Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 190: To Theophanes the Monk
Ρϟ΄. — Θεοφάνῃ μονάζοντι.
Εἶ σοι φίλον τὸ πρὸς ἡμῶν τῶν εὐτελῶν γράμμα, δέχοιο καὶ αὖθις, ὦ τριπόθητε· οὐδὲν μὲν ἔχον εὐπρεπές τε καὶ εὐφραδὲς, ὡς χάριτι φὴς, τὸ δ᾽ οὖν τῆς ἀγάπης σόμβολον καὶ πάνυ ὁμολογουμένως· καὶ γε ὅσον ἡ ἀντίδοσις τῶν γραμμάτων γίνοιτο, τοσοῦτον ἡ τῆς ἀγάπης διάθεσις αὔξοιτο. Οὖ τί ἂν εἴη σπουδαιότερον; Ἀλλὰ τοῦτο νῦν κείσθω ἐνταῦθα· πρὸς δὲ τὸ ἐξῆς βαδιστέος ὁ λόγος. Τί τὸ νῦν καινοτομηθὲν ἐν τοῖς αὐτόθι; καὶ τίνες οἱ νεοφανεῖς δράκοντες Χαρυβδηδὸν καταπίνοντες ψυχὰς μὴ ἐστηριγμένας τῷ λόγῳ τῆς ἀληθείας; Αὐτὸς μὲν οὖν οὐκ ἐξωνομάτισας· ἡμεῖς δὲ, καὶ πρὸ τῆς δηλώσεως τῶν γραμμάτων, κατεστενάξαμεν ὅτι μάλιστα ἐφ᾽ ἀνδρὶ αἱρετικῷ, μᾶλλον δὲ βλασφήμῳ τῷ ὄντι εἰς Θεὸν, λαχόντι ἐν τοῖς αὐτόθι παρὰ τοῦ κράτους χαρτουλαρεύειν, ἐκεῖνο εἰπόντες, ὅτι γε τῆς περιβοήτου Σικελίας ἔφθασεν ὄλεθρος. Τόδε τὸ πῆμα οὐκ ἐκ δογματικῆς πείρας τετεχνωμένον· ἄπειρον γὰρ τὸ ἀνδριαντάριον· ἀλλ᾽ ἐξ ἀσεβοῦς γνώμης πεπληρωμένον, καὶ ἵνα τἀληθέστερον ῥηθείη, πατρόθεν ἐπὶ τὸ ἀσεβεῖν ἠγμένον· καί γε σὺν δυσὶν ἄλλοις ὁμαίμοσιν. Ἀλλὰ τούτους μὲν ἡ Τριὰς οἶδ᾽ ὅτι ἐπιῤῥαπίσειεν, ἐνθέοις στόμασιν ὑμῶν τε καὶ τῶν ἐνταῦθα ὑπερμαχούντων τῆς ἀληθείας. Σὲ δὲ καὶ τὸν, οἷος σὺ, μηδὲν ξενιζέτω ἡ ἔτι λυττῶσα αἵρεσις. Οὔπω γὰρ ἐκτέτριπται τὸ κακὸν, οὔτε δεδοκίμασται ἱκανῶς τῶν πιστῶν τὸ φιλόθεον, καὶ τρίτον οὐχ οἷοι ἐσμεν ἐμβατεύειν εἰς ἄβυσσον κριμάτων Θεοῦ· καθ᾽ οὓς τρόπους ἀνέχεται ἀκμὴν κλυδωνίζεσθαι τῷ σάλῳ τῆς ἀπιστίας τὸν λαὸν αὐτοῦ. Πλὴν συμπέρασμα τοῦ λόγου, ἵνα οἱ δόκιμοι φανεροὶ γίγνοιντο, ὡς ὁ τῆς σοφίας ταμίας Παῦλος λέλεχε. Διὸ καὶ παρακαλοῦμεν καὶ ἀντιβολοῦμεν μὴ ἐκκακεῖν, διακατελέγχειν σε τοὺς ὑπεναντίους, ἐκ τῶν ἀδύτων ταμείων τῆς καρδίας σου προφέρων τὰ θεῖα διδάγματα· καὶ ὑποδεικνύων ἐντεῦθεν ἀριδήλως, ὅτι Χριστὸς οὐ Χριστὸς, εἰ μὴ περιγράφοιτο τῇ καθ᾽ ἡμᾶς ἰδέᾳ. Εἴπερ γὰρ σὰρξ ἐγεγόνει, πάντως καὶ ὡς σὰρξ περιγράφεται. Ὃ δὲ μὴ περιγράφοιτο, τοῦτο οὐκ εἴσω ἀνθρωπότητος, ἀλλ᾽ ἔξω δηλονότι καὶ τόπου καὶ χρόνου· Θεὸς γυμνὸς τῇ ἀπεριληψίᾳ τε καὶ ἀοριστίᾳ καὶ λεγόμενος καὶ νοούμενος. Καὶ τοῦτο ἀραρότως εἰς ἀναμφίλεκτον ἀπόδειξιν τῆς ἀληθείας φυσικαῖς ἀκολουθίαις ἀναγκαζόμενον· περιγράφεσθαι Χριστὸν, κἂν τῇ εἰκόνι προσκυνούμενον. « Ἐπείπερ ἐν αὐτῇ τὸ ἀρχέτυπον ἐκπέφασται, ὥς πού φησιν ὁ θεοφάντωρ Διονύσιος· » καὶ ἀλλαχοῦ· « Ἑκάτερον ἐν ἑκατέρῳ παρὰ τὸ τῆς οὐσίας διάφορον. » Ὥστε ὁ ἀπαναινόμενος ἐγγράφεσθαι Χριστὸν, ἤρνηται ἄνθρωπον γεγονέναι· καὶ ὁ μὴ προσκυνῶν αὐτοῦ τὴν εἰκόνα, οὐτίπου προσκυνεῖ αὐτὸν τὸ καθόλου, κἂν νομίζῃ προσκυνεῖν· ἐπεί φησιν ὁ ἱερὸς λόγος· Οἱ ἄπιστοι ὁμολογοῦσι Θεὸν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Ταῦτα οὐχ ὡς ἀγνοούσῃ τῇ τιμιότητί σου ὑπεδήλωσα, ἀλλ᾽ ὡς συνομογνωμονούσῃ· καὶ ὥσπερ ῥανίδα ἐκ πελάγους δογμάτων ἀνελκύσας· πρὸς τῷ καὶ ἄπειρον ἐσμὸν εἶναι πατρικῶν· μετὰ καὶ τῆς ἀρχαιολόγου ἱστορίας ἀπ᾽ αὐτῆς βαλβίδος τοῦ κηρύγματος, εἰς σύστασιν τῆς ἀμωμήτου ἡμῶν τῶν Χριστιανῶν πίστεως.