Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 19: To Nuns
ΙΘ΄. — Μοναζούσαις.
Ἀγαθὴν ἀκοὴν ἐνηχούμενος περὶ τῆς τιμιότητος ὑμῶν χαίρω ὁ ταπεινός· μάλιστα ὅτι αἷμα καὶ πνεῦμά ἐστε τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ κοινοῦ Πατρός. Ἔτι δὲ περισσοτέρως ἤδομαι καὶ δοξάζω τὸν Θεὸν, μανθάνων ὅτι ἄχραντοι διαμεμενήκατε ἕως τοῦ νῦν τῆς τῶν αἱρετικῶν κοινωνίας. Καίγε δεῖ τοὺς τὰ σώματα ἀνέπαφα ἔχοντας, καὶ κατὰ τὴν πίστιν παρθενεύειν. Μοιχεία γάρ ἐστιν, ὦ πανσύνετοι, καὶ τὸ τῆς κοινωνίας μετέχειν· ἧς ὑμᾶς Κύριος μέχρι τέλους διατηρήσειεν ἐναψαύστους· ὁ νυμφευσάμενος ἑαυτῷ διὰ τοῦ κατὰ τὴν παρθενίαν ἐπαγγέλματος. Οὗτος ὁ πρῶτός μοι λόγος. Διδασκαλίαν δὲ παρ᾽ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα τί αἰτεῖσθε; ὑμεῖς θεοδίδακτοί ἐστε χάριτι Χριστοῦ. Καὶ γὰρ καὶ ἐκ γονέων εὐσεβῶν ἀμφότεραι, καὶ γνώσει διαφέρουσαι· καὶ τῷ βίῳ τὸ διδασκάλιον τῶν ἐντολῶν προβαλλόμεναι. Εἰ δέ τι καὶ παρ᾽ ἡμῶν δέοισθε τῶν ἀμαθῶν· ὁ φόβος τοῦ Θεοῦ τὸ ζητούμενον. Οὗτος γὰρ ἐν καρδίᾳ δεχθεὶς, φῶς ἔλαμψε, τὰ πάθη ἐμείωσεν. Ἐξ οὖ κατάνυξις· δάκρυον· μῖσος κόσμου· ἐπιθυμία οὐρανῶν· καὶ τί γὰρ οὐ καλὸν ἐντεῦθεν προσγίνοιτο; Τοῦτο οὖν ἐστιν ἐνοίκησις Θεοῦ· οὖ δὲ Θεὸς, ἐκεῖ τῶν ἀγαθῶν ἡ πηγὴ, εἰρήνη, χαρὰ, ἀγάπη. Παρακαλῶ οὖν ὑμᾶς ὁ ταπεινὸς, μὴ πρὸς τὰ τῶν πλησίον ἀποβλέπειν παραδείγματα· καὶ μάλιστα τῆς ἐπιπλάστως ἐν ταῖς πλείσταις τῶν μοναζουσῶν ἐπιδεδειγμένης πολιτείας χλιαρᾶς, ἵν᾽ οὕτως εἴπω, καὶ συγκεχυμένης· ἀλλὰ πρὸς τὰ ἀρχέτυπα κάλλη, ὧν οἱ βίοι ἐν χερσὶν ὑμῶν, ἀστραπηφοροῦντες τοὺς θείους ἔρωτας· ἐπεὶ καὶ ζωγράφος οὐκ ἐκ φαύλων, ἀλλ᾽ ἐξ ὡραϊσμένων καὶ ἀρχαιότητι διαφερόντων εἰκόνων μεταγράφοιεν εἰκόνα.
Τί ἦν ἐν ἐκείναις γνωστὸν ὑμῖν; Λύσις τῶν δεσμῶν τῆς προσπαθείας· φυγὴ ἀῤῥενικῆς ὄψεως ὅσον ἐνδέχεται· καταβεβλημένον φρόνημα· ῥυπῶσα ἐσθὴς, ὅμμα κάτω νενευκός. Οὖς φεῦγον ἀνωφελῆ ἀκούσματα· στόμα λαλοῦν ἔνθεα, ὑπωπιασμὸς σώματος. Οὕτω γὰρ περιεγένοντο τοῦ τῆς σαρκὸς φρονήματος· ἐπείπερ ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, ὡς γέγραπται· τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκειται ἀλλήλοις· καὶ ἀκήρυκτος πόλεμος. Καὶ δεῖ ἡμᾶς πᾶσαν ἡμέραν, εἴπω καὶ ὥραν, ὁπλίσασθαι κατὰ τῶν παθῶν ἀνδρικῶς μετὰ Θεοῦ καὶ σὺν Θεῷ, ἐν πολλῷ ἀγῶνι νικῶντας τὸν ἐχθρὸν, τὸν ἀεὶ διψῶντα τὴν ἀπώλειαν ἡμῶν· οὗ αἱ ῥομφαῖαι εἰς τέλος ἐξέλιπον τοῖς προσέχουσιν ἀσφαλῶς. Οὐκ ἔστι δὲ μὴ ἡττᾶσθαι πάντως, καὶ πλήττεσθαι, τὸν ἀγωνιζόμενον, ἐν λόγῳ καὶ ἐννοίᾳ, καὶ ἐν τοῖς ὁμοίοις τοῖς μὴ πρὸς θάνατον ἁμαρτίας· ἀλλὰ τὸ θᾶττον ἀναπαλαίειν χρὴ, καὶ ἐπὶ τῆς δεούσης ἵστασθαι καταστάσεως. Παραπτώματα γὰρ τίς συνήσει; Καὶ τίς καυχήσεται τὴν ψυχὴν ἁγνὴν ἔχειν; Καὶ ἐν θλίψει μὲν ὁ ἐν Κυρίῳ ζῶν· ἐπειδὴ στενὴ καὶ τεθλιμμένη ἡ ὁδός ἀπάγουσα εἰς τὴν ζωήν· ὥσπερ ἡ ἐναντία τοῖς ἐναντίοις. Ὅτε δὲ ἔλθοι τὸ πέρας τῶν ἀγώνων, τότε εἴσεσθε, ὦ νύμφαι Χριστοῦ, τί προεξένησεν ὑμῖν ἡ πολιτεία· ἀρθήσεσθε γὰρ ἐν χαρᾷ ἀνεκλαλήτῳ ὑπὸ ἀγαθῶν ἀγγέλων· καὶ εἰσελεύσεσθε εἰς τὴν ἀχειρότευκτον παστάδα, εἰς τὸν οὐράνιον νυμφῶνα, πάντοτε σὺν Κυρίῳ εἰς αἰῶνα ἐσόμεναι. Ἦν μὲν καὶ πλέον τι λέγειν· ἀλλ᾽ ἐπειδὴ στοχάζομαι ὑπερβεβηκέναι τὸ μέτρον τῆς ἐπιστολῆς, ἐνταῦθα καταπαύσοιμι τὸν λόγον· ὑπὲρ οὖ χαρίσασθέ μοι τῷ ἁμαρτωλῷ τὰς ἁγίας ὑμῶν εὐχάς.