Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 168: To John the Grammarian

ΡΞΗ΄. — Ἰωάννῃ Γραμματικῷ.

Τὸ ἀνυπόκριτόν σου τῆς εἰλικρινοῦς ἀγάπης δέδειχεν ἡ τιμιότης σου ἐν τοῖς ἐπανορθωτικοῖς σημειώμασι, τοῦ πρὸς ἡμῶν τῶν ἀμαθῶν συνταχθέντος λόγου. Καὶ ἔχει μὲν ἐκεῖνα οὕτως ἢ οὕτως συγκεκρίσθαι τῷ λόγῳ. Ἐπειδὴ δὲ ἠπόρησε, πῶς ἡμῖν νενόηται τὸ ὑποκείμενον, καὶ ὡς ἄλλως ἐκλαμβάνεσθαι παρ᾽ αὐτοῦ, καθὰ ὑπεσημήνατο· συνηπορήσαμεν καὶ ἡμεῖς, ὅτι ἠπόρησεν ὁ περὶ πάντα σοφός. Τὸ γὰρ ὑποκείμενον, ὦ θαυμάσιε, κατὰ Λεόντιον τὸν μακάριον, οὗ τὰ σχόλια ὑπερκαλῆ, οὐσίαν εἶναι λέγει μετὰ ὑποστάσεως. Λέγει δὲ καὶ ὁ μέγας Βασίλειος, οὐκ ἐν τῷ ὑποκειμένῳ, ἐπὶ τῆς ἁγίας Τριάδος. Ἀλλὰ γὰρ καὶ ὁ πάνσοφος Διονύσιος ὧδε πού φησι τό· « Πολλὰ τοῖς συμβεβηκόσιν, ἐν τῷ ὑποκειμένῳ. Συμβεβηκότα δὲ οὐκ ἐν τῇ καθόλου οὐσίᾳ, ἀλλ᾽ ἐν τῇ ὑποστάσει τεθεώρηται, ὡς οἶσθα. » Ὥστε εἰπὼν τό· « Πολλὰ τοῖς συμβεβηκόσιν, ἐν τῷ ὑποκειμένῳ· » τὸ ὑποκείμενον, οὐσίαν μετὰ ὑποστάσεως εἴληφε· καὶ οὐκ ἔξω τοῦ εἰκότος, ὡς οἶμαι, τῷ κεῖσθαι ἐν τῷ λόγῳ. Πῶς γὰρ ἂν τῷ μὴ ἐν τῷ ὑποκειμένῳ, μὴ οὐχὶ τρισὶ καὶ ὀνόμασι καὶ πράγμασι θεολογηθήσεται; ὡς εἶναι τὸ ὑποκείμενον οὐδὲν ἄλλο, ἢ οὐσίαν μετὰ ὑποστάσεως. Εἰ δέ τι ὀπτικώτερον ἐξενεχθείη ἐν τῇ ἁγιωσύνῃ σου, μὴ παραιτήσηται διδάξαι, τὸ δῶρον πρὸς αὐτῆς ἐγκαλλωπιζόμενον.

· Contents ·