ὕλην δοκῶν προσκυνεῖν, νήπιος, ἄλογος. Οὔτε οὖν ἡ ὕλη, ἐφ᾽ ᾗ ἡ εἰκὼν, προσκυνεῖται, οὔτε παρὰ τὴν τοῦ εἰκονιζομένου, ἄλλη ὑπόστασις. Ἐπ᾽ ἀμφοτέροις γὰρ ἐπίσης ἡ παρατροπὴ τὸ ἀσεβὲς ἔχει. Τοιγαροῦν διὰ τοῦτο καὶ ὁ τύπος τοῦ σταυροῦ σταυρὸς εἴρηται, καὶ ἡ εἰκὼν τοῦ Χριστοῦ Χριστὸς εἴρηται· οὐ κυρίως, ἀλλὰ κατὰ κατάχρησιν. Ἐὰν οὖν τοῦτο ἡμᾶς πείσῃ μὴ τὸν τύπον τοῦ σταυροῦ σταυρὸν ὀνομάζειν, πείσειεν ἡμᾶς μήτε τὴν εἰκόνα τοῦ Χριστοῦ Χριστὸν ὀνομάζειν. Καὶ, ἐὰν ἐν τῷ πρώτῳ τὸ μὴ προσκυνεῖν τὸν σταυρὸν, προσκυνοῦντας τὸν τύπον, μηδὲ ἐν τῷ δευτέρῳ προσκυνεῖν Χριστὸν, προσκυνοῦντας τὴν Χριστοῦ εἰκόνα. Ἀλλὰ μὴν τὸ πρῶτον ἀληθὲς, ὅτι σταυρὸς καὶ λέλεκται καὶ προσκυνεῖται ὁ οἰκεῖος αὐτοῦ τύπος. Οὐκοῦν καὶ τὸ δεύτερον ἀληθὲς, ὅτι Χριστὸς καὶ λέλεκται καὶ προσκυνεῖται ἡ οἰκεία αὐτοῦ εἰκών· καὶ μάτην εἰκαιολογεῖ ὁ παρὰ ταῦτα καινότερόν τι φρονῶν ἢ λέγων. Ταῦτα γέγραφα, ὁμοῦ μὲν ἑαυτὸν ἔξω αἰτίας τιθείς· ὁμοῦ δὲ καὶ τῆς σῆς φειδόμενος ἀγαπητικῆς ὑπεροχῆς· εἰς τὸ ἀντιποιεῖσθαι ὀρθοδόξου πίστεως, καὶ μὴ παρασύρεσθαι λόγοις ἑτεροδιδασκαλίας.