Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 170: To Theodore the Deacon

ΡΟ΄. — Θεοδώρῳ διακόνῳ.

Ἧκω τῇ ἐπιτροπῇ τῆς ἀγάπης σου ἐπὶ τῇ ἀπαντήσει τῶν αἱρετικῶν προβλημάτων· καὶ εἰ μὲν εὖ ἀπαντήσοιμι, ἐπίθες τὴν σφραγῖδα τῷ λόγῳ· εἰ δὲ μήγε, σαφηνίσειας αὐτὸς εὐκρινέστερον. Ἐπεὶ δὲ οὐχ οἷόν τε εὖ μάλα διαλῦσαι τὸ αἱρετικὸν πρόβλημα, εἰ μὴ αὐτὴ ἡ πρότασις ἀποδείκνυται, πρῶτον κείσθω αὕτη, καὶ εἶθ᾽ οὕτως ἡ ὀρθόδοξος πίστις.

Πρόβλημα αἱρετικοῦ.

Μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην ὁμολογοῦντες, ὅλον τι τὸν Χριστὸν, ἤγουν μίαν ὁλότητα ἐκ μερῶν, θεότητός τε καὶ ἀνθρωπότητος δηλονότι, λέγετε. Πυνθανόμεθα οὖν, τί συναριθμεῖτε τῇ ἁγίᾳ Τριάδι; τὸ ὅλον, ἢ τὸ μέρος; καὶ εἰ μὲν τὸ ὅλον, οὐκ ἔσται ὁμοούσιος ἡ ἁγία Τριάς· εἰ δὲ τὸ μέρος, ἢ τὴν θεότητα συναριθμοῦντες, ἐκτὸς τῆς ἁγίας Τριάδος τὴν ἀνθρωπότητα προδήλως καταλιμπάνετε· ἢ τὴν ἀνθρωπότητα συναριθμοῦντες, ἀλώσεσθε τῆς Τριάδος ἐκτὸς τὴν θεότητα λέγοντες.

Λύσις πρὸς τοῦτο.

Μίαν φύσιν τοῦ Λόγου σεσαρκωμένην ὁμολογοῦντες, οὐχ ἁπλῶς ὅλον τι τὸν Χριστὸν, ἀλλ᾽ ἐκ δυοῖν ὁλοτήτων συνενηνεγμένων, θεότητός τε καὶ ἀνθρωπότητος, ὁμολογοῦμεν· καθ᾽ ἃς ὁλότητας τὰς ὡς μέρη πρὸς τὴν σύνθεσιν εἰλημμένας, ὅλος ἐστὶν, ὡς Θεὸς, τῷ Πατρί τε καὶ τῷ Πνεύματι φυσικῶς συνημμένος· καὶ ὅλος, ὡς ἄνθρωπος, τῇ μητρὶ καὶ ἡμῖν οὐσιωδῶς συντεταγμένος· τῷ μοναδικῷ χαρακτῆρι τὰ ἄκρα πρὸς ἑαυτὸν συνδέων, καὶ τοὺς τῶν ἄκρων ὅρους ἀλωβήτους καὶ ἀσυγχύτους ἐν τῇ ἑνώσει διαφυλάττων. Ἐφ᾽ ᾧ ἡ Τριὰς μένει Τριὰς, ἀσυμφυές τι εἰς προσθήκην μὴ προσιεμένη· καὶ ἡ ἀνθρωπότης μένει ἀνθρωπότης, τῆς ἑνωθείσης αὐτῇ θεότητος μήπω διαιρουμένη. Ὥστε σου ἀλογῶδες τὸ πρόβλημα ἐκ τῆς τῶν Ἀκεφάλων συγχυτικῆς αἱρέσεως ἀποζευγνύμενον.

Τοῦ αὐτοῦ αἱρετικοῦ ἕτερον πρόβλημα.

Οὗτος ὁ Χριστὸς ὁ παρ᾽ ἡμῶν ὁμολογούμενος συναριθμεῖται τῇ ἁγίᾳ Τριάδι, ἢ οὔ. Καὶ εἰ μὲν συναριθμεῖται τῇ ἁγίᾳ Τριάδι, πῶς ἔσται λοιπὸν ἡ Τριὰς ὁμοούσιος; εἰ δὲ οὐ συναριθμεῖται, οὐδὲ Θεὸς ἔσται, ἀλλὰ μόνον ψιλὸς ἄνθρωπος. Οἷς τοίνυν ὑμεῖς τὴν ἀπορίαν ἐπιλύσεσθε λόγοις, τὴν περὶ ἑνὸς Χριστοῦ φυλάττοντες δόξαν ἀπήμαντον, οὗτοι καὶ ἡμῖν πρὸς ταύτην ἀρκέσουσιν.

Λύσις πρὸς τοῦτο.

Οὗτος ὁ Χριστὸς ὁ παρ᾽ ἡμῶν ὁμολογούμενος, οἷς λόγοις ἀληθότητος ἐξεκρούσατο τὴν προτέραν πρότασιν, τούτοις, καὶ τὴν παροῦσαν συγκρούσειεν, ὡς ἰσοῤῥόπως τὸ ἀσεβὲς ἔχουσαν. Ὃν δὲ ὑμεῖς Χριστὸν, ἤγουν μίαν ὁλότητα φυσικὴν ἐκ μερῶν, θεότητός τε καὶ ἀνθρωπότητος, πρεσβεύετε, οὔτε ὁμοούσιος ἂν εἴη τῷ Πατρὶ, εἴπερ ὁ Πατὴρ Θεὸς μόνον, ἀλλ᾽ οὐχὶ καὶ ἄνθρωπος· οὔτε ὁμοούσιος τῇ μητρὶ, εἴπερ ἡ μήτηρ ἄνθρωπος μόνον, ἀλλ᾽ οὐχὶ καὶ Θεός· καὶ ὥρα ὑμῖν ζητεῖν ἑτέρους Χριστοὺς, οἷς οὗτος ἂν εἴη ὁμοούσιος· ἐπεὶ μὴ οἷόν τε μονοπρόσωπον φύσιν γνωρίζεσθαι. Εἰ δὲ οὐχ εὑρίσκοιτε, τοῖς ἰδίοις προβλήμασιν ἑαλωκότες, τῷ κενῷ ἀναπλασμῷ οὐ Χριστὸν εἶναι ὅλως δοξάζοιτε.

· Contents ·