Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 172: To Hesychius the Protonotary
ΡΟΒ΄. — Ἡσυχίῳ πρωτονοταρίῳ.
Καλὴ μὲν ἡ ἐπιστολὴ τῆς παγκάλου σου τιμιότητος, καὶ ὡς ἀπ᾽ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἐξαγορευθεῖσα· καὶ ὡς τῷ κάλλει τῆς ἀγάπης ἐναγλαϊσθεῖσα. Οὐ μὴν ὡς ἀπεσέμνυνεν ἡμᾶς τοὺς ἀμούσους, λόγους ἐγκωμίων ἔχει. Πότε γὰρ ἐγενόμην, ὡς φὴς, λύχνος καιόμενος καὶ φαίνων, ἐν ᾧ ὁ Δεσπότης μου ἠγαλλιάσω φωτιζόμενος; ἢ πηγὴ νάουσα διειδέστατα, ἀφ᾽ ἧς ἠῤῥύσατο ἡ φιλότης σου λόγον σωτήριον; καὶ οὐχὶ τοὐναντίον μᾶλλον ἐσκότασεν ὑπὲρ ἀσβόλην, προφητικῶς εἰπεῖν, τὸ εἶδος ἡμῶν τῇ τοῦ βίου ἀχρηστότητι; καὶ ὁ λόγος ἠσθένησεν οὐκ ἔχων τὴν ἐξ ἔργου δύναμιν, εἰς ἐνίδρυσιν τοῦ ἀκούοντος; Καὶ ταῦτα λέγω, οὐ τὴν ἐν τῇ Σμύρνῃ φυλακὴν κακίζων· μή τι γένοιτο! ἡ μὲν γὰρ σεβαστὴ, σεβαστῆς ὁμολογίας μοι φρουρός· ἐμαυτὸν δὲ αἰτιώμενος, ὡς οὐκ ἀξίως ἐν αὐτῇ πολιτευσάμενον. Ἀλλ᾽ ἀφεὶς ταῦτα, ὡς τῆς ἀγάπης ὄντα συμβόλαια, ἐπὶ τὸ κατεπεῖγον τὸν λόγον μεθαρμόσομαι. Ἐσήμανεν ἡμῖν ἡ χρηστότης σου, ὡς δύο ἔχειν, συντόμως εἰπεῖν, θεοδωρήτους θυγατέρας· καὶ τὴν μὲν πρώτην πρὸ γεννήσεως καθυποσχέσθαι δι᾽ ἀφιερώσεως τοῦ μοναδικοῦ βίου Θεῷ· τὴν δὲ δευτέραν ἐν μεταιχμίῳ φέρεσθαι· νῦν δὲ μεταβεβουλεῦσθαι ἐναλλὰξ ποιήσασθαι κατά τινα ἀναγκαίαν περιπέτειαν· ὥστε τὴν ὑποσχεθεῖσαν ἀπονεῖμαι τῷ κόσμῳ, ἤγουν ἀποδόσθαι ἀνδρὶ καλῷ τε τὰ πάντα, καὶ τῇ παιδὶ συνηλικιώτῃ· τὴν δὲ ἐν μεταιχμίῳ κομιδῇ νέαν οὖσαν καὶ οὐ συντρέχουσαν τῇ ἡλικίᾳ, ἀναθεῖναι Θεῷ· κἂν τούτῳ σκάζειν, καὶ δυσχεραίνειν, μή πως ἐναντιοθελὲς εἴη τῷ Θεῷ. Ἔδει μὲν οὖν, ὦ δέσποτα τιμιώτατε, ἄλλους πυνθάνεσθαι περὶ τοῦδε τοῦ δράματος, καὶ παρ᾽ αὐτῶν ὡς προφερεστέρων κατὰ γνῶσιν τῆς ἡμῶν οὐθενότητος, λαμβάνειν τὴν λύσιν, καὶ μὴ τοσούτῳ μήκει διῳκισμένους ἡμᾶς τῇ θέσει τοῦ τόπου ἐπαναλαμβάνειν εἰς ἀπόκρισιν. Ὅμως ἐπειδὴ κέκρικας, οἷς πεπίστευκας τρόποις· τοῦτο δὴ μετὰ τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου καὶ ἀδελφοῦ ἡμῶν συνέσκεπται ὡς παρὰ τὸ δέον τὸ πρᾶγμα, καὶ παρὰ τὴν ὀρθὴν πίστιν, καὶ παρὰ τὰ ἐξ αἰῶνος παραδείγματα. Πάλαι Ἄννα ἡ ἀοίδιμος τὸν Σαμουὴλ πρὸ γεννήσεως ὑποσχομένη, οὐχ ὑπήλλαξε τὸν ὑποσχεθέντα, καί τοι ἔχουσα καὶ ἑτέρους παῖδας, ἀλλὰ τοῦτον προσήγαγε τῷ Θεῷ. Νόννα ἡ μακαρία, ὡσαύτως ὑποσχομένη Γρηγόριον τὸν Θεολόγον, ἀπέδωκε τῷ Θεῷ τὴν εὐχὴν αὐτῆς. Καὶ μὴν ὁ ἅγιος Εὐθύμιος δοτὸς τῷ Θεῷ παρὰ τοῖς γονεῦσι πρὸ γεννήσεως, καὶ οὐ διήλλακται μετὰ τὴν γέννησιν. Οἱ καὶ χρῆμά τι θαυμαστὸν τῷ κόσμῳ ὥφθησαν· ἐξ ὧν καὶ οἱ τοκεῖς μεμακάρηνται. Πῶς δ᾽ ἂν οὖν ἡμεῖς, ὦ θαυμαστότατε, παρὰ ταῦτα ποιοῦντες, ἔξω ἐγκλήματος πέσοιμεν; καὶ οὐχὶ μᾶλλον καθάψοιτο ἡμῶν ὁ μακάριος Πέτρος ὧδε που λέγων· Οὐχὶ μένον σοι ἕμενε, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; καὶ τὸ ἑξῆς δύσφημον παρίημι λέγειν, εἰδότι διαλεγόμενος. Καὶ γὰρ ἐπὰν ὁτιοῦν ἀποταχθείη Θεῷ δι᾽ εὐχῆς αἰσίας, εἰς κοινὴν χρῆσιν μεταφέρειν οὐκ ἀκίνδυνον.
Κοινὴ δὲ χρῆσίς ἐστιν ἡ τοῦ βίου ἐπιγαμία. Καὶ ὥσπερ ὁ ὑποσχόμενος μονάσαι, καὶ ἐπὶ τούτῳ κείμενος, ὑπονοστήσας καὶ γήμας κατακέκριται· οὕτω καὶ ὁ προελόμενος υἱὸν ἢ θυγατέρα προσοῖσαι Θεῷ, εἶτα μεταλλάξας, τὴν αὐτὴν κατάκρισιν ἔχοι. Οὕτω νοοῦμεν, σύγγνωθι· καίπερ ἐφιέμενοι τὸ ἀναπαυστικόν σου, καὶ τὸ περὶ σεαυτὸν εὐχθὲν, εἰς ἔργον ἀποβῆναι· ἀλλ᾽ οὐ δι᾽ ἐντολὴν ἐντολὴ παραβαίνοιτο· οὐδὲ διὰ τὸ θατέρου σωτηριῶδες, τὸ θατέρου ἐπιζήμιον θεραπεύοιτο· ὡς οἱ θεοφόροι Πατέρες ἀπεφήναντο. Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Ἡ δὲ τρίτη ἐπιβολὴ τοῦ λόγου, ὅτι εἰσί τινες μοναχοὶ ὡς τὸ δοκεῖν τῆς ὀρθῆς πίστεως ἀντεχόμενοι, καὶ πολλοὺς διωγμοὺς ὑπὲρ ἀληθείας ὑπομεμενηκότες, συναναστρεφόμενοι δὲ ὅμως, καὶ συνεσθίοντες τοῖς αἱρετικοῖς, καὶ συγκαταβαίνοντες, καὶ ἀδιάφορον τὸ πρᾶγμα οἰόμενοι, ὡς παρά τινι Πατρὶ νενομοθετημένοι, τρία ταῦτα φυλάξασθαι· μὴ εὐλογεῖσθαι ὑπὸ τῶν αἱρετιζόντων· μὴ συμψάλλειν αὐτοῖς προαρχομένοις· καὶ τὸ ἀπέχεσθαι τῆς κοινωνίας τοῦ ἄρτου αὐτῶν. Παρὰ τὰ διατεταγμένα τοῖς ἁγίοις Πατράσι τὸ λεγόμενον. Οὔτε γὰρ συναναστρέφεσθαι, οὔτε συνεσθίειν, οὔτε συμψάλλειν, οὐθ᾽ ὅλως ἔχειν τινὰ κοινωνίαν πρὸς αὐτοὺς καταδέχονται· ἀλλὰ καὶ τὸ οὐαὶ ἐπιφθέγγονται τοῖς μέχρι βρώματος, καὶ πόματος, καὶ σχέσεως κοινωνοῦσιν αὐτοῖς. Ὥστε ἐκκήρυκτος καὶ ἀλλοτριοδιδάσκαλος ὁ ἐκεῖνα λέγων, ὅστις ἂν εἴη ἐν ἀνθρώποις.