Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 164: To the Archimandrite of Gothia
ΡΞΔ΄. — Ἀρχιμανδρίτῃ Γοτθίας.
Χάριν ὁμολογοῦμεν τῷ ἁγίῳ Θεῷ, ὅτι ἠξιώθημεν δέξασθαι γράμματα ἀγαπητικὰ τῆς ὁσιότητος ὑμῶν· οὐ μὴν χρήζομεν ἀπολογίας διὰ τὴν βραδυτῆτα. Τίνες γὰρ ἡμεῖς οἱ εὐτελεῖς; ἢ τίνος ἕνεκεν ὅλως τὸ τῇ ἡμετέρᾳ οὐθενότητι ἀναφέρειν ὑμᾶς περὶ τῶν συγκινούντων ὑμᾶς ἀναγκαίων; Ὅμως ἐπειδὴ μετριόφρονες τυγχάνοντες οἴδατε καὶ τοῖς ἐλαχίστοις συμπεριφέρεσθαι· εἰκότως καὶ αὐτοὶ γεγράφατε, καὶ ἡμεῖς ἐδιδάχθημεν, οὐ μόνον ὅσα ἡ ἐπιστολὴ, ἀλλὰ καὶ ὅσα οἱ ταύτην ἐπιφερόμενοι αἰδεσιμώτατοι ἀδελφοὶ καὶ Πατέρες ἐδίδαξαν. Καθ᾽ ὧν ἁπάντων ὁ Θεὸς ἡμῶν ὑπερασπιστής· καὶ τῶν ἐπιφερομένων ἀλογίστως αἰτιαμάτων διαλλακτής. Συνεισοίσομεν δὲ καὶ ἡμεῖς οἱ ταπεινοὶ, εἴ ποτε λόγος γένοιτο τὰ παρ᾽ ἑαυτῶν, ἐν τοῖς φθάζουσιν ἐνδιαβάλλειν, οὐ χάριν ὑμῖν καταβαλλόμενοι, ἀλλὰ τὸ κεχρεωστημένον τῇ ἀγάπῃ ἀποπληρώσοντες. Οὗ χάριν ἠναγκάσθημεν ἐπιστεῖλαι καὶ τῷ θεοφιλεστάτῳ Πατρὶ καὶ ἀρχιερεῖ κυρίῳ Φιλαρέτῳ· εἴγε καὶ προσδεχθείη ἡ παράκλησις ἡμῶν τῶν ταπεινῶν, συνδέουσα τὰ πρὸς εἰρήνην, ἧς οὐδὲν λυσιτελέστερον, καὶ ἐφ᾽ ᾗ Χριστοῦ μαθηταὶ οἱ ἀπ᾽ αὐτοῦ κεκλημένοι, ὀφείλουσι χαρακτηρίζεσθαι. Ταῦτα ὡς ἐν κεφαλαίῳ περὶ τῶν κατεπειγόντων. Ὑπὲρ δὲ τῶν ἄλλων, τί καὶ ἐπεζητήθημεν ὅλως ἀποκριθῆναι; ἐχόντων ὑμῶν τῶν θεοδιδάκτων τὴν θεοχάρακτον βίβλον τοῦ μεγάλου Βασιλείου, διδάσκουσαν τοῦ μοναδικοῦ, εἶτ᾽ οὖν κοινοβιακοῦ βίου τὰ σωτήρια καὶ ὀνησίφορα· ἧς χωρὶς οὐκ ἔστιν οὔτε καθοδηγῆσαι θεοπρεπῶς, οὔτε καθοδηγηθῆναι λυσιτελῶς, καὶ ἄρχοντα καὶ ἀρχόμενον. Ἐκεῖνος ἐρωτώμενος ἐπὶ πάσῃ ὑποθέσει καὶ ἀφορμῇ τῆς ἐν κοινοβίῳ ἱερᾶς ζωῆς, διὰ Πνεύματος ἁγίου ἀποκέκριται· καὶ ὁ ἐκείνῳ στοιχῶν, ἐστοίχησε τῷ ἁγίῳ Πνεύματι· ὁ δ᾽ αὐτῷ ἀπειθῶν, ἠπείθησε τῷ ἐν αὐτῷ φθεγξαμένῳ Χριστῷ. Τὰ γοῦν συμπίπτοντα ἐξ ἀπροσεξίας τοῖς ἀδελφοῖς σφάλματα, οὐκ ἐξὸν ἐπὶ λαϊκῶν προσώπων κρίνεσθαι, καὶ αὐτὸς ὁ ἱερὸς Ἀπόστολος βοᾷ· Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Καὶ μεθ᾽ ἕτερα· Οὕτως οὐκ ἔνι ἐν ὑμῖν σοφὸς οὐδὲ εἷς, ὃς δυνήσεται ἀνακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ· ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων. Ἴσον δὲ τῶν ἀπίστων ἐστὶ τὸ ἐπὶ τῶν λαϊκῶν τὰ τῶν μοναχῶν ἐξετάζεσθαι, καὶ ἀνοίγειν θύραν οἷς ἀθέμιτον παρακύπτειν εἰς τὰ ἡμέτερα· καὶ τοῦτο ἀπᾷδον ἐστὶ παντάπασι καὶ ἀσύμφορον τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ.
Περὶ ἀποταγῆς καὶ ἀποκάρσεως, ἐπειδὴ καὶ τούτου λόγος, οὔτε τὸ ἀποσείεσθαι ἀκίνδυνον· φησὶ γὰρ, Τὸν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλω ἔξω· οὔτε τὸ προσίεσθαι ἁπλῶς καὶ ὡς ἔτυχε· καὶ ἀποκείρειν ἀνεπιστημόνως, ὅσιον. Εἰ γὰρ οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ, καθὰ γέγραπται· πόσῳ δὴ οὖν μᾶλλον ἐπὶ τῇδε τῇ θεολέκτῳ στρατιᾷ; Πᾶσιν ἀποτάξασθαι δεῖ, πάντων ἀπογυμνωθῆναι χρὴ, πάντων ἀποῤῥαγῆναι δέον, καὶ σχέσεων, καὶ οἰκείων, καὶ φίλων, καὶ συγγενῶν, καὶ τοῦ σύμπαντος κόσμου κατὰ διάθεσιν ξενωθῆναι, τόν γε ὡς ἀληθῶς ἀκολουθεῖν μέλλοντα τῷ Χριστῷ· εἶθ᾽ οὕτως στοιχηθῆναι καὶ διαπλασθῆναι τὴν θεοστοιχῆ καὶ θεόπλαστον μοναδικὴν ἔξιν· καὶ πεῖραν δόντα καὶ βάσανον ἀρετῆς, οὕτως εἰσαχθῆναι τῇ μαρτυρίᾳ τῶν πολλῶν εἰς τὴν μοναχικὴν τελείωσιν, καὶ ἕνα γενέσθαι τῶν τοῦ Χριστοῦ προβάτων. Ἀμυήτως δὲ καὶ ἀμαθῶς, ὡς ἀπήγγελται ἡμῖν, ἀποκείρεσθαι, ἐπικίνδυνον καὶ ὀλεθριώτατον, καὶ τῷ κειρομένῳ καὶ τῷ κείροντι. Ἀλλὰ γὰρ καὶ ἀποσχηματίζειν μοναχὸν, ἴσον ἐστὶ τῷ ἀποβαπτίζειν. Ὅλως τολμᾶται τοῦτο γίνεσθαι· φρικτόν ἐστι καὶ ἀκουόμενον. Εἰ δὲ μετὰ τοῦ δεόντως ἀποκεῖραι, ἐπειδὴ ὑπονοστοῦσί τινες πρὸς τὰ χείρονα· τοὺς τοιούτους ἐπιμένοντας τῇ κακίᾳ, καὶ μὴ ἰωμένους ἑαυτοὺς ἐν τοῖς ψυχικοῖς ἀῤῥωστήμασιν, ἐκκόπτεσθαι χρὴ τῆς ἀδελφότητος, καθ᾽ ὁμοίωσιν τῶν σεσηπότων μελῶν, ὡς ἂν μὴ τῇ συνεχείᾳ καὶ τὸ ὑγιὲς βλάπτοιτο. Φησὶ γὰρ ὁ Κύριος· Συμφερές σοι ἵνα ἓν τῶν μελῶν σου ἀποκοπῇ, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς τὴν γέενναν τοῦ πυρός. Ἐὰν δὲ ἄλλῳ δυνατὸν ᾖ τὸν ἐκκοπέντα προσήκασθαι κατὰ φιλανθρωπίας τρόπον, οὐκ ἔξω τοῦ εἰκότος· εἰ γε εὑρεθείη ἐπιστημονικώτερος ἰατρεύειν, ἀλλὰ μὴ ἀπολλυμένων συμπεριφερόμενος. Οἱ δὲ ἄλλως κουφότατοι ἀποπηδῶντες τοῦ κοινοβίου, ἀπρόσδεκτοι ἔστωσαν ταῖς ἄλλαις ἀδελφότησιν· ἵνα συνασπισμὸς ᾖ καὶ συμφωνία κατὰ πάντα τοῖς πᾶσι· καὶ μὴ ὑπ᾽ ἀλλήλων τὰ ἀλλήλων καταλύοντες σπουδάσματα· ἐξ ὧν οὐ κεφαλὴ ὁ Χριστὸς, ὁ τῇ εἰρήνῃ συνδέων τὰ πάντα, ἀλλὰ τίς; ἀπευκταῖον καὶ λέγειν. Δοῦλον δὲ ἔχειν μοναχὸν εἰς μοναστήριον, τοσοῦτον ξένον ὡς καὶ τὸ ἔχειν γυναῖκα· ἀμφότερα γὰρ τῆς παρακοῆς εὑρέματα· καὶ τοῖς εἰς τὸ κατ᾽ ἀρχὰς ἀναδραμεῖν ἐφιεμένοις διὰ τῆς μοναδικῆς πολιτείας, καὶ τὴν ἀπήμονα τοῦ παραδείσου ζωὴν μιμεῖσθαι ἐζηλωκόσιν, ἀπόβλητα τὰ προειρημένα. Ταῦτα οὐκ οἴκοθεν, ἀλλ᾽ ἐξ ὧν οἱ θεοφόροι Πατέρες φθέγγοντες, συνειληχότες ὑπομνηστικῶς ἐφθεγξάμεθα· αἰτούμενοι ὑμᾶς τοὺς πανιέρους προσεύχεσθαι μὴ μόνον λέγειν ἡμᾶς τὰ καλὰ, ἀλλὰ καὶ πράττειν ἐν Κυρίῳ.