Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 167: To Diogenes the Asekretis

ΡΞΖ΄. — Διογένει ἀσηκρῆτις.
Ἐρώτησις.

Πῶς δεῖ καλεῖν τὴν Χριστοῦ εἰκόνα, καὶ πῶς αὐτὴν προσκυνεῖν χρή.

Ἀπόκρισις.

Ἡ ἐρώτησις διπλῆν τὴν ἀπόκρισιν ἔχει, ἤγουν τὴν κλῆσιν. Λέγεται γὰρ καὶ κυρίως, καὶ οὐ κυρίως τὸ ἐπ᾽ αὐτῇ ὀνομαζόμενον. Κυρίως μὲν γὰρ, εἰκὼν Χριστοῦ εἴρηται, ἡ εἰκὼν αὐτοῦ· οὐ κυρίως δὲ, ὅταν καλῆται Χριστὸς, ἀλλὰ κατὰ κατάχρησιν ὡς ἔχει. Ἐπί τε τοῦ ζωοποιοῦ σταυροῦ καὶ τοῦ τύπου αὐτοῦ, ὁμολογοῦν τὸ θεώρημα. Ὡσαύτως καὶ ἐπὶ τῆς προσκυνήσεως, παραπλησίως τῷ τύπῳ τοῦ σταυροῦ, ἡ προσκύνησις. Σχετικὴ γὰρ, ὡς τῶν πρός τι ὄντων, πρωτοτύπου τε καὶ εἰκόνος, κατὰ τὴν φωνὴν τοῦ μεγάλου Βασιλείου. Ἡ γὰρ τιμὴ τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει· ἔστι τῶν ἀμφοτέρων μία ἡ προσκύνησις· οὐ σχιζομένη, οὐδὲ διαιρουμένη, ἀλλ᾽ ἐπὶ μὲν τοῦ πρωτοτύπου οὐσιωδῶς· ἐπὶ δὲ τοῦ παραγώγου σχετικῶς ὑπάρχουσα· ὥσπερ καὶ τὸ εἶδος τῆς μορφῆς· ὅτι ἐκεῖ μὲν φυσικῶς, ἐνταῦθα δὲ μεθεκτῶς πάρεστιν. Ὁ γοῦν προσκυνῶν τὴν εἰκόνα οὑτινοσοῦν, εἴτε Χριστοῦ, εἴτε τῆς Θεοτόκου, εἴτε ἁγίου, εἴτε ἁπλῶς βασιλέως, εἴτε ἄρχοντος, εἴτε ὑφειμένου ἀνθρώπου, ἐν ταύτῃ προσεκύνησε τὸν οὗπερ αὕτη τυγχάνει εἰκών· καὶ οὕτω προσκυνῶν οὐ σφάλλεται ἀλλ᾽ ὀρθοδόξως ἐρειδόμενος, τοὺς ἐφ᾽ ἑκάτερα τῇ ἀληθείᾳ ἀντιπίπτοντας, ἐνδίκως ἀποκρούεται. Τίνες δὲ οὗτοι; οἵ τε ἀπαναινόμενοι προσκυνεῖν τὰς σεπτὰς εἰκόνας· καὶ οἱ ἐν τῇ προσκυνήσει λέγοντες, αὐτὰ τὰ πρωτότυπα φυσικῶς προσκυνεῖν· ὧν ἀμφοτέρων ἐπίσης τὸ βλάσφημον· τῶν μὲν, ὡς ἀναιρούντων τὸ τῆς οἰκονομίας μυστήριον· τῶν δὲ ὡς θεοποιούντων, ἤτοι οὐσιοποιούντων τὰ μακρὰν ἀπέχοντα τῇ φύσει ἀπὸ τῶν πρωτοτύπων. Τοιγαροῦν προσκυνητέον τὴν εἰκόνα Χριστοῦ· ὧδε γὰρ ὁ κολοφὼν τοῦ λόγου· σχετικῶς, ἀλλ᾽ οὐ λατρευτέον· τοῦτο γὰρ φυσικῶς ἐπ᾽ αὐτοῦ Χριστοῦ· ἐπείπερ ἡ λατρεία μία τῆς Τριάδος. Καὶ οὐδὲ αὐτῇ Θεοτόκῳ λατρευτέον· οὐδὲ αὐτῷ τῷ ζωοποιῷ σταυρῷ. Οὕτως οὐδὲ τῇ Χριστοῦ εἰκόνι λατρευτέον· ἀλλὰ προσκυνητέον· πασῶν τῶν προσκυνήσεων διὰ μέσου τῶν κατ᾽ αὐτὰς πρωτοτύπων, ἐπὶ τὴν μίαν καὶ μόνην λατρευτικὴν προσκύνησιν τῆς ἁγίας Τριάδος ἀναφερομένων. Αἱ γὰρ ἄλλαι οὐ λατρευτικαὶ, ἀλλὰ προσκυνηταὶ ἅπασαι, κατὰ τὸ διάφορον τοῦ ὑφειμένου, ἢ προύχοντος προσώπου.

· Contents ·