Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 186: To Nicetas the Spatharius

ΡΠϚ΄. — Νικήτᾳ σπαθαρίῳ.

Ἐπὶ μὲν πικροῖς πάθεσιν ἔστιν ἐξευρίσκειν εὐκόλως τὰς παρακλήσεις τὸν προαιρούμενον παραμυθεῖσθαι τοὺς κακουμένους. Ἐπὶ δὲ τοιούτῳ μεγίστῳ πάθει, ἐν ᾧ περιεσχέθη ἡ θεοφίλειά σου. τίς ἂν καὶ ἐξευρεθείη λόγος παρακλητικός; τίς δὲ ὁ ἐπιχειρῶν θεραπεύειν τοιοῦτον ἄλγος ἐπιστημόνως δυνηθείη; ὢ τῆς ἀπευκταίας ἀκοῆς! Ἀπεῤῥάγη σοι ἡ κυρία ἡ ὁμόζυγος, ὡς ἄρτι ἤκουσται ἡμῖν· ἀφῃρέθη τὸ μόνον παραμύθιον ἐν ταῖς συμβατικαῖς περιστάσεσιν· ἀπεκοσμήθη ἡ εὐλογημένη ἑστία· οἱ κλάδοι κατηφεῖς, τῆς ἀγαθῆς ῥίζης ἐκκοπείσης· οἱ θεράποντες καὶ αἱ θεράπαιναι ὧδε κἀκεῖσε περιειλούμεναι, ὡς οὐκ ἔχουσαι τὸ Δεσποτικὸν πρόσωπον ἐπιλάμπον τῇ οἰκίᾳ. Τὰ πάντα κατηφείας μεστά· τάχα καὶ ὁ ἀήρ σοι ἠλλοιωμένος τῇ ἀλλοιώσει τῶν φρενῶν. Ποῦ ἡ προσιεμένη σε ἐπανιόντα οἶκοι περιχαρῶς ἀπὸ τῶν ἀνακτορικῶν διατριβῶν; Ποῦ ἡ τοὺς ἀγχιστεύοντας δεξιουμένη ἐπιεικῶς; ἡ τόδε, καὶ τόδε καὶ ὅσα ἐστὶ, συντόμως εἰπεῖν, διευθετοῦσα καὶ συμβιβάζουσα, οἰκονομοῦσά τε καὶ οἰκουροῦσα, ὅσα τὰ κατ᾽ οἶκον· ὅσα τὰ πρὸς ἄλλους οἰκείους τε καὶ ἐπιξενουμένους. Πάντα οἴχεται καὶ ἀπόλωλε· καὶ γεγόναμεν ὡς ἐν ἐρημίᾳ πάντων τῶν προσόντων ἀγαθῶν ἀπεστερημένοι. Τοιοῦτον καὶ τηλικοῦτον τὸ πάθος τῆς τιμίας σου ψυχῆς, ὦ δέσποτα, καὶ οὐδεμία παραμυθία πρὸς ἀνθρώπων ἱκανουμένη καταλεᾶναι τὴν φλεγμαίνουσάν σου καρδίαν, ἢ παρὰ μόνου Θεοῦ τοῦ παρακαλοῦντος τοὺς ταπεινοὺς τῇ καρδίᾳ, διὰ τῆς τῶν ἀγαθῶν λογισμῶν ἀναλήψεως. Ἐκείνη μὲν οὖν ἡ μακαρία· μακαρία γάρ ἐστιν, ἐπ᾽ ἂν τὴν πίστιν πρὸς Θεὸν ἐκέκτητο ἀσφαλῆ, καὶ τὸν βίον διετέλει σεμνόν· οὗ γνωρίσματα πολλὰ, ὧν καὶ ἡμεῖς οὐκ ἅμοιροι τετυχήκαμεν· τὸ δὲ τελευταῖον, ὅτι ὡς χρυσὸς ἐν πυρὶ τῇ μακροτέρᾳ καὶ δυσοίστῳ νόσῳ δοκιμασθεῖσα ἀπέπτη τῶν ἐνθένδε. Οὐκοῦν ἀρκετὸν ἡμῖν τοῦτο εἰς παρηγορίαν· ὅτι τηλικαύτην ὁμόζυγον παρέπεμψας μὲν Θεῷ, ὑπόδειγμα καλλίστης πολιτείας τὸν ἑαυτῆς βίον ἐναφήσασαν ἡμῖν. Καὶ ἄλλως ὅτι τὰ θεῖα ὢν πεπαιδευμένος αὐτὸς, οὐ τοσοῦτον ὀφείλεις ἐκσταθῆναι ἐπὶ τῷ γεγονότι. Οἶδας γὰρ ὅτι εἰς γέννησιν ἐληλυθότες κατ᾽ εὐδοκίαν Θεοῦ, πάντως τῇ γεννήσει συνεζευγμένη καὶ ἡ ἔξοδος ἡμῖν προσγίνεται. καὶ οὐδεὶς ἄνθρωπος ἀθάνατος, καὶ οὐδεμία συζυγία ἀδιάζευκτος. Ἀναθεωρήσωμεν, εἰ δοκεῖ, τοὺς ἀπὸ Ἀδὰμ μέχρι τήμερον, καὶ εὑρήσομεν τὴν ὑπάλληλον διαδοχὴν κατιοῦσαν ἕως ἂν καὶ συσταίη ὁ τῇδε κόσμος. Ποῦ οἱ φύσαντές σε, δέσποτα, καὶ οἱ ἐκείνους τεκόντες; καὶ ἀναποδίζων οὐδὲν ἄλλο εὑρήσεις, ἢ ῥοὴν καὶ ἀποῤῥοὴν τὰ ἀνθρώπινα. Τί οὖν ἐστι νῦν τὸ ζητούμενον; ὅπως εἰς ἡμᾶς αὐτοὺς γενοίμεθα, καὶ τὰ μὲν εἰκότα ἐπιτάφια ἐπιτελέσωμεν τῇ ἀειμνήστῳ· ὑπὲρ ἧς καὶ ἡμεῖς οἱ ταπεινοὶ οὐκ ἐλάχιστα ηὐξάμεθα, εἰ καὶ οὐκ ἠκούσθημεν ὡς ἁμαρτωλοὶ, τὸ ἐπιμεῖναι αὐτὴν ἐν τῷδε τῷ βίῳ· τὰ δὲ τῶν παίδων, εὖ διαθώμεθα, καὶ τὰ ἡμέτερα ἐξόδια προευτρεπίσωμεν, ἐμβιοτεύοντες τῷ βίῳ θεοπρεπῶς· ἵνα μεταστάντες τῶν ἐνθένδε, ὁπηνίκα ἐπιτρέπει ἡ πρόνοια, εὑρήσομεν ἐκεῖσε τὴν καλὴν ὁμόζυγον ἐν ἀπείροις αἰῶσι χαίρουσαν σὺν ἡμῖν αὐτοῖς ἐπὶ μεθέξει τῶν ἀποῤῥήτων ἀγαθῶν. Ταῦτα εἰ καὶ ἐλάχιστα πρὸς παρηγορίαν· ὅμως ὅτι ἐπιδεικτικὰ τῆς ἀγάπης σου, ἥτις καὶ χαρισθείη ἡμῖν εὔθυμος καὶ εὐπαρηγόρητος ἐπὶ τῆς ἐπὶ πάντα εἰς Θεὸν ἀναθέσεως ὑμῶν.

· Contents ·