Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 188: To the Spatharia, Wife of Flavian

ΡΠΗ΄. — Τῇ σπαθαρίᾳ τοῦ Φλαβιανοῦ.

Ἔφθασεν ἡ ἀπευκτὴ ἀγγελία τοῦ περὶ τοῦ ἀειμνήστου υἱοῦ σου πάθους, μέχρι καὶ τῆς ἡμῶν ταπεινώσεως. Ἐν ᾗ ὥσπερ οἱ τὰς ἀκοὰς βροντηδὸν καταπλαγέντες πεπτήχασιν ὅλως· οὕτως ἡμῖν ὁ λόγος ἐξαπορεῖσθαι πεποίηκε, καὶ μηδὲ ἔχειν τι φθέγξασθαι ἄξιον τῆς ὀδύνης. Ὢ τί γέγονεν ἐξάπινα; πῶς ᾤχετο ἀνὴρ θαυμαστὸς, αὐτὸ τῆς ἡλικίας ἄγων τὸ βιώσιμον; ὡς μεγαλοήλιξ! ὡς ὡραῖος τὴν ὄψιν! ὡς εὐγενὴς τὸ αἶμα! ὡς εὐκλεὴς τὸ κῦδος! ὡς μόνος ἐγκαταλελειμμένος παραμύθιον μητρὶ αἰσίᾳ, οἰκίᾳ πατρῴᾳ ἔρεισμα, γένει ἐγκαλλώπισμα· προσθείην δ᾽ ἂν καὶ βασιλείοις αὐλαῖς ξένον ὅραμα. Οὗτος ἐν ἀλλοδαπῇ τὰ βασιλέως διοικούμενος, ἀπέπτη· καταλιπὼν μὲν τὴν περιβόητον μητέρα, συναπολιπὼν δὲ καὶ τὴν περίδοξον ὁμόζυγα, σὺν εὐγενέσι νεογόνοις, καὶ λαμπρὰν ἑστίαν, τὸ πολυθρύλλητον αἷμα, τὸ πολυούσιον κτῆμα, τοὺς δεξιοὺς ὑπηρέτας, τοὺς φιλοδεσπότους παραστάτας, ταῦτα κἀκεῖνα, ὁμοῦ τὰ πάντα, ὡς ἂν μὴ κατακερματίζοιεν ἓν ἕκαστον ὁ λόγος· εἶτα ἐπανελθὼν ἐκ τῆς ξένης οἴκαδε, φόρτος ἐλεεινὸς, σκυθρωπὸν ἀπάντημα καὶ βασιλίδι πόλει, καὶ ἀξιαγάστῳ ἑστίᾳ. Ὢ τῆς ὑπερβαλλούσης συμφορᾶς! Στενάξειε δ᾽ ἂν καὶ αὐτὰ τὰ τείχη τῆς πόλεως, μὴ ὅτι ἄρχοντες καὶ ὁμήλικες, στενάξειαν δ᾽ ἂν καὶ αὐτοὶ οἱ αὐτοκράτορες, ἀποβεβληκότες ἔρνος πολυθαύμαστον. Δακρύσειε τάχα καὶ ὁ ἐπιπόλιος ὅμιλος· ἐπιστυγνάσει δὲ εἰκότως καὶ πᾶν τὸ γένος. Εἰ δὲ ταῦτα οὕτως, τίς τὸ ἐπὶ σοὶ πάθος ἐκτραγωδήσειεν, ὦ δέσποινα; τίς δὲ τὸ τῆς ὁμοζύγου; τίς δὲ τὸ τῆς ἀδελφῆς; τίς δὲ τὸ τῶν οἰκετῶν; οὐδ᾽ ἂν τῶν ποταμῶν τὰ ῥεύματα εἰς δάκρυον μεταποιούμενα ἐξαρκέσειεν ὑμῖν ὑπηρετεῖσθαι τῷ θρήνῳ. Τί δὲ ὁ ἀήρ; οὐκ ἠλλοίωται τοῖς ὀφθαλμοῖς ὑμῶν ἄρα; καὶ ὁ ἥλιος οὐκ ἀνατεταλκὼς, τὸν τῆς ἑστίας ἥλιον ἀπολωλεκώς; Τοσαῦτα καὶ ὅσα τούτοις ἐφάμιλλα ὑποβάλλει τὸ πάθος ἀποδύρασθαι. Ἀλλ᾽ ἐπειδὴ πρὸς γυναῖκα ἡμῖν ὁ λόγος πάλαι τὰ θεῖα πεπαιδευμένην, καὶ ὅλην ὑπόθεσιν ἀρετῆς τὸν ἑαυτῆς βίον ὑποδεικνύουσαν· ὡς μαρτυρεῖ σχεδὸν πᾶσα ἀκοὴ καὶ ὄψις· οὐ πολλῆς χρεία ὑπομνήσεως· οἴκοθεν ἔχουσαν τὰ φάρμακα τῆς παραμυθίας. Πολλὰς ἱερὰς βίβλους ἐπὶ χεῖρας εἴληφας· πολλὰ πατρικὰ ἀναγνώσματα διεξελήλυθας. Νύκτωρ τε καὶ μεθ᾽ ἡμέραν σχολάζουσα ταῖς προσευχαῖς, ταῖς δεήσεσιν ἐπιμένουσα ταῖς παννύχοις, εἶτ᾽ οὖν νυκτεριναῖς καὶ ἡμεριναῖς ψαλμωδίαις τε καὶ ὑμνωδίαις. Ἀφ᾽ ὧν καὶ τὸ ἐγκρατὲς, καὶ τὸ ὑπωπιαστικὸν τοῦ σώματος· τὸ πρὸς τοὺς ἐνδεεῖς ἐπιδοτικὸν, ἱερεῖς τε καὶ μοναστὰς θεραπευτικόν· τὸ ἐπὶ πολλοῖς οὖν ἄλλοις εὐσεβείας τρόποις ὑμνούμενόν τε καὶ ἀδόμενον. Οἴκοθεν τοιγαροῦν καὶ παρ᾽ ἑαυτῆς ἱκανῶς ἔχεις ἐπᾶσαι τῇ ψυχῇ τὰ εἰκότα. Οὐ μὴν, ἀλλὰ καὶ τῇ νύμφῃ, καὶ τῇ θυγατρὶ, καὶ πάσῃ τῇ Ἀβρααμιαίᾳ ἑστίᾳ· ὡς κοινὸς διδάσκαλος, ὡς ἀρετῆς ὑπόδειγμα, ὡς ἔκπαλαι τὰ θεῖα λόγια θησαυρίσασα, καὶ ἐν καιρῷ τὸ σιτομέτριον ἑκάστῳ διανέμειν ἔχουσα. Ἀναμνήσθητι, ὦ γενναία καὶ θαυμαστὴ ἐν γυναιξὶν, ὡς οὐδὲν ξένον καὶ τῶν παρ᾽ ἐλπίδα τὸ συμβεβηκός. Ἀναθεώρησον τοὺς ἀπὸ Ἀδὰμ μέχρι τῆς σήμερον· καὶ χώρησον εἰς τὰ τοῦ Θεοῦ βαθέα κρίματα· καὶ ἴδε, ὅτι ἄνθρωπος ὡσεὶ χόρτος· αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιαὶ παράγουσιν. Ἐπεὶ οὖν ὁ προπάτωρ θνητὸς διὰ ἁμαρτίαν, θνητὸς καὶ ὁ γόνος ἀλληλούχως ἰὼν μέχρι τοῦ δεῦρο. Ἀλλ᾽ ὅμως ὅτι ἀφ᾽ οὗ Χριστὸς, οὐκέτι θάνατος, ὁ θάνατος, ἀλλ᾽ ἀρχὴ παλιγγενεσίας ἀθανάτου. Εὐσεβῆ παῖδα, καὶ ὀρθόδοξον, φιλομόναχόν τε καὶ φιλάγαθον, καὶ γεγέννηκας, καὶ προὔπεμψας. Ἔστω σοι παραμυθία αὐτάρκης καὶ εὐχαριστίας ὑπόθεσις. Καὶ παρακαλοῦμέν σε τὴν θεοπαράκλητον καὶ πανσύνετον· γενοῦ, ὡς ἐν πᾶσι τοῖς ἄλλοις, κἀνταῦθα μεγαλοψυχίας ὑπόδειγμα· καλὸν ἐντάφιον καὶ τῷ παγκάλῳ υἱῷ, ὡς καὶ ψυχικῶς ἰμειρομένη τὰ αὐτῷ ἐπιβάλλοντα, ἀπόμοιραν Θεῷ εἰσοίσουσα. Τάχα γὰρ διὰ τοῦτο Θεός σε ἐταμιεύσατο τῶν προλαβόντων ὑστάτην, ἵνα πάντα θεοπρεπῶς διαθεμένη, εὐκταίως συναπάρῃς τῶν ἐνθένδε, καὶ κληρονομήσῃς σὺν αὐτοῖς ζωὴν αἰώνιον. Ταῦτα καὶ ὁ ἀδελφὸς ἡμῶν ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος συμφθεγγόμενός ἐστι, πολυτιμιωτάτη κυρία.

· Contents ·