Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 171: To Nicetas the Monk
ΡΟΑ΄. — Νικήτᾳ μονάζοντι.
Τὸ παρὰ τῆς ὁσιότητος ἡμῶν διὰ τοῦ θεοφιλεστάτου μητροπολίτου ἀποσταλὲν ἡμῖν βιβλίον ἀνέγνωμεν. Καὶ οὐκ ἔστιν ὁ τοῦτο συγγραψάμενος ἐπὶ τῷ δόγματι τῶν σεπτῶν εἰκόνων ὀρθοφρονῶν. Λέγει γὰρ τάδε· « Τὴν ἄῤῥητον καὶ ἀπερίληπτον εἰς ἡμᾶς τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τοὺς ἱεροὺς τῶν ἁγίων ἀγῶνας ἐν Γράμμασι μὲν ἡμεῖς ἱεροῖς ἀνευφημεῖσθαι διατυποῦμεν, οὐδεμιᾷ πλάσει τὸ ἐφ᾽ ἡμῖν ἢ γραφῇ καθάπερ ἡδόμενοι. Συγχωροῦμεν δὲ τοῖς ἁπλουστέροις ἀτελεστέροις αὐτοῖς ὑπάρχουσιν, ὑπὸ συμφυοῦς αὐτῶν ἐναγωγῆς, καὶ ὄψει τῇ αὐτοῖς συμμέτρῳ, τὰ τοιαῦτα ἐν εἰσαγωγῆς τρόπῳ μανθάνειν. » Τί οὖν ἔστιν ἐν τούτοις εἰπεῖν; Πρῶτον μὲν ὅτι διαίρεσιν τῆς μιᾶς καὶ ἐντελοῦς, καὶ μηδ᾽ ὁτιοῦν πρόσθεσιν ἢ ὑφαίρεσιν προσιεμένης πίστεως ἡμῶν ἀπεργάζεται· ἑαυτῷ μὲν τὴν διὰ τῶν ἱερῶν Γραμμάτων ἀπονέμων διατύπωσιν· τοῖς ἁπλουστέροις δὲ δῆθεν καὶ ἀτελεστέροις ὑπάρχουσι τὴν ἐν πλάσει καὶ γραφῇ ἱστορίαν ἀποίσας. Ἔπειτα αὐτῷ μὲν ἀνάπτει τὸ τέλειον τῆς χάριτος· τοῖς δὲ τὴν Ἰουδαϊκὴν ἀποῤῥίπτει νηπιότητα, δεομένοις συμφυοῦς ἀναγωγῆς. Οὐκοῦν κατ᾽ αὐτὸν διαψεύδεται ὁ ἱερὸς Ἀπόστολος φάσκων· Οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Πάντες γὰρ ὑμεῖς εἶς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ἀληθεύει, ὥσπερ οὖν ἠλήθευται, καὶ Εἰς Κύριος, μία πίστις, ἓν βάπτισμα· τίς ἡ κενὴ αὕτη διαίρεσις εἰς δύο τμήματα ἄνισα; τὸ ἔθνος τὸ ἅγιον, τὸ βασίλειον ἱεράτευμα, ἀποκρίνεσαι· καὶ τὸ μὲν εἶναι τῆς ἐντελεστέρας μοίρας· τὸ δὲ τῆς ὑφειμενεστέρας. Ἔπειτα, ὅτι ἐπειδὴ πᾶς εὖ φρονῶν ἐφίεται τελειότητος· νεμεσητὸν ἡγήσεται τὸ ἀτελές· κἀντεῦθεν ἐξ ἀναγκαίου παρέλκον ἐστὶ τὸ τῆς ἱστορίας δόγμα. Ἐναντιοῦται δὲ ὅτι μάλιστα καὶ τῷ μεγάλῳ Βασιλείῳ, μὴ ταυτίζων τὰ ὑπ᾽ ἐκείνου ἐπίσης δογματιζόμενα. « Ἃ γὰρ ὁ λόγος, φησὶ, τῆς ἱστορίας δι᾽ ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν. » Ἀντανίσταται ἄρα ὁ γεννάδας τοῖς ἱεροῖς Λογίοις, ὥσπερ καὶ τῷ κορυφαίῳ Πατρί· καὶ οἰόμενος ἄλλον ἐπ᾽ αὐτῷ δὴ τούτῳ τῷ δόγματι διορθοῦσθαι, αὐτὸς πεφώραται ὀφλισκάνων μάταια. Καὶ διὰ τοῦτο ἡμεῖς μὲν πάντη διαγράφομεν τὰ τοιαῦτα βατταρίσματα. Ὑπομιμνήσκομεν δὲ καὶ τὴν ὑμετέραν ἐμμέλειαν, τῷ αὐτῷ στοιχεῖν κανόνι τῆς ὀρθοδοξίας, εἰδυῖαν ὅτι ὡς δεῖται πᾶς τέλειος, κἂν ἐν ἀποστολικῷ ἀξιώματι κατείλεκται, τῆς εὐαγγελικῆς δέλτου· οὕτω καὶ τῆς κατ᾽ αὐτὴν γραφικῆς ἱστορίας· ὅτι καὶ τῆς ἴσης τιμῆς τε καὶ προσκυνήσεως ἀμφότερα.