Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 18: To the Most Holy Patriarch Nicephorus
ΙΗ΄. — Νικηφόρῳ τῷ ἁγιωτάτῳ πατριάρχῃ.
Πολλάκις προθέμενος ἐπιστεῖλαι τῇ ἱερᾷ κορυφῇ τῆς μακαριότητός σου· ἐνεκόπην, πῆ μὲν τὴν ἑαυτοῦ ἀναξιότητα λογιζόμενος, πῆ δὲ ὑποδεὴς ὦν τοὺς πειρασμούς. Νυνὶ δὲ περιφρονήσας ἀμφοτέρων, καὶ τῇ Τριάδι ὁ τάλας θαῤῥήσας, λέγων εἰμὶ τάδε· Χαῖρε, ἀληθῶς νικητήριον ἀσεβείας, ὁ ἐν τεθρίππῳ ἀρετῶν διανύων τὸν τῆς πίστεως δρόμον· χαῖρε, ὁ μέγας ἥλιος τῆς ὀρθοδοξίας, οὗ ταῖς ὁμολογητικαῖς ἀκτῖσι φωτοβολεῖται ἡ οἰκουμένη· χαῖρε, ὑπέρμαχε τῆς ἀληθείας κατὰ τοὺς ἔκπαλαι θεοφόρους διαπρέπων τῷ τῆς ἀρετῆς κάλλει. Ἀπέλιπες τὸν ὑψηλὸν θρόνον διὰ τὸν ἑαυτὸν ταπεινώσαντα μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· ἀπέλιπες ἀρχιερατικὰς ὑπηρεσίας καὶ ἀναπαύσεις· μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ ὁμολογητικῷ τρόπῳ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν. Ὅμως ὅτι οὐδὲ κατ᾽ αὐτὰς, κἂν ἐν αὐταῖς, ζῶν ἦς· νεκρῶν τὰ μέλη τῇ ἐν Κυρίῳ ζωῇ· ἤνεγκας ἁγίας Μητρὸς στέρησιν· ἀδελφῶν τιμίων, πάντων ὁμοῦ ἐν ἅπασιν ἀφαιρεθείς. Καὶ οὔπω λέγω τοὺς Χριστοειδεῖς σου ὀνειδισμοὺς, τὰς ἐκ τῶν κρατούντων προσβολὰς, ἐρεσχελίας, στενοχωρίας, καὶ οἱονεὶ ἀποπνίξεις. Κατηνέχθης σὺν Χριστῷ ἐν νυκτί· ἐπειδὴ καὶ αὐτὸς προδιδόμενος, περιωρίσθης, μεθωρίσθης ἐν γεωλόφῳ που καθεζόμενος ὁ μάρτυς Χριστοῦ.
Ἀλλ᾽ εὖγε, ὅτι πάντα εἰς καλόν σοι. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου ἀπὸ τῆς τοῦ νοῦ σκοπιᾶς· καὶ ἴδε σου τὰ τέκνα, εἴτ᾽ οὖν πρόβατα, ὁ ποιμὴν ὁ καλὸς, εἰ καὶ διεσκορπισμένα σώματι, ἀλλ᾽ ἡνωμένα πνεύματι, διειληφότα σχεδὸν ἄλλο κατ᾽ ἄλλο μέρος τὴν Ἐκκλησίαν σου πᾶσαν· καὶ ταῖς αὐγαῖς τῆς ὁμολογίας δίκην ἀστέρων φρυκτωροῦντα τοῖς ἐν νυκτομαχίᾳ τῆς αἱρέσεως, τὸ φῶς τῆς ὀρθοδοξίας· τὰ μὲν τυθέντα Θεῷ δι᾽ ἀθλητικῆς τελειώσεως· τὰ δὲ ἀθλοῦντα, μηδὲν ὑποπτήσσοντα τῶν παρόντων· ἀλλὰ ῥωννύμενα ταῖς θεοκλινέσι σου προσευχαῖς. Αὕτη ἡ δόξα σου τῆς Ἐκκλησίας· τοῦτό σου τὸ σύσσημον τῆς μαρτυρίας· ὅπερ ὁ μέλλων χρόνος ὑποδεξάμενος, δοξάσειε τὸν Θεὸν ἐν σοὶ, ὡς καὶ τὰ νῦν. Πολλά σοι τὰ ἐγκώμια ὀφείλεται τῷ ὑπὲρ τῆς εἰκόνος Χριστοῦ ἐναθλοῦντι. Ἀλλά μοι σύγγνωθι, ὦ θεομίμητε, τολμήσαντι ἐκ πόθου ἐν οἷς ἐφθεγξάμην· χαριζόμενος τὴν ἱεράν σου προσευχὴν, ὡς ἂν μὴ ἀποπέσοιμι τοῦ εἶναί σου ἐλάχιστον τέκνον, ὁ τῶν ἀπάντων ἀχρειότερος διὰ τὰς ἀμαρτίας.