Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 163: To Theodore the Patrician
ΡΞΓ΄. — Θεοδώρῳ πατρικίῳ.
Ἀπὸ τοῦ τιμίου σου γράμματος εἴδομεν σου τὴν πανεύφημον ὑπεροχὴν, καὶ ἀπὸ ἀκροάσεως τῶν σημαινομένων ἐπέγνωμέν σου τὴν καλὴν ψυχήν. Τὸ γὰρ πρὸς ἡμᾶς τοὺς ἁμαρτωλοὺς τοιούτοις χρήσασθαι τιμητικοῖς λόγοις, ἐπιθυμεῖν τε ἡμῶν ἰδεῖν τὸ εὐτελὲς πρόσωπον, εἶτα καὶ ἀκουτισθῆναι λόγον σωτήριον, ἀνδρός ἐστιν ὄντως ἐνθέου, καὶ ψυχῆς ἐπιποθούσης Θεόν. Καὶ ὡς θαυμαστὰ τὰ ἔργα τοῦ μεγάλου καὶ μόνου Θεοῦ ἡμῶν τῶν Χριστιανῶν· ὅτι ἐκάλεσέ σε ἐξ ἔθνους οὐχ ὁσίου εἰς τὴν σεπτὴν ἐπίγνωσιν τῆς ἀληθείας αὐτοῦ τρόπῳ τηλικούτῳ, δοκοῦντι μὲν ἀκουσίῳ, αὐθαιρέτῳ δ᾽ ὅτι μάλιστα, σὺν τοῖς συνεξελθοῦσιν ἀρχιερεῦσιν· ἐπείπερ ἄλλως οὐ δεδοκίμασται τῇ θείᾳ οἰκονομίᾳ ἀφαρπάσαι ὑμᾶς τῆς ἀθεότητος. Ὢ τῆς θαυμαστῆς κλήσεως! ὦ τῆς ἐπαινετῆς ἀπολυτρώσεως! ἠνέχθης ἐκ σκότους εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· ἀπεκδυσάμενος τὸν παλαιὸν ἄνθρωπον, σὺν τοῖς ἀτόποις, καὶ ἐθνικοῖς λογισμοῖς τε καὶ πράξεσιν, ἐνεδύσω τὸν Χριστὸν, Χριστιανὸς ἀντ᾽ ἐθνικοῦ χρηματίζων· υἱὸς φωτὸς καὶ ἡμέρας, ἀνθ᾽ υἱοῦ σκότους καὶ νυκτὸς ἀσεβείας· ἕνα Θεὸν σέβων, τὸν ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι προσκυνούμενον· πεφευγὼς τῆς πολυθεῖας καὶ Βουλγαρικῆς εἰδωλολατρείας τὴν δυσσέβειαν· εἶτα καὶ ὁμολογῶν τὸν ἕνα τῆς ἁγίας Τριάδος, αὐτὸν τὸν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, δι᾽ ὑπερβάλλον ἔλεος τοῦ καθ᾽ ἡμᾶς γένους, ἄνθρωπον γεγενῆσθαι ὅμοιον ἡμῖν κατὰ πάντα, μετὰ καὶ τοῦ εἶναι τὸν αὐτὸν Θεὸν τέλειον. Θεὸς γὰρ ὁ Πατὴρ, Θεὸς καὶ ὁ Υἱὸς, Θεὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· εἷς Θεὸς, οὐ τρεῖς θεοὶ, ἅπαγε· τὸ μὲν, διὰ τὴν μίαν θεότητα· τὸ δὲ διὰ τὰ τρία πρόσωπα. Αὕτη ἡ ἀληθινὴ πίστις τῶν Χριστιανῶν, καταργοῦσα πᾶσαν πλάνην καὶ αἵρεσιν.
Ἐπειδὴ δὲ διπλοῦς ὁ Χριστὸς, καθὸ Θεὸς τέλειος, καὶ ἄνθρωπος τέλειος· τὸ μὲν ὡς ἐκ τοῦ Πατρὸς γεννηθεὶς πρὸ αἰώνων, ὡς ἐξ ἡλίου ἀπαύγασμα· τὸ δὲ ἐκ τῆς μητρὸς ἐπ᾽ ἐσχάτων τῶν χρόνων, ὡς ἡ καθ᾽ ἡμᾶς γέννησις, μᾶλλον δὲ καὶ ὑπὲρ ἡμᾶς· ἐπειδὴ παρθένος ἡ τεκοῦσα, καὶ πρὶν, καὶ ἐν τῷ τίκτειν, καὶ μετὰ τὸ τίκτειν· ἐφ᾽ οἷς καὶ Θεοτόκος ὡς ἀληθῶς καὶ νενόηται καὶ προσηγόρευται. Διὰ τοῦτο, ὥσπερ κατὰ τὸν Πατέρα ἀπερίγραπτος, οὕτως καὶ κατὰ τὴν μητέρα ἐν πίνακι περιγραφόμενος· καὶ ἡ περιγραφὴ αὐτοῦ ἤτοι ἡ εἰκὼν, προσκυνητὴ καὶ σεβαστὴ, ἐν ᾗ βλέπεται ὑφ᾽ ἡμῶν τῶν Χριστιανῶν οἵαν μορφὴν ἀνέλαβε· καὶ δεδοξολόγηται ὡς ὅμοιος ἡμῖν κατὰ πάντα γεγονὼς πλὴν ἁμαρτίας· καταργήσας πᾶν εἰδωλικὸν ὁμοίωμα, ἐφ᾽ ᾧ ὤλλυτο λατρεῦον, ἐξ ἡμερῶν αἰῶνος, τὸ γένος τῶν ἀνθρώπων. Ὁ γοῦν μὴ καταδεχόμενος αὐτὸν εἰκονίζεσθαι, ὦ καλὲ φίλε, ἀπαναίνεται αὐτοῖς πράγμασι, κἂν λόγῳ συγκατατίθηται, γενέσθαι τὸν Υἱὸν τοῦ Θεοῦ ἄνθρωπον· καὶ ὁ μὴ προσκυνῶν αὐτοῦ τὴν ἁγίαν εἰκόνα, μὴ προσκυνεῖν αὐτὸν ἀποδέδεικται, κἂν ὁμολογῇ προσκυνεῖν. Ἡ γὰρ τῆς εἰκόνος αὐτοῦ τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει· ὥσπερ καὶ ἡ ἄρνησις αὐτῆς εἰς αὐτὸν τὴν ἄρνησιν ἀναπέμπει. Ἐπεὶ οὖν, ὡς μανθάνω, οὕτως καὶ αὐτὸς πέποιθας, καὶ διὰ τοῦτο στέλλῃ τῆς κοινωνίας τῶν Εἰκονομάχων· χαίρω καὶ συγχαίρω σοι, εὐχαριστῶ καὶ συνευχαριστῶ σοι, ὅτι ὁρᾶς τὴν ἀλήθειαν, καί τοι ὀψιμαθὴς ὢν, καὶ ἀρτιγέννητος υἱὸς Θεοῦ. Καὶ μή τοι θαυμάσης ὅτι καὶ ἐν Χριστιανοῖς εἰσέρχεται πλάνη. Ὅπου γὰρ ἡ σωτηρία, ἐκεῖ τρέχει ὁ δράκων διάβολος ποιῆσαι ἀπώλειαν· καὶ τοῦτο δι᾽ ἑνὸς ἀνθρώπου τοῦ ἐξουσιάζοντος. Ἄρτι γὰρ ἡ πλάνη αὕτη ἐπεισήχθη ἐν τοῖς Χριστιανοῖς. Ἐπεὶ ἐξ αἰῶνος ἡ Χριστοῦ εἰκὼν, τῆς τε Θεοτόκου, καὶ τῶν ἁγίων αὐτοῦ. Ταῦτά σοι, δέσποτα τιμιώτατε, ὡς παρὰ Θεοῦ κινηθεὶς, κἂν ἁμαρτωλός εἰμι, ἐφθεγξάμην πρὸς βεβαίωσιν τῆς πίστεώς σου· ἐπειδὴ ἀδελφὸς σὺ ἡμέτερος, καὶ οὐ ξένος, καθὼς εἴρηκας. Εἰ δὲ ξένος τοῦ κόσμου, εὖ ἂν ἔχοι. Καὶ ἡμεῖς γὰρ οἱ ταπεινοὶ τὸ αὐτὸ ἔχομεν· καὶ διὰ τοῦτό ἐσμεν ἀπεῤῥιμμένοι ἐνταῦθα διὰ τὸν λόγον τοῦ Θεοῦ. Καὶ μακάριος εἶ πιστεύων εἰς Χριστὸν ὀρθῶς, καὶ πάντα δεύτερα ὑπὲρ αὐτοῦ ἡγούμενος. Ἰδέσθαι δὲ ἀλλήλους δύσκολον διὰ τὴν ἐξουσίαν· εἰ μή τι Θεὸς κελεύει καθ᾽ ὃν οἰκονομήσει τρόπον. Μεμνῆσθαι δέ σου οὐ διαλειψόμεθα, καὶ ἀγαπᾶν σε ὡς ἀδελφὸν ἡμῶν· ὅν ποτε οὐκ ἐγνωρίσαμεν ἀπὸ σαρκὸς καὶ αἵματος· νῦν δὲ ἀπὸ τοῦ ἁγίου Πνεύματος ἔχομεν ὡς σύγγονον· ἀποτεχθέντες ἀμφότεροι ἐκ μητρὸς τῆς υἱοθετικῆς, κολυμβήθρας τοῦ βαπτίσματος. Εἰρήνη σοι, φίλε καὶ ἀδελφὲ καὶ δέσποτα. Εἰρήνη καὶ τῷ οἴκῳ σου, καὶ πᾶσι τοῖς διαφέρουσί σοι, ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.