Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 183: To Elias the Priest
ΡΠΓ΄. — Ἡλίᾳ πρεσβυτέρῳ.
Τὸ μὲν φίλημά σου, ὦ ἱερὲ ἄνθρωπε τοῦ Θεοῦ, σεπτὸν ὅτι μάλιστα, καὶ τὸ τῆς συμψυχίας ἀποσῶζον γνώρισμα· τὸ δὲ ἐρώτημα, οὐκ οἶδ᾽ ὅπως εἶπω, ἀκατάλληλον καὶ οὐ συνεγνωσμένον τῇ ταπεινώσει ἡμῶν. Οὐδέπω γὰρ καὶ τήμερον ἀκηκόαμεν, πρὸς πατρὸς ἀναγκαστικῶς καὶ οὐκ ἐθελουσίως ἀποκαρθῆναι παῖδας. Εἰ μὲν γὰρ κομιδῇ νήπιοι, εἶτ᾽ οὖν πρὸ τῆς ἡλικίας, οὐκ ἐν αὐτοῖς τὸ θελητόν· οὐδὲ γάρ εἰσι διαγνωστικοὶ καλοῦ τε καὶ κακοῦ· ἀλλὰ τῇ τῶν φυσάντων προαιρέσει ἀνακτέον τὸ πρᾶγμα....
..... ἀναθετέον τὸ πρᾶγμα. Παρ᾽ οὗ καὶ ἡμῖν καὶ ὑμῖν τὸ σωτήριον ψυχῆς τε καὶ σώματος. Καὶ περὶ μὲν τούτων ἅλις· ὅτι μηδὲ καιρός μοι μακρηγορεῖν, ἐν ἄλλοις ἀσχολουμένῳ πράγμασιν οὐκ εὐδιαλύτοις. Περὶ δὲ τοῦ ἐπισκόπου Χίου, τί τοῦτο κἀκεῖνο γέγραφας; Ἡμεῖς οὔτε τὸν ἄνδρα εἰς ὄψιν ἡμῶν ἠγάγομεν ἐληλυθότα ἐνταῦθα, τὰς ὑποψίας διαφεύγοντες, οὔτε πάντη ἀνυπόκριτον εἰάσαμεν· ὅτι μηδὲ θεμιτὸν καὶ τὸν τυχόντα ἀποπέμπεσθαι· μὴ ὅτι γε ὁμόσχημον καὶ ἐπισκοπῆς ὄνομα κεκληρωμένον. Ἡσμενίσαμεν οὖν ὅτι ὀψέποτε ἀπενόσφισε ἐπισκοπῆς, ἐλόμενος ὧδε που παρεῤῥίφθαι· ὑποβάλλοντες αὐτὸν καὶ ἐπιτιμίῳ προσήκοντι· ὥσπερ πεποιήκαμεν ἐπὶ τοῖς ὁμοίως αὐτῷ δράσασι. Καὶ ὁ Θεὸς τῶν μετανοούντων ἐστί. Καὶ τοῦτο ἐναργὲς ὑπόδειγμα μετανοίας ἐπεζήτηται καὶ παρ᾽ ἡμῶν καὶ πρὸς ἄλλων τῶν ἰατρεύειν ἐπιτεταγμένων ἡ τοῦ ὑποπεπτωκότος ὑποχώρησις τῆς ἐπισκοπῆς· καὶ εἴρξις τῆς ἱερουργίας, σὺν ἐπιτιμίῳ ἕως καιροῦ εἰρήνης. Εἰ οὖν ταῦτα ὡμολόγηται τῷ ἀνδρί· τίνες ἦμεν ἡμεῖς ἀποσείεσθαι τὸν προσιόντα, καὶ ἐχθραίνειν ἐν τούτῳ Θεῷ; Μὴ σὺ, ὦ θαυμάσιε, βαρέως φέροιο ἐπὶ τῷ ἀνδρί· κἂν ὅτι μάλιστα ἃ λέγεις πεπραχέναι αὐτὸν, ἀποδέδεικται ἀληθῆ εἶναι· ἐπεὶ ἡμεῖς οὔτε ἀκηκόαμεν ἕως τοῦ παρόντος, οὔτε, εἰ καὶ ἀκηκόαμεν, κρίνομεν αὐτὸν ἐν τούτοις. Γέγραπται γάρ· Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ᾽ αὐτοῦ πρότερον, καὶ γνῷ τί ποιεῖ; Καὶ πάλιν ὁ Ἀπόστολος λέγει· Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. Ἔπειτα οὐδὲ τούτων πρόκειται λόγος ἢ ἐξουσία τοῦ κρίνειν· ἀλλὰ περὶ τοῦ προσίεσθαι τοὺς ὑποπεπτωκότας τὴν μετάνοιαν· ταμιευομένων τῶν ὑπὸ τῆς τιμιότητός σου λελεγμένων, ἢ ἐνταῦθα καιρῷ τῷ δέοντι τοῖς προεστῶσι τῆς Ἐκκλησίας, ἢ ἐν τῷ μέλλοντι αἰῶνι τῷ κριτῇ τῶν ἀπάντων. Διὸ συμβουλεύω τῇ χρηστότητί σου ἀφεμένῃ τῶν λόγων ἐκείνων ἐν τῷ τέως εὐχαριστεῖν τῷ Κυρίῳ ἐπὶ τῇ τοῦ ἀνδρὸς μετανοίᾳ· ὡς ἂν συνεργοὶ εἴημεν Θεῷ τῷ φιλοῦντι σώζεσθαι πάντα ἄνθρωπον· κἂν τούτῳ εἰρήνην ἔχωμεν πρὸς αὐτὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ τέλος ὅταν λάβῃς καιρὸν, εἴπερ καὶ ζητεῖς, τότε εὐθύτητας κρίνοιο. Τὸ δὲ νῦν προσεύχου περὶ ἡμῶν, σώζεσθαι ἡμᾶς ψυχῇ τε καὶ σώματι· ὅτι ὁμολογοῦμεν πάντων ἀνθρώπων ἁμαρτωλότεροι εἶναι. Ὁ Κύριος ὁ ἀρχιεπίσκοπος πλεῖστά σε προσαγορεύει, προσαγορευθεὶς ὑπὸ τῆς φωνῆς σου· ἐπεὶ καὶ πάντες οἱ μεθ᾽ ἡμῶν ἀδελφοί. Ἔῤῥωσο ἐν Κυρίῳ, ἀδελφέ.