Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 189: To Pantoleon the Logothete

ΡΠΘ΄. — Παντολέοντι λογοθέτῃ.

Ἴσμεν καὶ τὸ εὐπαῤῥησίαστον νεμεσητὸν ὑπάρχειν· συνεπιστάμεθα καὶ τὸν καιρὸν συστολὴν ἡμῖν ἐπιτρέπειν· ἀλλ᾽ ὅμως τὸ ὑπερβάλλον τῆς ἀμυθήτου σου περὶ ἡμᾶς τοὺς ταπεινοὺς εὐδιάθετον ἠνάγκασεν ἡμᾶς τολμηρότερον χρήσασθαι καὶ τῷδε τῷ γραμματίῳ. Τολμηρὸν γάρ ἐστιν ὡς ἀληθῶς οὐ μόνον τὰ καθ᾽ ἑαυτοὺς ἀναφέρειν, ἀλλὰ καὶ ὑπὲρ ἑτέρων δεδεῆσθαι· ὅμως, ὡς εἴρηται, τὸ πολύ σου εὐμενὲς καὶ διπλοῦν εὐσεβὲς, παρεθάρρυνεν ἡμᾶς τολμῆσαι. Τί οὖν τὸ λεγόμενον; περὶ Θεοδότου τοῦ πρωτοσπαθαρίου, ὃς ὅπως ἐστὶν ἐναγώνιος, αἰτία τοῦ συναπάραντος αὐτῷ οἰκονόμου τῆς Ἐκκλησίας ἐν τῇ Δύσει, διαγινώσκει πάντως ἡ ἀνυπέρβλητός σου ὑπεροχή. Τίς οὖν ἄλλος ἂν ἐξευρεθείη ἀρρωγὸς ἐπὶ τῇ ἀντιλήψει τοῦ ἀνδρός; τίς δ᾽ ἂν ἐχεφρονέστερος τῆς σῆς μεγαλονοίας συνιδεῖν τὸ δέον; τίς δὲ καὶ ὁ ἐπὶ τοῦ κράτους τὸ ὑπόγυον ἔχων πλέον τῆς σῆς γνησιευτικῆς παραστάσεως; Δὸς ὃ εἴληφας παρὰ Θεοῦ ἔλεος, δέσποτα παμπόθητε, τῷ δεομένῳ. Προκυλινδούμεθά σου τοῖς τιμίοις ἴχνεσι· βουλή σου ὡς βουλὴ ἀγγέλου· φωνή σου ὡς βολὶς ἀστράπτουσα τῇ τε λαμπρότητι τῆς παῤῥησίας, καὶ τῇ τῆς ἀγάπης ἀγλαῖᾳ· ἧς εἰ ἀξιωθείη μέτοχος γενέσθαι ὁ ἱκέτης σου, πάντως ἂν ἔξω που γένηται τῶν κατηγορητικῶν βελῶν τοῦ ἀντικειμένου αὐτῷ, ὡς οἶδας ὁ ὑψηλόνους, κατὰ διαφόρους τρόπους. Ἡμεῖς τε οἱ ταπεινοὶ προσοίσομέν σοι πολλὰς τὰς εὐχαριστίας τε καὶ προσευχὰς ὑπὲρ ὑγείας ἀμφοτέρων ὑμῶν, τῆς καλῆς ὄντως καὶ ἀξιαγάστου συζυγίας. Καὶ τάχα ὑπὲρ τὴν τῶν χρύσεα δῶρα προσφερόντων οὐκ ἀτιμοτέρα εἴη ὑμῖν ἡ θεοπάροχος δωρεὰ, καὶ ἡ ἀπὸ Κυρίου χορηγουμένη εὐμένεια, εἰς σωτηρίαν ψυχῆς τε ὁμοῦ καὶ σώματος ὑμῶν τῆς παμποθήτου καὶ πανευφήμου δυάδος.

· Contents ·