Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 187: To Leo the Sacellarius

ΡΠΖ΄. — Λέοντι Σακελλαρίῳ.

Καὶ σιωπᾶν οὐκ ἐπιτρεπόμεθα τῶν εὐεργεσιῶν τῆς μεγίστης καὶ ἐπιποθήτου σου ὑπεροχῆς ἀπολαύοντες· καὶ ἀπαντᾷν κατ᾽ ἀξίαν οὐκ εὐποροῦμεν, λόγου ἀποροῦντες προσήκοντος. Εἰ δὲ ὅτι ἡ θεοφιλὴς σου ψυχὴ μὴ οὕτως οἴεται, οὐ θαυμαστόν. Ἡ ἀγάπη γὰρ, φησὶ, τὸ κακὸν οὐ λογίζεται· ἐπεὶ καὶ ἔκπαλαι τὸ αὐτὸ εἴωθε φιλικῶς ὑπολαμβάνειν καὶ σεμνύνειν ὑμᾶς δωρεὰν τοὺς ἀλητίμους· καὶ ὥς φασιν, οὐδὲ συγκρίνειν ἔχεις πρὸς ἀλλήλους καθ᾽ ὑπεροχήν. Ἀλλὰ ταῦτα μὲν, ὡς εἴρηται, τῆς ἱερᾶς στοργῆς τὰ συμβόλαια. Αὐτὸς δὲ, ὦ παντεπαίνετε, ἔοικας ἀκρόπολίς τις ἐνιδρύσθαι ἐν τῇ βασιλίδι τῶν πόλεων· ἢ τἀληθὲς οἰκειότερον εἰπεῖν, λιμὴν πολυχώρητος, θλιβομένων ἀνάπαυλα, διψώντων λόγου ἐμμελοῦς ἱκανὸν παραμύθιον, καθεκάστην, ὡς εἰπεῖν, εἰσδεχόμενος καὶ ἰώμενος, θεραπεύων τε καὶ ἀφοσιούμενος τούτους κἀκείνους, μείζους καὶ ἐλάττους, ἱερεῖς καὶ ἀρχιερεῖς, ἐντελεῖς καὶ ὑφειμένους. Ὡς μεγαλοπρεπές σου τὸ θεῖον ἀξίωμα, καὶ τὸ θεοφιλὲς πρακτήριον! Προσήκει σοι καὶ τὰ τοῦ ἀοιδίμου Ἰὼβ τὰ ἐπιφθέγματα· Πατὴρ ἐγενόμην ὀρφανῶν, ποὺς δὲ χωλῶν, παντὶ δὲ ἀνθρώπῳ ἀνέῳκταί μου ἡ θύρα, καὶ ὅσα τούτοις συνεπόμενα. Σὺ τὸ λείψανον τῆς εὐσεβείας· αὐτὸς τὸ κειμήλιον τῆς ὀρθοδοξίας· καὶ τὰ πολλὰ παρατρέχει ὁ λόγος· ἵνα μὴ δόξῃ πρὸς χάριν λέγειν, καὶ κολακείαν τὰ εἰς πρόσωπον ἀκουτιζόμενα. Ὅμως μίαν φωνὴν προσθεὶς ἀποπαύσειε τοῦ λέγειν· μία παραμυθία Πατρὶ, μονογενής τε καὶ φιλοπάτωρ υἱὸς, καὶ τῇ βασιλίδι πόλει ἡ σὴ μεγαλοφυὴς καὶ περιβόητος ἀρισταρχία.

· Contents ·