Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 174: To Philotheus the Founder

ΡΟΔ΄. — Φιλοθέῳ κτήτορι.

Εὐαπόδεκτα τὰ γράμματα τῆς τιμιότητός σου καὶ Θεῷ καὶ εὐσεβεῖ ἀνθρώπῳ· ὅτι ἐν τῷ παρόντι καιρῷ, ἐφ᾽ ᾧ νυκτομαχία αἱρετικὴ καὶ ζάλη ἀπιστίας, δήλωσιν ἡμῖν ἐποιήσατο, ὅτι ὥσπερ τις ἀστὴρ φαίνοις ἐν τοῖς αὐτόθι, μὴ ζοφωθεὶς τῇ αἱρετικῇ κοινωνίᾳ, μηδὲ μὴν ὑποβρύχιος γεγονὼς τῷ τῆς ἀπιστίας σάλῳ. Καὶ εὐλογητὸς Κύριος, ὃς ἔχει καὶ ἐν τῷ λαϊκῷ τάγματι τοὺς ἀντεχομένους τοῦ νόμου αὐτοῦ, κατὰ τὴν νῦν σύγχυσιν καὶ ἀνατροπὴν τῆς ὀρθοδοξίας. Μακάριος εἶ, ἀδελφὲ τιμιώτατε, καὶ ὄντως φερωνύμως σοι ἡ κλῆσις· ὅτι καὶ Θεὸν πεφίληκας, καὶ τὴν παρακαταθήκην τῆς πίστεως πεφρούρηκας. Ἀπήγγειλας δὲ ἐν τοῖς γράμμασιν, οὕτως καὶ οὕτως ἦχθαί σε ὑπὸ τῶν μακαρίων Πατέρων ἐκείνων τῶν τέλει χρηστῷ ἐκδημησάντων πρὸς Κύριον· Ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. Καὶ εὖ ἂν ἔχοι· καὶ τοῦτο τοῦ διαπύρου σου ζήλου ἰδίωμα. Ἐπειδὴ δὲ τῇ ἐκδημίᾳ ἐκείνων, οἷα ἀπορφανισθεὶς, ἐπεζήτησας πάλιν πρὸς τῆς ταπεινώσεως ἡμῶν στοιχειωθῆναι· ἡμεῖς μὲν εὐτελεῖς καὶ οὐδαμινοί· ὅμως ἐπεὶ γέγραπται, Ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ· διὰ ταύτην τὴν ἐν Κυρίῳ ἀγάπην, ὑπείκομεν, καὶ προσιέμεθα τὴν ἀνάθεσίν σου, καλὴν οὖσαν τῷ ὄντι καὶ ἐπαινετήν. Τὸ μὲν οὖν ἀπέχεσθαί σε παντάπασι τῆς αἱρετικῆς κοινωνίας, καὶ ἠγωνίσω, καὶ ἀπέσχου, ὡς φὴς, χάριτι Χριστοῦ· καὶ ἔτι ἀπόσχου· οὕτω γὰρ δείξειας τὸ πρὸς τὸν Θεόν σου φιλητὸν καὶ κοινωνικόν· ἡ γὰρ ἐναντία κοινωνία διίστησιν ἀπὸ Χριστοῦ. Εἰς ἃ δὲ ἀναγκάζεσθε ὑπὸ τοῦ στρατηγοῦντος εἴς τε τὸ συμψάλλειν τοῖς αἱρετικοῖς καὶ τὰ πρὸς αὐτῶν σφραγιζόμενα βρώματα ἐσθίειν· ὡς οὐκ ἂν ἄλλως δύνασθαι τὸν κύριον τὸν στρατηγὸν ἀκινδύνως διελθεῖν· καὶ πρὸς τοῦτο οὐκ ἔχομεν εὐπετῶς ἀποκρίνεσθαι· διότι ἡ ἀκρίβεια ἀπείργει παντάπασιν ἀμέθεκτον εἶναι τῶν ἑτεροδόξων τὸν ὀρθόφρονα· καὶ μήτε ἐν βρώσει, μήτε ἐν πόσει, μήτε ἐν σχέσει συνέρχεσθαι αὐτοῖς. Ταῦτα εἰδυῖα ἡ χρηστότης σου ἐχέσθω τοῦ ἀγαθοῦ αὐτῆς ζήλου· ἐποικοδομοῦσα τῷ καλῷ θεμελίῳ τὰς τῆς ἀκριβείας χρυσοειδεῖς ἐνδομήσεις· εὐχομένη καὶ ὑπὲρ τῆς ταπεινώσεως ἡμῶν.

· Contents ·