Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 185: To Eudocimus the Spatharius

ΡΠΕ΄. — Εὐδοκίμῳ σπαθαρίῳ.

Καὶ ἀφ᾽ ἑαυτῶν ἐπαισθανόμεθα, ὅσον τὸ ἄλγος καὶ τὸ πάθος τὸ συμπεσὸν τῇ τιμιότητί σου. Νῦν δὲ ἐπειδὴ ἠκούσαμέν σου καὶ τῶν πολυστενάκτων φωνῶν, ὑποδηλουσῶν ἕκαστα τῶν συμβεβηκότων ἀνιαρῶν, πλέον ἐπῃσθάνθημεν, καὶ συνηλγήσαμεν, κατὰ τὸ εἰκός. Ἀλλ᾽ ὅμως ὅπως ἂν μεθοδεύοις τὰ πράγματα κατὰ δικαίαν ἔκτισιν Θεοῦ ἀπαντήσαντά σοι, εὖ πράττων κἂν τούτῳ, ὡς κακίας μᾶλλον καὶ οὐκ ἀρετῆς βάσανον τὰς ἐπιφορὰς ἐνεχθῆναι. Ἡμεῖς δ᾽ οὖν οὐ παυσόμεθα καὶ ἔτι πρὸς τὸ εὔσημον καὶ εὐδιάγνωστον ἀνθυποφέρειν τὸν λόγον. Ἐστέρησαι τοιγαροῦν ὄψεως. Καὶ ἀλγεινὸν (πῶς γὰρ οὔ;), τὸν λύχνον τοῦ σώματος ἀπολωλεκέναι. Ἀλλὰ πάλιν εὐχαριστήριον, ὅτι ἀβλεπτοῦμεν τὰ τοῦ κόσμου μάταια· ἐξ οὗπερ ὑποφέρεσθαι πέφυκε πᾶς νοῦς οὐκ εὐκταίως. Εἴρχθης προόδων καὶ συνόδων ἀστικῶν τε καὶ ἀνακτορικῶν· ἀλλ᾽ οὖν γε λελύτρωσαι Ἐκκλησίας πονηρευομένων, καὶ συναναστροφῆς παρανομούντων. Οἶδας ὃ λέγω, ἐψιλώθης τὰ ὑπάρχοντα; καὶ τοῦτο δυσφορώτατον· ἀλλ᾽ ἔχεις τὸ κούφως φέρεσθαι, καὶ ὑπερπλέειν τῶν βιωτικῶν περιστάσεων καὶ συναλλαγμάτων. Ποῦ ποτ᾽ ἂν εὗρες, ὦ θαυμάσιε, τόπον τοιοῦτον, οἷον νῦν, ἐν ᾧ ἔστι σε σχολάζειν Θεῷ, καὶ γνῶναι αὐτὸν καθ᾽ ὅσον οἷόν τε; Ποῦ δὲ καιρὸν τοιοῦτον προσευχῆς, στεναγμοῦ, κατανύξεως, ἐκπετάσεως χειρῶν, ὅσον πρόκειται ὑμῖν ἀπολαύειν ἐκ τῆς ἐπενεχθείσης ἐπηρείας; Οὐχ ὁρᾶς ὅτι εἰς καλόν σοι ἀπήντηκε τὰ πράγματα, περιτραπείσης τῆς κακίας τῶν ἀνθρώπων εἰς σωτηρίαν σου; ἓν ἐπὶ πάντων διαγνωστέον· ὅτι κατὰ τὴν προτέραν ἀναστροφὴν δυστέκμαρτον ἦν ἐπιλαβέσθαι τοῦ σωτηρίου συντάγματος, πολλῶν ὄντων, ὡς οἶσθα, τῶν ἀντιπραττόντων τῷ εὐσεβεῖ σκοπῷ. Νῦν δὲ ἤνοικται ὑμῖν οὐχὶ μόνη τῆς μετανοίας ἡ θύρα· ἀλλὰ καὶ τῆς οὐρανίου βασιλείας ἡ εἴσοδος· καὶ πᾶς τις τῶν εὐφρονούντων ἐν τῷ μέρει τῶν σωζομένων σε τετάξεται· καὶ περὶ οὗ πᾶς σπουδαῖος ἐπείγεται· καὶ οὗ τοῦ τυχεῖν οὐδὲν τῶν ἀπάντων ἀνταξιώτερον. Εἶθε ἦν πως ἀντάλλαγμα γενέσθαι εἰς τὸ ἀμείψασθαι ἀλλήλοις τὰς αἰσθήσεις. Καὶ πολλοῦ ἂν εὐχῆς μοι ἔργον ἦν τῇ ἀφαιρέσει τῆς ὄψεως συναφαιρεθῆναι καὶ τῶν πρὸ τῆς ὄψεως κέντρων τῆς ἁμαρτίας. Ἀλλὰ ταῦτα μὲν κατὰ φιλίας τρόπον. Σὲ δὲ ὁ ἀγαθὸς Θεὸς ἡμῶν παρακαλέσειε παρακλήσει πολλῇ οἴσειν πάντα εὐχαρίστως, κατὰ μίμησιν τοῦ μακαρίου Ἰώβ· καὶ ἀξιώσειε καὶ εἰς τὴν κατ᾽ ὀφθαλμοὺς ὁμιλίαν ἐλθεῖν ἡμᾶς ποτε· ἵνα ὅσα νῦν διαφεύγει τοῖς γράμμασι, ζώσῃ φωνῇ ἀναπληρώσαιμεν· καὶ μᾶλλον τηνικαῦτα γνωρίσωμεν ἀλλήλους, ἐκ μικρᾶς πρότερον πείρας ἀπογευσάμενοί σου τῆς γλυκείας ἀγάπης.

· Contents ·