Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 166: To Theoctistus the Hermit
ΡΞϚ΄. — Θεοκτίστῳ ἐρημίτῃ.
Δεξάμενος τὸ γραμματεῖον τῆς τιμιότητός σου. καὶ ἀναγνοὺς εἰς ἐπήκοον τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου καὶ ἀδελφοῦ μου, ἅμα τοῖς συνοῦσιν ἀδελφοῖς· ηὐχαρίστησα ὁ ταπεινὸς τῷ Κυρίῳ, ὃς ἔκλινε τὴν καρδίαν σου γράψαι ὀρθῶς τὸ τῆς πίστεως σύμβολον. Τὸ γὰρ ὁμολογεῖν δέχεσθαι τὴν Παλαιὰν καὶ Νέαν Διαθήκην, καὶ πάντα τὰ ὑπὸ τῶν ἁγίων Πατέρων παραδεδομένα τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, κεφαλαιωδῶς ἡ ὀρθότης ἐστὶ τῆς πίστεως. Ἐπειδὴ δὲ αἱρετικοῖς ἔστι ταῦτα λέγειν, οὐ μὴν εὑρίσκεσθαι κατὰ τοὺς λόγους αὐτῶν ὀρθοτομοῦντας τὸν λόγον τῆς ἀληθείας· διὰ τοῦτο παρὰ τῶν πεμφθέντων ἀδελφῶν, καὶ μάλιστα παρὰ τοῦ ἀββᾶ Σωσιπάτρου ἐπεζητήσαμεν τὸ ἀκριβὲς, καθὰ καὶ ἐζήτησας ἐν τοῖς γράμμασι· διὰ τὸ μὴ πάντα ἐγχωρεῖν ἀπαγγέλλειν τὴν ἐπιστολήν· καὶ εὕρομεν χάριτι Χριστοῦ, ἀπαγγέλλοντας αὐτοὺς ὀρθοφρόνως τὰ παρὰ σοῦ αὐτοῖς παρατιθέντα. Τίνα δὲ ταῦτα; δεῖν ἐν κεφαλαίοις ἐπισημανθῆναι. Πρῶτον περὶ τῆς ἁγίας Θεοτόκου· φασὶ γὰρ λέγειν σε, ὅτι πρὸ τῶν αἰώνων ἡ Παρθένος. Τοῦτο ἐπειδὴ ἀρνῆσαι μήτε λέγειν, μήτε δὲ φρονεῖν, ἀλλ᾽ ὁμολογεῖν ἐξ ἀνδρὸς καὶ γυναικὸς Ἰωακεὶμ καὶ Ἄννης τετάχθαι αὐτὴν, εὖ ἂν ἔχοι. Δεύτερον, περὶ τοῦ Κυρίου, ὅτι οὐκ ἐσταυρώθη. Ἐπειδὴ δὲ ὁμολογεῖς ἐσταυρῶσθαι αὐτὸν κατὰ τὰς Γραφὰς, εὖ ἂν ἔχοι. Τρίτον, περὶ τῶν ἀγγέλων καὶ τῶν δαιμόνων, ὅτι μετὰ τὴν κρίσιν ἀποκατάστασις ἔσται πάλιν· καὶ γενήσεται μία ποίμνη, εἶς ποιμήν. Καὶ ἐπειδὴ τοῦτο ἀπαρνῆσαι, καὶ ὁμολογεῖς αἰώνιον εἶναι καὶ τὴν κρίσιν καὶ τὴν βασιλείαν τῶν οὐρανῶν, εὖ ἂν ἔχοι. Τέταρτον περὶ μοναχοῦ ἑνὸς, ὅτι δύναται τῆς κολάσεως ῥύσασθαι ἑκατὸν πεντήκοντα κρινομένους. Καὶ ἐπειδὴ τοῦτο ἀπαρνῆσαι, καὶ λέγεις, μήτε μετάνοιαν εἶναι μετὰ θάνατον, μήτε τινὰ τὸν δυνάμενον ἐξελέσθαι ἀπὸ τῆς ἐκ τοῦ Θεοῦ ἀπονεμηθείσης ἑκάστῳ κολάσεως, εὖ ἂν ἔχοι. Πέμπτον περὶ βιβλίου τοῦ ἐπιλεγομένου τοῦ Ἀντωνίου· ὅτι λέγεις εὐαπόδεκτον εἶναι ἐν ᾧ πολλὰ βλάσφημα, ὡς ἡμεῖς αὐτοὶ ἀναγνόντες ἔγνωμεν. Καὶ τοῦτο ἐπείπερ ὁμολογεῖς ἀποβάλλεσθαι ὡς ἀλλότριον τῆς Ἐκκλησίας τοῦ Θεοῦ, καὶ μηκέτι μήτε ἔχειν μήτε ἀναγινώσκειν, μήτε σὲ, μήτε τοὺς μετὰ σοῦ, εὖ ἂν ἔχοι. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ποιησάμενος καθαρισμὸν ἐν ὑμῖν τῶν προειρημένων σκανδάλων· καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης αὐτοῦ, τὸ πεῖσάν σε εἰπεῖν χωρικὸν εἶναι καὶ ἀμαθῆ, καὶ εἴκειν κατὰ πάντα καὶ πείθεσθαι τῷ λόγῳ τῆς ταπεινώσεώς μου.
Ἐγὼ δὲ οὐδὲν παρὰ τὰ θειωδῶς ἐκπεφασμένα τοῖς ἁγίοις ἀποστόλοις καὶ προφήταις καὶ Πατράσι, παραινέσω ἢ διατυπώσω· ἀλλ᾽ αὐτὸ τοῦτο, καθὼς γέγραφας, πιστεύειν σε εἰς τὴν ἁγίαν Τριάδα τὴν ἀμερῆ κατ᾽ οὐσίαν, διαιρουμένην δὲ τοῖς χαρακτῆρσιν· εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ἕνα Θεὸν, ἕνα Κύριον, καθὸ καὶ μία πίστις. Ἔστι δὲ καὶ ὁ Πατὴρ Θεὸς, καὶ ὁ Υἱὸς Θεὸς, καὶ τὸ Πνεῦμα Θεὸς, οὐ τρεῖς Θεοὶ, μὴ γένοιτο! ἀλλ᾽ εἶς Θεὸς, ὥσπερ καὶ Κύριος. Τοῦτο τῆς θεολογίας τὸ δόγμα. Περὶ τῆς οἰκονομίας πιστεύειν, ὅτι ὁ εἷς τῆς Τριάδος, εὐδοκίᾳ τοῦ Πατρὸς, καὶ συνεργίᾳ τοῦ ἁγίου Πνεύματος, ἐσαρκώθη ἐκ τῆς ἁγίας Θεοτόκου, προεισεληλυθότος τοῦ ἁγίου Πνεύματος ἐν αὐτῇ, καὶ οὕτως ἐπισκιάσαντος τῆς τοῦ Ὑψίστου δυνάμεως, κατὰ τὸ Εὐαγγέλιον· ἐξ ἧς καὶ ἐτέχθη ἄνθρωπος, τέλειος ὢν ἐν ταὐτῷ καὶ Θεὸς τέλειος· εἷς τῇ ὑποστάσει, διπλοῦς τῇ φύσει· καθὼς οἱ θεοφόροι Πατέρες, καὶ αἱ ἑπτὰ ἅγιαι οἰκουμενικαὶ σύνοδοι ἐξέθεντο· « Ὁμολογεῖν τε τὴν Παρθένον Θεοτόκον, πάντων οὖσαν ὑψηλοτέραν καὶ τιμιωτέραν· δυναμένην τε πρεσβεύειν μητρικῶς τῷ αὐτῆς Υἱῷ καὶ Κυρίῳ ὑπὲρ παντὸς τοῦ κόσμου. Ὁμολογεῖν τε τοὺς ἀγγέλους, ὑπερδεομένων καὶ αὐτῶν πάντων ἀνθρώπων. Τό τε δαιμόνιον φῦλον ἀμιγὲς εἶναι εἰς αἰῶνας ἀτελευτήτους, πρὸς αὐτοὺς τὸ ἴδιον οἰκητήριον δι᾽ ἀποστασίαν ἀπολιπόντας, καὶ καταδεδικασμένους ὑπὸ Θεοῦ ἐνδίκοις κολάσεσιν. Ὁμολογεῖν τε καὶ τοὺς ἁγίους πάντας ὡς θεράποντας Θεοῦ, πρεσβεύειν τῷ Θεῷ δυναμένους εἰς σωτηρίαν ἡμῶν. Ἔτι ὁμολογεῖν τὰς ἁγίας εἰκόνας, αὐτοῦ τε τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς τε αὐτοῦ Μητρὸς, ἀγγέλων τε καὶ πάντων ἁγίων, προσκυνεῖν τε καὶ ἀποδέχεσθαι, κατὰ τὸ δογματισθὲν τῇ ἐν Νικαίᾳ τὸ δεύτερον συνόδῳ· ἀναθεματίζειν τε πάντας αἱρετικοὺς τοὺς ὑπὸ τῶν συνόδων ἀναθεματιζομένους· ἀνακηρύττειν πάντας τοὺς ὀρθοδόξους παρ᾽ αὐτῶν εὐφημουμένους. Αὕτη ἡ ἀληθινὴ πίστις τῶν Χριστιανῶν· τοῦτο τὸ μαρτύριον τῆς Χριστοῦ ὁμολογίας. Παρὰ ταῦτα ὁ φρονῶν ἤτω ἀνάθεμα ἀπὸ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· καθά φησιν ὁ ἀπόστολος Παῦλος· Ὅτι κἂν ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ᾽ ὁ εὐηγγελισάμεθα, ἀνάθεμα ἔστω. Ὡς προείρηκα, καὶ πάλιν λέγω· Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Ἐπεὶ οὖν αὐτὸς λεπτομερῶς ταῦτα ἐξεκάλυψας ἐν τοῖς γράμμασί σου· δέον πᾶσα ἀνάγκη ὁμολογῆσαί σε οὕτω φρονεῖν. Τοῦτο δὲ ἔσται πῶς; ἵνα ἐν τῷ πληρώματι τῆς ἐπιστολῆς ταύτης ὑπογράψῃς κατὰ τὸ ἐμφερόμενον πιτιάκιον. Καὶ οὕτως ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει, καὶ βραβεύσει ἡμᾶς τε καὶ ὑμᾶς ἐν ἑνὶ πνεύματι καὶ μιᾷ καρδίᾳ, πιστεύειν καὶ λατρεύειν τῇ ἁγίᾳ Τριάδι ἐπὶ σωτηρίᾳ τῶν τε οἰκείων ψυχῶν, καὶ τοῦ διαιρεθέντος λαοῦ εἰς δύο μέρη· ἀπέναντι τοῦ κυροῦ Ἰωαννικίου τοῦ πνευματικοῦ ἡμῶν Πατρὸς, καὶ σοῦ τοῦ τιμίου καὶ πατρὸς καὶ ἀδελφοῦ ἡμῶν.