Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 173: To Gregory the Consul

ΡΟΓ΄. — Γρηγορίῳ ὑπάτῳ.

Ἐζημίου ἡμᾶς μέχρι τοῦ δεῦρο ἡ τιμιότης σου μὴ ἐπιστείλασα· καίπερ ἐπιστέλλουσα καλῶς· ὡς αὐτὰ τὰ γράμματα δηλοῖ. Ἐφ᾽ οἷς καὶ ἐπηνέσαμεν αὐτῆς οὐ μόνον τὸ εὐμαθὲς, ἀλλὰ καὶ τὸ ἔτι φιλομαθές· γλιχομένης παιδείας ὑψηλοτέρας μετασχεῖν· ἧς τὸ πυκτίον, καθὼς ἐπεζήτησεν, ἔχομεν μὲν, οὐ μὴν δ᾽ ἐνταῦθα. Ἐὰν δὲ συμβαίη ἀφικέσθαι ἐν τοῖς αὐτόθι τὸν παροικονόμον ἡμῶν, λαβὼν ἐξ οὗπερ τεταμίευται τόπου ἐπιδώσειεν αὐτό. Καλὴ δὲ ἡ παιδεία, ὦ δέσποτα, ἕως ἂν συνεργὸς εἴη πρὸς τὴν ὄντως ἀληθινὴν παιδείαν, ἀλλὰ μὴ κορυβαντιῶσα, ἀπαιδεύτους διαδεικνύῃ τοὺς μετόχους αὐτῆς. Τοῦ δὲ ἀποστολικοῦ ῥητοῦ ἡ ἔννοια· Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· οὕτως μοι δοκεῖ ἔχειν· τουτέστιν ὅτι ἐν τῇ προσληφθείσῃ ἐκ Παρθένου σαρκὶ τοῦ Λόγου, ἤτοι ἐν τῷ ναῷ, ᾧ ᾠκοδόμησεν ἑαυτῷ, κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος· πᾶν τὸ πλήρωμά φησιν, οὐ μέρος τι καθὰ πεφρόνηται τοῖς τὴν ἀμερῆ μερίζουσι θεότητα. Τὸ δὲ σωματικῶς, ἤγουν οὐσιωδῶς· οὕτω γὰρ ἐξείληπται τοῖς Πατράσι κατὰ ἀντίθεσιν τῶν σχετικῶς φληναφούντων. Τοιοῦτόν ἐστι καὶ τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ἵνα γὰρ μὴ δόξειε τις εἰς σάρκα τετράφθαι τὸν Λόγον, ἐπήγαγε, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Δῆλον δὲ ὅτι ἄλλο τὸ σκηνοῦν, καὶ ἄλλο τὸ σκήνωμα ἐν ᾧ ἡ σκήνωσις τοῦ σκηνοῦντος· ὥσθ᾽ ἅμα μὲν εἶναι τὰ δύο, θεότητα καὶ ἀνθρωπότητα, ἐν τῷ ἑνὶ προσώπῳ Χριστοῦ. Εἰ δέ σοι δοκεῖ ἄλλως ἔχειν, τῆς ὀπτικωτέρας καὶ ἀληθεστέρας θεωρίας μὴ ἀποστερήσειας ἡμᾶς τοὺς ὀλιγομαθεῖς· προσθείην δ᾽ ἂν καὶ ἀτημελεῖς· κἂν ἄλλως αὐτὸς ἐξεθείασας τοῖς φιλικοῖς ἐπαίνοις.

· Contents ·