Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 169: Theodore on Behalf of Abbot Eustratius
ΡΞΘ΄. — Θεόδωρος ὑπὲρ Εὐστρατίου ἡγουμένου.
Τὸ πρόβλημα τῆς δοκούσης σοι εὐδοξίας, ὦ τᾶν, ἵνα τἄλλα σοι προηγούμενα καὶ ἑπόμενα λεξείδια, ὡς ἀσύφιλά τε καὶ σεσολοικισμένα παρῶ· τοιοῦτόν ἐστιν ἐπὶ λέξεως· Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, δύο φύσεις, δύο θελήσεις, δύο ἐνεργείας, ἓν δὲ πρόσωπον ἔχων τῶν δύο φύσεων, τίνος εἰκονίσω πρόσωπον; Ἐπειδὴ οὖν ἠρώτησας, Ποῖον πρόσωπον ἄκουσον ἐμμελῶς. Τὸ εἰδοποιηθέν· ἐπειδὴ ὁ ἀνείδεος χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Πατρὸς εἰδοποιήθη τὸ καθ᾽ ἡμᾶς. Τὸ ἔγχρονον· ἐπειδὴ ὁ ἀΐδιος παράτασιν ἔχει χρονικήν. Τὸ ἔχον ὀφθαλμοὺς, ὦτα, ῥῖνα, στόμα, παρειάς· ἐπειδὴ ὁ ἀσχημάτιστος ἐν σχήματι εὑρέθη ὡς ἄνθρωπος. Τὸ φιληθέν· ἐπειδὴ ὁ ἀπερίληπτος περιληφθεὶς, ἐφιλήθη ὑπὸ τοῦ προδότου. Τὸ ῥαπισθέν· ἐπειδὴ ὁ ἀναφὴς ἔπαφος γεγονὼς, ἐῤῥαπίσθη ὑπὸ τοῦ ὑπηρέτου. Τὸ ἐν σταυρῷ ὀφθὲν ἐγκάρσιον· ἐπειδὴ ὁ ἀθάνατος κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ Πνεῦμα. Καὶ οὐ δυοῖν προσώπων τοῦτο ἐμφαντικόν· ἄπαγε τῆς ἀσεβείας· ἀλλ᾽ ἑνὸς προσώπου τοῦ ἐκ δύο, καὶ ἐν δυσὶ φύσεσιν ὄντος ἀδιαιρέτως καὶ ἀσυγχύτως ἀποδεικτικόν. Διό φησιν ὁ ἱερὸς Ἀπόστολος· Περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυῖδ κατὰ σάρκα· τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης. Τοίνυν δέδειχέ σοι, διὰ τοῦ εἰπεῖν, κατὰ σάρκα, περιγραπτὸν εἶναι, ἤτοι ἐξεικονισμένον· διὰ δὲ τοῦ φάναι, κατὰ πνεῦμα ἁγιωσύνης, ἀπερίγραπτον τὸν αὐτὸν ὑπάρχειν Ἰησοῦν Χριστόν· ἀφ᾽ οὗ ἐξειληφότες πάντες οἱ θεοφόροι Πατέρες βοῶσι τρανότατα περιγραπτὸν αὐτὸν καὶ ἀπερίγραπτον, ὁρατὸν τε καὶ ἀόρατον, ἔγχρονόν τε καὶ ἀΐδιον.
Εἰ δὲ οὐ χωρεῖς, Ἰουδαϊκὸν τὸ λῆμμα· πῶς δὲ καὶ δύο φύσεων τὸν Χριστὸν λέγων, φὴς ἀπερίγραπτον μόνον; τοῦτο γὰρ μιᾶς φύσεως αὐτοῦ ἐστι σημαντικόν. Τὸ δὲ τῶν δύο, τὸ περιγραπτὸν εἰπεῖν ἀκολούθως καὶ ἀπερίγραπτον. Οὐκοῦν ἑαυτῷ ἐναντιολογεῖς. Εἰ γὰρ ἀπερίγραπτος μόνον δοκεῖ σοι, τοῦτο καὶ Μανιχαίῳ τῷ ἀπαμφιεννύντι τὸν Λόγον τῆς ἀνθρωπότητος. Ὁ γὰρ τῆσδε γυμνὸς, ἀπερίγραπτος καὶ ἀνεξεικόνιστος. Ταὐτὸν γὰρ ἀμφότερα. Ἢ πῶς πάλιν μετέχεις τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ, αὐτοῦ ὄντος κατὰ σὲ ἀπεριγράπτου, ὧν δὲ μετέχεις περιγεγραμμένων; ἢ μὴ μέτεχε, ὦ βέλτιστε, ἢ μετέχων ὁμολόγει τοῦ περιγεγραμμένου Χριστοῦ μετέχειν τὸ περιγεγραμμένον σῶμα καὶ αἷμα· ἵνα μὴ Παυλιανίζῃς· ὡς ψιλοῦ ἀνθρώπου μετέχων, ἀλλ᾽ οὐ Θεοῦ σεσαρκωμένου. Συνῆκται οὖν ἐξ ἀληθείας ἀραρότως, ὡς ὁ περιγράφων τὸν Χριστὸν, οὐκ ἀνθρωπολάτρης κατὰ Νεστόριον, ἢ κτισματολάτρης κατὰ Ἄρειον, ὡς ἐφληνάφησας ἀμαθαίνων· ἀλλ᾽ ἀπρὶξ ὀρθόδοξος Χριστιανὸς ἀληθέστατος· ὡς καὶ ὁ μὴ περιγράφων κατὰ σὲ, Μανιχαΐζων ὁμοῦ τε καὶ Παυλιανίζων· τὸ μὲν τῇ τοῦ ἀπεριγράπτου φωνῇ γυμνὸν Θεὸν εἰσάγων, φαντασιωδῶς ἐνανθρωπήσαντα· τὸ δὲ τῇ αὐτῇ φωνῇ τοῦ ἀπεριγράπτου, ὡς ψιλοῦ ἀνθρώπου μετέχων σῶμα καὶ αἷμα κατὰ Παῦλον, καὶ οὐ Θεοῦ ἀληθῶς ἐνανθρωπήσαντος.