Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 165: To Gregory, His Son

ΡΞΕ΄. — Γρηγορίῳ τέκνῳ.

Ἐχάρην ἐπὶ τῷ γράμματί σου, τέκνον ἠγαπημένον, ὅτι καὶ ἀστεία ἡ ὁδὸς τῶν ἐν ἄστει· καὶ ὑγείαν προσελάβου ἅμα τῷ ἀδελφῷ Ζωσιμᾷ διὰ τῆς ἀφαιμάξεως· καὶ τἄλλα ὑμῖν ὅτι κατὰ σκοπὸν ἀπέβη. Ἐπὶ δὲ ταῖς παρὰ τοῦ Ξενοδόχου προτάσεσι, τί ὅτι παρ᾽ ἡμῶν ἐπεζήτησας ἔτι διασάφησιν, ἐγκεκριμένως ἀποκριθεὶς αὐτῷ κατὰ τὴν τῶν θεοφόρων Πατέρων διδασκαλίαν οὐδὲν περισσότερον ἔχομεν λέγειν τῶν σῶν ἀντιπαραστάσεων. Εἰκαιολογοῦσι δὲ, ὡς ἔοικε, καὶ οὐ φιλομαθοῦσιν οἱ ἐπερωτῶντες ὅμως ἐπειδὴ γέγραπται· Ἕτοιμοι ὄντες πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος· ἀποκρινούμεθα καὶ ἡμεῖς τάδε. Τὸ τῶν μοναχῶν σχῆμα, παρθενίας ἐστὶν ἐπάγγελμα, καὶ μυστήριόν ἐστι μοναχικῆς τελειώσεως, κατὰ τὴν φωνὴν τοῦ θείου καὶ πανσόφου Διονυσίου. Καὶ τὸ λέγειν τινὰς τὸ, Πόθεν παρεδόθη τὸ ἀποτάσσεσθαι, καὶ γίνεσθαι μοναχόν; οὐδὲν ἕτερόν ἐστιν εἰπεῖν, ἢ ὅτι, Πόθεν παρεδόθη γίνεσθαί τινα Χριστιανόν; Ὁ γὰρ τὸ πρότερον θεσμοθετήσας ἀποστολικῇ παραδόσει, καὶ τὸ δεύτερον ἐξέδωκεν, ἕξ μυστήρια ἐκτεθεικώς· πρῶτον, περὶ φωτίσματος· δεύτερον, περὶ συνάξεως, εἶτ᾽ οὖν κοινωνίας· τρίτον περὶ τελετῆς μύρου· τέταρτον, περὶ ἱερατικῶν τελειώσεων· πέμπτον, περὶ μοναχικῆς τελειώσεως· ἕκτον, περὶ τῶν ἱερῶς κεκοιμημένων. Τί οὖν ἔστιν εἰπεῖν ἐν τούτοις; ὅτι ὁ ἀμφισβητῶν περὶ ἑνὸς τῶν εἰρημένων, ἀμφιβάλλει δηλονότι καὶ περὶ τῶν ἄλλων, μὴ θεοπαραδότως ἔχειν· καὶ τῇ τοῦ ἑνὸς ἀναιρέσει συνανήρηται ἐξ ἀναγκαίου καὶ τὰ λοιπά· καὶ οὔτε ἱερατικὴ τελείωσις, οὔτε τῶν ἱερῶς κεκοιμημένων διατύπωσις εἶεν ἂν, εἴπερ μὴ πάρεστιν ἡ μοναχικὴ τελείωσις· καί ἐσμεν ἐθνόφρονες, ἄθεοι ὄντες ἐν τῷ κόσμῳ, καὶ ἐλπίδα μὴ ἔχοντες. Τοιοῦτός ἐστιν ὁ τὴν πρότασιν εἰσάγων, τὸ πόθεν παρείληπται μονάζειν ἄνθρωπον. Καὶ οὕπω λέγω, ὅτι καὶ πάντες οἱ ἔξοχοι τῶν θεοφόρων Πατέρων, καὶ μονασταὶ γεγόνασι, καὶ τὸν μοναχικὸν βίον, ὡς ἀγγελικὸν, ἐκθειάζουσι· πρὸς ὧν καὶ τὰ διατυπωτικὰ τῆς ἱερᾶς ζωῆς συγγράμματα. Εἰ δέ τινι νοῦς πάρεστι, πάντως εὑρήσει, καὶ αὐτὸν τὸν θεῖον Διονύσιον, πῶς κατὰ τοὺς ἀγγελικοὺς διακόσμους, καὶ τοὺς ἱερατικοὺς βαθμοὺς, καὶ τοὺς ἔξω ἱερωσύνης, ἰσαρίθμους τρισὶ τάξεσιν ἀπένειμε· πρώτην καὶ εἰσαγωγικὴν, τῶν ἔτι μαιευομένων, ἤτοι κατηχουμένων· δευτέραν τῶν πεφωτισμένων, καὶ τρίτην τῶν μοναχικῶς τελειουμένων· καὶ τὸ τοῖς ἐναργέσι μάχεσθαι, ἀναισθήτων ἐστὶν, ἢ ἀβαπτίστων.

Τὸ δεύτερον πρόβλημα, περὶ τῶν νηπίων, ὅτι, φησὶν, ὁ ἅγιος Βασίλειος ἐν τοῖς Κανόσιν ἐπιτρέπει ἐρχόμενα εἰς τὴν ἔννομον ἡλικίαν, εἰ μὴ φέροιεν τὸν ζυγὸν τῆς ἐν παρθενίᾳ ζωῆς, ἀποσχηματίζεσθαι, οὐχ οὕτως· ἀλλὰ νομοθετήσας πάντα ἐν πᾶσι θείῳ Πνεύματι, καὶ σωτηρίως τῷ κόσμῳ. Καὶ ὡς οὐκ ἂν ἐπινοηθεῖεν, βελτιώτερόν τι γίνεσθαι, κἂν τινες ἀφρονεύοντες πειρῶνται τὰ κρείττονα νομοθετεῖν· αὐτὸς καὶ περὶ τῶν ἀπὸ πρώτης ἡλικίας προσερχομένων, τοῖς ἀναδεδεγμένοις, τὸν τῆς ἡγεμονίας θεσμὸν νενομοθέτηκε· καὶ ἡ βίβλος δηλοῖ, καὶ τὸ κατ᾽ ἔπος λέγειν ἐνταῦθα οὐκ ἐπαρκές. Πλὴν ὅτι μετὰ τὴν συμπλήρωσιν τοῦ λόγου, ἤγουν ἀπὸ ἐκκαιδεκαετίας, καὶ πρὸς, μεθ᾽ ὧν καὶ τιμαὶ καὶ τιμωρίαι, ὥς φησιν αὐτός· περὶ αὐτῶν ἐκκρίνεσθαι δεῖν, καὶ συνάπτεσθαι ταῖς ἀδελφότησι διὰ τῆς μοναχικῆς τελειώσεως προστέταχε· καὶ ἔκτοτε μετατιθεμένους πρὸς τὸν κοινωνικὸν βίον, ἐξ ἀνατροπῆς πονηρᾶς, μηδὲ θύραν ἀνοίγεσθαι αὐτοῖς κατὰ ψιλὴν παράδοσιν ἐξ ὧν ἀπέστησαν κεκέλευκεν. Ἐνδοθεν δὲ τοῦ προειρημένου ἔτους, εἰ μὴ αἱρουμένους τὸν ἐν παρθενίᾳ βίον, ἢ καὶ αἱρουμένους, ἀλλὰ μὴ θέλοντας καταρτισθῆναι πρὸς τὴν μοναχικὴν ζωὴν, ἀποκρίνεσθαι, καὶ ἀποπέμπεσθαι εἰς τὸν κοινωνικὸν βίον· ὡς μὴ ὀνείδη ἀνάπτεσθαι τῷ ἱερῷ βίῳ.. Ταῦτα δὲ ἐπεὶ οὐ πάντως γίνονται ἔν τισι καθὼς ἐντέταλται, ἀλλὰ ἀποκείρουσι νηπιόθεν· ἢ καὶ κατὰ ἡλικίαν ἔννομον, ἀλλ᾽ οὐ νομίμως, καὶ κατηρτισμένως· διὰ τοῦτο τὰ ἄνω κάτω· καὶ ἱερεὺς καὶ προφήτης ἐξέστησαν, κατὰ τὸ γεγραμμένον· καὶ μυριόδοξος παράδοσις, καὶ αὐτόκριτος νομοθεσία, οὐ διὰ φιλίαν, ἀλλὰ διὰ φιλαργυρίαν· οὐδὲ διὰ σωτηρίαν, ἀλλὰ διὰ φιλοκερδίαν. Καὶ πρὸς ταῦτα ἐγὼ ὁ τάλας ἀποκρίνεσθαι οὐκ ἔχω, ἢ στένειν καὶ σκυθρωπάζειν, καὶ τὰς ἑαυτῶν ἁμαρτίας ἀποκλαίειν· σὺ δὲ σωθείης, τέκνον ἠγαπημένον.

· Contents ·