Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 162: To Theodore the Monk

ΡΞΒ΄. — Θεοδώρῳ μονάζοντι.

Ἐδεξάμην τὴν ἐπιστολὴν τῆς τιμιότητός σου ἐπιγράφουσαν, Ἐγκύκλιος ἐπιστολὴ, ἤτοι θεραπευτική. Καὶ εὐθὺς ἀπὸ βαλβίδος ἐξέστην, ἀδελφέ· ἐπελθὼν δὲ τοῖς ἐφεξῆς, μικροῦ καὶ τοὺς λογισμοὺς ἀπώλεσα, μὴ ἔχων ὅτι διαλογίσομαι, ἢ τί ἀποκριθήσομαι τῷ ἠγαπημένῳ. Καί μοι μακροθύμως οἴσειας· εἰ καὶ τραχύτερα τὰ λεχθησόμενα· οὐκ ἔχοντι πῶς ἄλλως τὰ ἐνσκήψαντα τῇ ταπεινῇ μου καρδίᾳ κατὰ τὸ εἰκὸς ἐκφερομυθῆσαι, καὶ ἀναγκαῖον εἰπεῖν. Ἆρα μή τις, ἀγαπητὲ, σὸν τὸν πρόσωπον ὑποδὺς εἰς τοσοῦτον ἐξετραχηλιάσθη ὅγκον φρονήματος, ὥστε ἐννοῆσαι τὰ ὑπερνεφῆ, καὶ δρᾶσαι τὰ καταράσσοντα; Ἆρα μὴ αὐτοὶ ἡμεῖς ἔξω ποτὲ φρενῶν γενόμενοι παιδιάν τινα προειλόμεθα, συγγράφεσθαι, ἐν οὐ παικτοῖς, ἀλλὰ καὶ λίαν χαλεποῖς τολμήμασι; Τί λέγεις, ὦ τᾶν; ἔξεστιν ἡμῖν τοῖς μή τινα κλῆρον ἱερωσύνης ἔχουσιν, ἢ μόνον ἐν μοναχοῖς τελοῦσι, δίχα κινδυνευούσης ἀληθείας, ἁρπαγμῷ ἱερατικοῦ ἀξιώματος ἐγκύκλιον ἐπιστολὴν ἐντάττειν· καὶ ταύτῃ κατεξανίστασθαι ἱεραρχῶν τε καὶ ἱερωμένων, μοναστῶν τε καὶ καθηγουμένων· οὐ μὴν ἀλλὰ καὶ νόμους ἰδικοὺς ἀποίσειν ἐξ ἰδιοκρίτου καρδίας· πρὸς δὲ καὶ ὕβρεσι καὶ ὀνείδεσι, κατακρίσεσί τε καὶ ἀλλοτριώσεσιν ὑποβάλλειν τὸ ὅλον πλήρωμα τῆς ὁμολογητικῆς ἀδελφότητος; Οὗτοι γὰρ, ὡς φὴς, κἂν οὐχὶ πάντες οἱ τῆς ἀληθείας ὑπασπισταί· τὸ τῆς μετανοίας ὑποκρινόμενοι, ὃν τρόπον οἱ τῆς ἐναντίας μοίρας τὸ τῆς εὐσεβείας ὄνομα ψευδῶς ὑποδυσάμενοι, ἐξ ἴσου παγχάλεπα τὴν ἀλήθειαν καὶ τὴν μετάνοιαν διέθηκαν, δεινοῖς κατακοντίζοντες λόγοις, καὶ συρφετὸν ἀθλίων εἰσκομίζοντες λογισμῶν· διχοστασίας ἐγείροντες, τὴν ἀμώμητον πίστιν ἀδικοῦντες, τὸν ἀπάντων ἡνίοχον καὶ ἐπιστάτην καὶ δημιουργὸν ἀτιμάζοντες, ἀλλήλοις ἐρίζοντες, λημμάτων ἡττώμενοι πόρους ἐπινοοῦντες, τοῖς ὁμόφροσι τῶν ἀσεβησάντων χάριν προσκρούοντες τῶν ὁμολογησάντων, καὶ τῆς ἀληθείας κεκινδυνευκότων· τοὺς τὰ μέγιστα ταύτην ἀδικήσαντας καὶ διώξαντας προτιμῶντες καὶ προτιθέμενοι· οἷς τε δρῶσι τῇ ἀληθείᾳ χαλεπαίνοντες· καὶ τὸ ὑπὲρ Χριστοῦ παθεῖν οὐδὲν ἡγούμενοι· κακῶς εἰδότες, καὶ ὑπὲρ ὧν κεκινδυνεύκασιν, ὡμῶς καὶ ἀκαθηκόντως ἀμνημονήσαντες. Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ· καὶ ἔφριξα ἐπὶ πλεῖον ἐγὼ ὁ τάλας· καὶ εἰ μὴ τῶν σῶν φωνῶν ἐπαῖειν, οὐκ ἂν ἐπίστευσα τῷ προδεδηλωκότι ἐπιστολὴν συντετάχθαι ὑπὸ τῆς τιμιότητός σου κατὰ τῆς τοῦ Θεοῦ Ἐκκλησίας. Κατ᾽ αὐτῆς γάρ ἐστι, τὸ τοὺς κλεινοὺς καὶ ὁμολογητὰς ἄνδρας, οἱ περιῆλθον ἐν ποικίλοις πειρασμοῖς ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, διωκόμενοι, ἐν ἐρημίαις πλανώμενοι, καὶ ὅρεσι καὶ ταῖς ὀπαῖς τῆς γῆς· ὧν οὐκ ἄξιος ὁ κόσμος, ἀποστολικῶς εἰπεῖν· καταγορεύειν τὰ τοιαῦτα βατταρίσματα· καὶ οὔπω ἐκπέφασται τὰ αἰτιολογικώτερα καὶ ἀπανθρωπότερα.

Τολμᾷ τις, ἐρωτῶ, ἐν τοῖς στρατιώταις κατειλεγμένος, βασιλικῷ συγγράμματι ἐξαυθεντήσας, τοῦτο κἀκεῖνο διαγορεύειν, καὶ τοὺς ἐν ὑπεροχαῖς καθυβρίζειν, ὡς ἀτάκτως καὶ εἰκῇ φερομένους; Εἰ δὲ τοῦτο φωραθείη πεποιηκὼς, ἀνάρπαστος εὐθὺς καὶ ἀγώγιμος ὡς ἐπιθανάτιος· τί καὶ οὐ πείσεται ὁ ἁπλῶς μοναστὴς ὑπὸ τοῦ τῆς Ἐκκλησίας κριτηρίου παραπλήσιον ἐκείνῳ τετολμηκώς; Μὴ γὰρ οὐκ ἔχομεν ἀρχιερέα τὸν δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, κατὰ τὸ γεγραμμένον· μετριοπαθεῖν τε δυνάμενον τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις· οὗ ἡ ἐγκύκλιος ἐπιστολὴ κατὰ τὴν δεδομένην αὐτῷ ἐξουσίαν ὑπὸ τοῦ Πνεύματος; ὃς εἰ ἤδει ἐν τοῖς γινομένοις ἔκθεσμόν τι καὶ οὐ λυσιτελοῦν, πάντως δὴ ἐφθέγξατο τὰ εἰκότα. Ἀλλ᾽ ἐπειδὴ ὁρᾷ ἐπικρατοῦσαν τὴν αἵρεσιν, καὶ στενὰ ἀμφοτέρωθεν παριστάμενα· εἴασεν ἅπαντας τοὺς προθυμουμένους ἰᾶσθαι τὰ συμπεσόντα νοσήματα, ὡς ἕκαστος ἔχει δυνάμεως, εὖ ποιῶν ὁ θεσπεσιώτατος. Ὡς μήτε νομοθεσίαν εἶναι τὸ τελούμενον, μήτε μὴν ἀσθεράπευτον ψυχὴν ὑπὲρ ἧς Χριστὸς ἀπέθανε, καταλιμπάνεσθαι· καὶ τοῦτο δηλαδὴ μέχρις ὀρθοδόξου συνόδου· ὁπηνίκα καὶ τὰ καλῶς ὑπηργμένα ἐγκριθήσεται· καὶ τὰ ἄλλως ἔχοντα ἀποδοκιμασθήσεται· καὶ τὸ πρᾶγμα Θεῷ προσφιλὲς ὅτι μάλιστα, ὃς ἐρᾷ πάντας σώζεσθαι· μὴ ὅτι γε τοὺς τῷ τῆς μετανοίας φαρμάκῳ προστρέχοντας; ὃς καὶ συνεπικουρεῖ τῷ φιλαδέλφως χεῖρα ὀρέγοντι, καὶ συνανίστησι τῷ συνεγείροντι τὸν κάμνοντα. Αὐτοῦ γὰρ φωνή ἐστι· Παρακαλεῖτε, παρακαλεῖτε, οἱ ἱεροῖς, τὸν λαόν μου· λαλήσατε εἰς τὰ ὦτα Ἱερουσαλήμ. Τί δ᾽ ἂν ἄλλο εἴη ἡ παράκλησις, ἢ ἡ τῶν ἀνθεστηκότων συντήρησις, καὶ τῶν ἐκτραπέντων διὰ μετανοίας ἐπανόρθωσις; Εἶτα πρὸς τοὺς ἡμαρτηκότας· Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, καὶ γνώσῃ ποῦ ἦσθα. Καὶ αὖθις· Ἔτι σου τὰ ῥήματα τῆς προσευχῆς λαλοῦντος, ἐρεῖ· Ἰδοὺ πάρειμι. Καὶ βοηθός ἐστι τῶν ἀποστρεφόντων ἀπὸ ὁδοῦ πονηρᾶς· καὶ τὸ πεπλανημένον πρόβατον ἐπὶ τῶν ὤμων αἴρει· καὶ ἄχρις οὗ τὸ σήμερον καλεῖται, τὰ τῆς μετανοίας φάρμακα προστίθησι· καὶ τὸν ληστὴν ἐν μιᾷ καιροῦ ῥοπῇ τοῦ παραδείσου ἠξίωσε· καὶ τὸν μέγαν Πέτρον ἀρνησάμενον τῷ πικρῷ κλαυθμῷ προσήκατο· καὶ τῷ Δαυῖδ, ὡς μηδ᾽ ὁτιοῦν ἁμαρτήσαντι, πάλιν τὸ τῆς προφητείας ἐνίησι χάρισμα. Καὶ τί δεῖ τὰ πολλὰ παραδείγματα ὑποφαίνειν, καὶ μηκύνειν τὸν λόγον; καὶ χρηστός ἐστιν ἐν τοῖς πρὸς τοὺς ὁμοδούλους χρηστευομένοις, καὶ ἀπότομος ἐν τοῖς ἀσυμπαθέσιν. Οὗ εἵνεκα αἱ ἰατρεῖαι, αἱ ἐπιτιμίαι κατὰ τὸν παρόντα χρόνον τελούμεναι· οὐχ ὡς ἡ τιμιότης σου κεκωμώδηκεν, ἅπαγε τῆς βλασφημίας, οὐδὲ σκανδάλων παραίτια τὰ γινόμενα, ἀλλ᾽ ἀληθινῆς ἀγάπης τεκμήρια. Φησὶ γὰρ ὁ Κύριος, Τοιαύτην ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.

Τιθέασιν οὖν τὰς ψυχὰς αὐτῶν ὑπὲρ τῶν ἰατρευομένων οἱ ἀκέστορες, κατὰ τὸν ἀληθῆ λόγον· οὐκ ἐμπορευόμενοι τὴν θεόκριτον οἰκονομίαν ὡς Χριστέμποροι. Καὶ ὁ λαὸς τοῦ Θεοῦ ὁσημέραι ἀνακαθαίρεται· καὶ ὁ οἶκος Σαοὺλ ἀσθενῶν ἠλάττωται· ὁ δὲ οἶκος Δαυῖδ μεγαλυνόμενος ἐπηύξηται· ἐκ τούτου εἰς τοῦτο μεταταττομένου τοῦ ἀνοσήματος. Ἀλλὰ τί βούλοιο, ὦ θαυμάσιε· ἐν τοσούτοις χρόνοις ἐπικρατούσης τῆς αἱρέσεως, καὶ ὀλλυμένου τοῦ θείου πλάσματος, μὴ ὀπτανθῆναι ἰατρόν τί που; μὴ εἶναι θεραπευτικὰς μεθόδους; μὴ χειραγωγηθῆναι τυφλώττοντα; μὴ ὑγιασθῆναι νοσηλευόμενον; μὴ μοτωθῆναι τραυματιζόμενον; μὴ ὀρθοποδῆσαι χωλεύοντα; μὴ καταδεσμευθῆναι συντριβόμενον; μὴ ἐπιστραφῆναι πλανώμενον; μὴ κατὰ πᾶν ὁτιοῦν νόσημα καθόσον οἷόν τε ἐπαγωνίσασθαι τὸν προαιρούμενον; Καίτοιγε ὁρῶμεν ἐν τοῖς τῶν σωμάτων ἰατροῖς πολλὴν τὴν ἐπιμέλειαν, καὶ πολλὰ τὰ ἰατήρια· καὶ ὃς μὲν τόνδε, ὃς δὲ τόνδε ἐκκεχείρισται θεραπεύειν· καὶ οὐδὲ ὁ ἐν τάξει ὑπηρέτου κατατεταγμένος κεκώλυται χειραπτεῖν κατὰ τὴν ἐνοῦσαν αὐτοῖς ἰατρικὴν ἐπιστήμην, ἢ προύχουσαν, ἢ ὑφισταμένην. Καὶ καθεκάστην οἱ συγκύπτοντες, καὶ πλήρεις αἱ τούτους ὑποδεχόμεναι ἑστίαι· καὶ οὐδεὶς κατεγκαλεῖ τὴν ἐπιμέλειαν· οὐδὲ καταιτιᾶται τὸν περὶ τὴν ἰατρείαν σπουδαιολογούμενον. Ἀλλὰ καὶ πρώταρχοι, καὶ ἀρχιητροὶ, καὶ μέσοι, καὶ τελευταῖοι, τὴν φιλάνθρωπον δρῶντες οἰκονομίαν. Εἰ δὲ ἐκεῖ οὕτως· πολλῷ δήπουθεν ἐν τοῖς κατὰ ψυχὴν, κατὰ τὸ ἀνάλογον, πάντα καὶ ὁρᾶται καὶ ὀφείλει γίγνεσθαι. Καὶ ὁ κωλύσων, λυμεών τις καὶ κοινὸς ἐχθρὸς τοῦ γένους, ὡς τῷ ἀπ᾽ ἀρχῆς ἀνθρωποκτόνῳ συνεργῶν λογισθήσεται. Οὐ, φησὶ, τοιοῦτον τὸ ἡμέτερον· ἀλλ᾽ ἐκεῖνο πυνθάνομαι, ὅτι εἰ ὁ Κύριος τὴν μετάνοιαν παρατροπὴν οὖσαν τῆς τοῦ δικαίου ἀκριβείας διὰ τὸ ἀγαθὸν οὐ τεθάῤῥηκε δωρεῖσθαι, πρὶν πᾶσαν ὀφειλομένην τοῖς τοῦ δικαίου σταθμοῖς τε καὶ ζυγοῖς, δι᾽ ἑαυτοῦ καταθέσθαι δικαίαν τιμωρίαν· τίς τολμηρὸς καὶ ὑπερήφανος, ὃς ἐπιτρέψει ἑαυτῷ μετάνοιαν καθαρίζειν τῶν ἀρνησαμένων τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὰ ὑπὲρ ἡμῶν παθήματα· μὴ πρότερον ἅπασαν ἔκτισιν ἀποδοῦναι τῇ τοῦ δικαίου ἀπαραβάτῳ αὐστηρίᾳ; Φεῦ τοῦ τολμηροῦ καὶ ἀσυνέτου προβλήματος! Πότε ὦπται ὁ Χριστὸς τὴν μετάνοιαν εὐαγγελιζόμενος; πότε τῷ παραλυτικῷ εἴρηκε· Θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου; Πότε τῇ δακρύοις βρεχούσῃ πόρνῃ τοὺς θείους πόδας ἡ αὐτὴ συγχώρησις δεδώρηται, ἐπιπλήττουσα Σίμωνα τὸν ἐστιάτορα; Πότε τῷ ἐν ἀσθενείᾳ κατακειμένῳ ἐν τριάκοντα καὶ ὀκτὼ ἔτεσιν εἴρηται· Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε· ἵνα μὴ χεῖρόν τί σοι γένηται· ὡς ἐξ ἁμαρτίας δηλαδὴ τῆς ἀσθενείας ἐπισκηψάσης; ἀλλὰ ἄττα οὐκ εὔκαιρον ὑποφαίνειν ἀνελιττομένῳ θεοσημείας ἔργα· πότερον πρὸ τοῦ πάθους, ἢ μετὰ τὸ πάθος; Εἰ δὲ πᾶσιν εὔδηλον καὶ ὁμολογούμενον, ὅτι πρὸ τοῦ πάθους, ὥσπερ καὶ τοὺς μαθητὰς ἀπεσταλκὼς δίδωσιν ἐξουσίαν, πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν θεραπεύειν· ἢ τις διὰ τῆς τῶν προσευχομένων μετανοίας καὶ ὑποπτώσεως ἐδεδώρητο· τίς ἡ τολμηρὰ γλῶσσα ἐπιφθεγγομένη μὴ τεθαῤῥηκέναι Χριστὸν, πρὸ τοῦ πρὶν πᾶσαν ὀφειλομένην τοῖς τοῦ δικαίου σταθμοῖς τε καὶ ζυγοῖς δι᾽ ἑαυτοῦ καταθέσθαι δικαίαν τιμωρίαν· κἀντεῦθεν ἐπιτιμᾶν τοῖς τῆς μετανοίας ἀναδεξαμένοις τὴν οἰκονομίαν· ὡς τολμηροῖς καὶ ὑπερηφάνοις· μὴ πρότερον ἅπασαν ἀποτῖσαι τὴν τοῦ δικαίου αὐστηρίαν; ἢ δῆλον ὅτι Φαρισαϊκῆς διανοίας ἡ ἐπίπληξις, καὶ Ναυατιανικῆς ἀπανθρωπίας ἡ ἀπαγόρευσις; Ὅρα δὴ οὖν λοιπὸν, ὦ ἄνερ, οἷον ἀπομετεωρισθεὶς κατεκρημνίσθης, τῶν οἰκείων μέτρων ἐκστὰς, καὶ μὴ συντετηρηκὼς ἑαυτῷ τὸ ἐνόν σοι ἀξίωμα; Ἢ οὐκ ἀνέγνως ὡς πᾶς ἀλλοτριοεπίσκοπος ἐκκήρυκτος; Καὶ οὐκ ἀπέστελλον αὐτοὺς, φησὶ, καὶ προεφήτευον. Καὶ, Οὐχ ἑαυτῷ τις τὴν τιμὴν λαμβάνει, ἀλλ᾽ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ. Οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενέσθαι ἀρχιερέα· κατὰ τὸ γεγραμμένον· ἀλλ᾽ ὁ λαλήσας πρὸς αὐτόν· Σὺ ἱερεὺς εἶ εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Σὲ δὲ τίς κέκληκεν, ἀδελφὲ, τίς δὲ κατέστησε νομοθέτην ἐπὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ, ὃς μηδὲ ἄρχεσθαι τυχὸν μεμαθηκώς; Κἀκ τούτου μὴ ἄρχειν τινὸς τεθεωρημένος, ὀφείλεις νομοθετεῖσθαι μᾶλλον ἢ νομοθετεῖν· χειραγωγεῖσθαι μᾶλλον ἢ χειραγωγεῖν· φωτίζεσθαι ἢ φωτίζειν· διδάσκεσθαι ἢ διδάσκειν· κἀκ τῆς τοῦ προτέρου πείρας ἐπὶ τὸ δεύτερον ἀνιέναι· ὥσπερ δὴ θεῖος νόμος καὶ κάλλιστα ἔχων κἂν τοῖς θείοις, κἂν τοῖς ἀνθρωπίνοις ἀξιώμασι.

Μὴ γὰρ οἰώμεθα, ὦ φίλε, τὸ ἐκ τῆς μωρανθείσης σοφίας εἰδέναι τι φθέγγεσθαι, καὶ ἐπίτριπτον λόγον συνεισβάλλειν, τοῦτο καθίστησι νομοθέτας· ἐπεὶ καὶ Μωαβίταις καὶ Ἀμμανίταις οὐκ εἰσιτητὸν θυσιαστήριον· ἀλλ᾽ οὓς ὑπακοὴ χριστομίμητος ἐδοκίμασε, καὶ πολυχρόνιος ὑπομονὴ ἐμαρτύρησε, καὶ εὐαγγελικὸς λόγος ἐτελείωσεν; εἰ δὲ καὶ ἐξωτερικὸς πάρεστιν, οὐκ ἄχαρις· εἴγε ὑπὸ ταπεινοφροσύνης κεκόσμηται, καὶ ὑπὸ τοῦ εὐαγγελικοῦ ἡγεμονεύοιτο· ἀλλὰ μὴ τοῖς οἰκείοις ἀξιώμασιν ἐναβρύνεται· οἷς οἱ ἐναβρυνόμενοι, ὡς ἐπὶ καλαμίνῃ ῥάβδῳ ἐπερειδόμενοι, εἰκότως τιτρωσκόμενοι καταράσσονται. Ἀλλὰ, φησὶ, ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ, καὶ οὐκ ἀνεκτὰ τὰ ὁρώμενα. Καὶ ποῦ ἡμῖν τὸ τῆς προφητείας χάρισμα, ὦ βέλτιστε; καὶ ποῦ τὸ Καρμήλιον ὅρος; καὶ ποῦ αἱ οὐράνιαι κλεῖς; καὶ ποῦ ἡ διατέμνουσα τὸν Ἰορδάνην μηλωτὴ, ἐν διπλῷ χαρίσματι τῷ Ἐλισσαίῳ ἐπιφοιτήσασα; ἡμῖν δὲ εἰ καί τι πάρεστι χάρισμα, τίνι καταλειπτέον· μηδὲ φοιτητὴν ἔχουσιν; Ὅθεν σκοπῶμεν ἤδη μήπως τῶν ὑπὲρ δύναμιν ἐφιέμενοι, καὶ τῶν μετρίων ἀποτύχοιμεν· μηδὲ τὸν κώνωπα διυλίζοντες, τὴν κάμηλον καταπίνωμεν· ἢ καὶ τὰ κάρφη ἐκ τῶν ὀφθαλμῶν τῶν ἀδελφῶν ἐξαίρειν δοκιμάζοντες, αὐτοὶ τὴν δοκὸν ἐπὶ τῶν ὀφθαλμῶν μὴ δοκοῦντες φέρωμεν· τὸ δὴ λεγόμενον· ἐξ ὧν συναναστρεφόμεθα καὶ συνεσθίομεν ὧδε κἀκεῖσε, καταγινωσκόμενοι. « Ὁ δεῖνα, φησὶ, ψευδῶς ἐξηγόρευκε, κρύπτων τὸ αἰσχρὸν αὐτοῦ ἁμάρτημα· καὶ ἄλλος κρύψας τὸ ἀσέβημα, ἕτερα ἀνθ᾽ ἑτέρων ἐξηγεῖται. Καὶ πῶς ὁ δῆθεν ἰατρεύων δύναται φάναι θεραπείας τούσδε τετυχηκέναι; » Οὐ πιστευτέον, ὦ τᾶν· ἀλλὰ καὶ λίαν κατηγορητέον. Οὐδεὶς γὰρ αὐθαιρέτως ἰὼν πρὸς ἴασιν μὴ οὐχὶ ἀπογυμνοῦν τὸ οἰκεῖον πάθος αἱρήσεται. Εἰ δὲ καί ποι ἀληθὲς, οὐχ ἡμῶν τὸ κρίνειν, ἀλλὰ Θεοῦ τοῦ ἐφορῶντος. Φησὶ γάρ· Τὰ μὲν φανερὰ, Θεῷ καὶ ἡμῖν· τὰ δὲ κρυπτὰ, Κυρίῳ τῷ Θεῷ σου. Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἰητῆρα; Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ Θεοῦ.

« Πάντες, φησὶν, ὑπερβάθμιον ἐκτείνουσι πόδα, καὶ τῶν οὐ παρακεχωρημένων κατατολμῶσι, καὶ τοῖς ὑψηλοτέροις ἐπεκτείνονται. » Τοῖς οἰκείοις ἐάλως πτεροῖς, ὥς πού τις ἔφη τῶν ἔξω· ἀφ᾽ οὗ καὶ ἡ πρότασίς σου. Ποὺς γὰρ τεταγμένος, εἰς κεφαλὴν ἐξ αὐθαδείας ἤρθης. Ταῖς ἄλλαις δυσὶ προτάσεσι περιπαρεὶς, ὦ γενναῖε, ἑτέρα πάλιν ἔγκλησις· « Πάντες ἑαυτοῖς ἐπιτρέπουσι τὰ ὑπὲρ δύναμιν, καὶ ἤττονας ἡγοῦνται τοὺς ἄλλους· καὶ τῷ λύειν καὶ δεσμεῖν ἀσχέτως καὶ ἀκλήτως ἐπιτρέχουσι· καὶ πάντας φιλονεικοῦσι πρὸς τοὺς οἰκείους ἕλκειν πόδας· καὶ μηδένα ἕτερον τὸν λύοντα ἢ εἶναι, ἢ νομίζεσθαι θέλουσι· καὶ φθονοῦσι τοῖς τὰ τοιάδε πράττουσι· καὶ τούτους μόνους δέχεσθαι, οὓς αὐτοὶ λελύκασι· τοὺς δὲ ὑφ᾽ ἑτέρων τετυχηκότες ἐπιτιμήσεως, ἀποστρέφεσθαι, καὶ ἐγκαλεῖν· ἐπεὶ μὴ πρὸς αὐτοὺς δεδραμήκασι, καὶ παρ᾽ αὐτῶν ἠτήσαντο τὴν ἄφεσιν. » Ἀναπλάσματα διανοίας δαιμονιώδους τὰ κατηγορήματα, καὶ ἐκ φθονερᾶς καρδίας τὰ προβλήματα· οἷς ἐπιγελάσειέ τις εἰκότως ὡς παιδιάς τινας, καὶ ὕθλους, καὶ ἀθύρματα· ἢ μᾶλλον, τἀληθὲς εἰπεῖν, ἐπεὶ μηδεὶς ἡμῖν ἐξ ἀπιστίας ὁ προστρέχων κατὰ λῆψιν ἐπιτιμήσεως, μαινόμεθα, πρὸς τοὺς ἐκ πεποιθήσεως τῶν προσιόντων θεραπεύοντας, δαιμόνιόν τι πάθος πάσχοντες, καὶ τοῖς Εἰκονομάχοις τὰ ἴσα τοὺς αἰδήμονας καθυβρίζοντες.

« Τί, φησὶ, τὸ διάφορον τῆς προαιρέσεως ταύτης πρὸς τὸν Μανιχαϊσμόν; Οὐχὶ κατὰ Μανιχαϊκῆς αἰρέσεως ἠγωνίσμεθα καὶ λόγοις καὶ ἔργοις; καὶ δηλοῦσι τὰ ἔγγραφα συντάγματα τῶν κατ᾽ αὐτῆς ἀγωνισαμένων, ἐν οἷς ἀπαραλογίστοις συλλογισμοῖς, καὶ ἀκαθαιρέτοις ἀποδείξεσιν ἀπέδειξαν· εἰ καὶ νῦν ἑαυτῶν καὶ τῶν οἰκείων ὑπομνημάτων ἀμνημονοῦσιν. Ἔοικας, ὦ ἑταῖρε, ἀσυλλογίστως συλλογίζεσθαι, καὶ ἰδίοις λογισμοῖς ἐπ᾽ ἀθετήσει ἀληθείας στηρίζεσθαι· μὴ εἰδὼς ὅτι τὰ παραδείγματα τοῖς πρωτοτύποις παραβαλλόμενα, οὐκ αὐτὰ ἐκεῖνα εἶεν τὰ ἀργέτυπα· ἀλλὰ τοσοῦτον ἔχοντα τὸ πρὸς ἄλληλα ταυτὸν, ὅσον τὸ κατὰ τοὔνομα κοινὸν τοῖς ἄλλοις ἐξαλλάττοντα. Καὶ τὰ μὲν κυρίως ὠνόμασται· τὰ δὲ οὐ κυρίως· καὶ τὰ μὲν κατὰ κατάχρησιν λέλεκται· τὰ δὲ κατὰ ἀλήθειαν, οἷον φέρε εἰπεῖν, ἐπὶ τῆς εἰκόνος Χριστοῦ καὶ αὐτοῦ Χριστοῦ· ὅτι ὁ μὲν κατὰ ἀλήθειαν Χριστὸς καὶ ἔστι καὶ ὀνομάζεται· ἡ δὲ κατὰ κατάχρησιν ἤτοι ὁμωνυμίαν. Ἐπεὶ καὶ Παῦλος ὁ ἱερὸς Ἀπόστολος, τὴν φιλαργυρίαν, δευτέραν εἰδωλολατρείαν ἀπεκάλεσεν, αἰτιολογικῶς, καὶ κατὰ ἀναφορὰν ὁμοιωματικὴν τῆς οὔσης εἰδωλολατρείας. Ἐξ οὗ οὐδὲ ἐπιτιμητέον τοῖς φιλαργύροις, ὡς εἰδωλολάτραις· ἐπεὶ ἄρα ὀφείλομεν ἐκ τοῦ κόσμου ἐξελθεῖν. Νῦν δὲ πολλοὶ φιλάργυροι, καὶ πάντη ἀνεπιτίμητοι παρεωραμένοι. Τί οὖν ἀπάδον κἀνταῦθα, εἰ Εἰκονομαχικὴ αἵρεσις τῇ Μανιχαϊκῇ παραβάλλοιτο, ὅσον κατ᾽ εἰκόνος καὶ πρωτοτύπου λόγον· καθὸ καὶ ἡ ἐν Νικαίᾳ τὸ δεύτερον οἰκουμενική τε καὶ ἁγία σύνοδος, τοὺς ἐν ταύτῃ ἑαλωκότας, οὐχ ὡς Μανιχαίσαντας ἐπεξελθοῦσα τεθεράπευκε· καὶ οὐτίπου ἠμνημονήκασιν οἱ τὰ περὶ αὐτῆς πονήματα καταβαλλόμενοι· καὶ λόγοις καὶ ἔργοις κατ᾽ αὐτῆς ἀνταγωνισάμενοι; Ἡγνόηκας δ᾽ αὐτὸς ὄντως ἑαυτὸν, ὃ πολλῆς ἐστι κατηγορίας καὶ ἀβελτηρίας ἔγκλημα.

Ἐβουλόμην οὖν καὶ ἑτέρας προτάσεις τοῦ πολυσχιδοῦς καὶ ταυτολογοῦντος γραμματείου συνεισοῖσαι τοῖς προλεχθεῖσι, καὶ ἀποδεῖξαι πάντη ἐξ ὀρθοῦ λόγου ἐληλεγμένας· ἀλλὰ ἃς μὲν ὡς ἀλυσιτελεῖς καὶ ἀσυναρτήτους· ἃς δὲ ὡς αὐτόθεν ἐχούσας τὸν ἔλεγχον· ἐνίας δὲ ὡς σκοτεινὰς καὶ ἀντιθέτους τῇ ἀληθείᾳ, πόῤῥω που ἀποῤῥιψάμενος ὡς εἰς πῦρ Ἡφαίστου· ἐπὶ τέλει τοῦ λόγου ἐκεῖνο ἐπιφθέγγομαι· ὅτι εἰ μὲν αἰτοῦμεν συγγνώμην, ἐφ᾽ οἷς προπετῶς καὶ Θεὸν παρωργίσαμεν, καὶ ἁγίους ἠτιμήσαμεν, καὶ τὴν ὁμολογίαν κατητιασάμεθα, καὶ τὴν Ἐκκλησίαν δεδυσφημήκαμεν, εὖ ἂν ἔχοι· εἰ δὲ μὴ, ἀλλ᾽ ἡμεῖς γε οἱ ταπεινοὶ ἐπὶ στόματι χεῖρα ἐπιθήσομεν, μὴ ἐκκαλούμενοί σου τὴν ὁσιότητα εἰς δευτέραν γραμματικὴν προσφώνησιν.

· Contents ·