Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 184: To Abbot Auxentius

ΡΠΔ΄. — Αὐξεντίῳ ἡγουμένῳ.

Τὸ μὲν γράμμα τῆς τιμιότητός σου ἐδεξάμεθα, καὶ ὡς ἦν ἡμῖν δυνατὸν ἐπήλθομεν· τὰ μὲν καθ᾽ ἡμῶν ἐγκώμια ποῤῥωτέρω θέμενοι, ὡς οὐκ ἀξίων ἐγκωμιαστικῆς οὐδ᾽ ὅλως ἐμφάσεως· ὅτι μὴ καὶ κατηγορητικῆς μᾶλλον ἐπισκώψεως. Τίνες γὰρ ἐσμὲν ἡμεῖς οἱ ἀχρεῖοι, καὶ οὐδὲ ὀνόματος ἄξιοι οὗ ἐπικεκλήμεθα; Πρὸς δὲ τὰ ἐπιζητηθέντα σοι κεφάλαια Γραφικὰ, πάνυ ἐξενίσθημεν, ὅτι καὶ πρὸς ἡμῶν τῶν ἀμαθῶν ἡ ἐξήγησις, καίγε περὶ τοιούτων ἐμφάσεων, ἃ ἀνήκει μόνοις τοῖς θεοφόροις διαλευκαίνειν, παρ᾽ ὧν καὶ ἡ διασάφησις ἐγεγόνει· καίγε μάλιστα κατὰ λέξιν ὑπὸ τοῦ μεγάλου καὶ θείου Βασιλείου. Λαβὼν οὖν τὸ εἰς τὸν Ἡσαΐαν ἑρμηνευτικὸν αὐτοῦ πυκτίον, μαθήσῃ τὰ ἐπιζητούμενα· ἄλλως τε ὅτι καὶ μέτρον ὑπερβαίνει ἐπιστολῆς, ὅλης συγγραφῆς δεομένη ἡ τῶν τοιούτων ἐπίκρισις. Πρὸς δὲ ὅτι τοῖς Ἰουδαίοις λογομαχία πρόκειται· ἔα τοὺς Χριστομάχους, ὦ Πατέρων ἄριστε, λυττᾶν εἰς ἑαυτούς. Οἱ γὰρ αὐτοῦ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν τὰς διδαχὰς ἀποῤῥαπίσαντες, τάς τε τῶν ἀποστόλων ὑποθήκας παρωσάμενοι, καὶ συλλήβδην πάντων τῶν θεοφόρων τὰς ὑψηγορίας βδελυξάμενοι· σχολῇ γ᾽ ἂν ὑφ᾽ ἡμῶν αὐτοὺς ὁδηγεῖσθαι, ἢ συναίρειν λόγον, καθῆκον. Ἄφετε αὐτοὺς, ὁ Κύριος εἶπε, τυφλοί εἰσι. Καὶ ὁ Προφήτης φησίν· Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος. Πρὸς γὰρ τῷ μηδὲν ὠφελεῖσθαι ἐν τῇ συμβολῇ τοῦ λόγου, καὶ ἑαυτοὺς παραβλάψοιμεν τοῖς ἰοβόλοις ῥήμασι, δίκην ὄφεως φαρμακευόμενοι. Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν· τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος. Ἱκανούσθω σοι ταῦτα. Τί δὲ ὀφειλόμενον ἡμῖν ἐξ ἀναγκαίου, ὅπως εὐαρεστήσωμεν τῷ Κυρίῳ; Πῶς διαφευξόμεθα τὰς πάγας τοῦ διαβόλου; Δηλονότι ὑπόπτεροι τῷ πνεύματι γιγνόμενοι, τὰ ἄνω ζητοῦντες, τὰ ἄνω φρονοῦντες, οὗ ὁ Χριστός ἐστιν, ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος· ἀφ᾽ οὗ καὶ ἥξει μετ᾽ ἀγγέλων δυνάμεως αὐτοῦ ἐν πυρὶ φλογός· διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν, καὶ τοῖς μὴ ὑπακούουσι τῷ Εὐαγγελίῳ αὐ τοῦ, ἤγουν Ἰουδαίοις, καὶ εἴ τισι σύμφροσιν Ἰουδαίων, καὶ κατὰ πίστεως διαστροφὴν, καὶ κατὰ βίου στρεβλότητα.

Ταῦτα μελέτα, ὦ τᾶν, ἐν τούτοις ἶσθι· ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσι. Παρακελεύεταί σοι Παῦλος ὁ μέγας τῆς ἀληθείας κήρυξ· Τὰς δὲ μωρὰς ζητήσεις καὶ γενεαλογίας, καὶ ἐρεῖς, καὶ μάχας Ἰουδαϊκὰς παραιτήσαιο. Ἵνα δὲ ἐν κεφαλαίῳ περὶ ὧν προέτεινας ἀποκριθῶμεν, ὅλον τὸ λῆμμα τῆς προφητείας περὶ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐστιν· ἐν ᾧ καὶ ὁ λαὸς ὁ ἀπωσμένος ἀνασέσωσται ἐκ τῶν τεσσάρων πτερύγων, εἴτε οὖν περάτων τῆς γῆς. Τό τε ἐπὶ τῶν χειρῶν ἐζωγραφῆσθαι τὰ τείχη τῆς νέας Ἰερουσαλὴμ, τὸ σταυρικὸν πάθος δηλοῖ. Ἐπείπερ ἤλοις ἐμπεπαρμένος ταῖς ἁγίαις χερσὶν, ἀφηλοῖ τὸ ἀνθρώπινον τῆς ἐμπαθοῦς καθ᾽ ἁμαρτίαν ἕξεως, καὶ ὡραιοῖ τῷ ἀρχετύπῳ κάλλει τῆς θεώσεως. Ἐφ᾽ οἷς μικρὸν διὰ τῆς τριημερονύκτου ἀναστάσεως, Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάντας τοὺς υἱούς σου· ἰδοὺ συνήχθησαν καὶ ἦλθον πρὸς σὲ. Ζῶ ἐγὼ, λέγει Κύριος. Ἐπόμενα τούτοις τὰ συνημμένα τῇ προφητείᾳ, χαρίσματά τε καὶ ἑορτάσιμα, καὶ πλήρη θυμηδίας· καὶ ὁ μὲν εὐγνώμων, εἴσεται καὶ συνεπιφθέγξεται τὰ εἰκότα· ὁ δὲ ἀγνώμων Ἰουδαῖος στρεβλοκαρδιάσει, καὶ οὔτε Παλαιᾶς, οὔτε Νέας Διαθήκης ἐπακούσεται ὑγιῶς. Οὗ ῥυσθείημεν εὐχαῖς ἁγίων, ἡγιασμένε Πάτερ, καὶ σωθείημεν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.

· Contents ·