Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 20: To Abbot Macarius
Κ΄. — Μακαρίῳ ἡγουμένῳ.
Τί ποιεῖς, ὦ θεῖε Πάτερ, ἑαυτὸν ταπεινῶν τὸν ὑψηλὸν τῇ ἀρετῇ· κἀμὲ ὑψῶν ἐν τοῖς τιμίοις λόγοις σου, τὸν χθαμαλὸν τῇ κακίᾳ, ὡς μυρίοις πάθεσι πολιορκούμενον καθεκάστην; Ἐγὼ τοίνυν δοῦλός σου καὶ παῖς, μαθητιᾶν μᾶλλον ἐφιέμενος, ἢ διδάσκειν δυνάμενος. Ὅμως ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἐκβάλλει τὰ ἀγαθά· τοιοῦτος σὺ καὶ ὁρώμενος καὶ ἀναγινωσκόμενος. Περὶ μὲν οὖν τοῦ τῆς Δημητριάδος, καὶ τῶν μαθητῶν, ὅτι ὥχοντο· ἵνα γνοίης ἐκ τῶν καρπῶν τὸ δένδρον· καὶ εὔξῃ ἐκείνοις μὲν μετάνοιαν, ἐμοὶ δὲ τῷ ἀθλίῳ στηριγμὸν πρός τε τοὺς πολεμοῦντας ἀοράτως τε καὶ ὁρωμένως· ὡς ἂν κατόπιν ἀξιωθείην ἐλθεῖν τῶν νυνὶ πάντων ὁμολογητῶν Χριστοῦ· ὁμολογητὴς γὰρ πᾶς ὁ ἐνιστάμενος. Περὶ δὲ τῶν δύο ἄλλων κεφαλαίων, τοιοῦτον τὸ παριστάμενόν μοι· Ὑπογράψας πρεσβύτερος τῇ ἀσεβείᾳ, μετανοεῖν ὀφείλει, καὶ προσκλαίειν θερμῶς· συγχωρηθῆναι αὐτῷ τὸ ἀσέβημα· λειτουργεῖν δὲ, κἂν οὐ μνημονεύῃ τοῦ ἀσεβῶς· οὐδαμῶς, ἀλλ᾽ εἴργεσθαι τῆς ἱερουργίας· ἕως ἂν ἐπίδοι Κύριος, καὶ δοίη καιρὸν ὀρθοδόξου συνόδου· ἐν ᾗ λήψεται ἕκαστος τὰ κατ᾽ ἀξίαν θεοκρίτως. Ἐγὼ δὲ συμβουλεύω, εἰ μετέσχε τῆς ἀσεβοῦς κοινωνίας, ἐν μεταλήψει καὶ τῶν ἁγιασμάτων ἀπέχεσθαι μέχρις ἑνὸς ἢ δυοῖν χρόνοιν. Γέγραπται γάρ· Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν, καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων. Τὸ δ᾽ αὐτὸ καὶ ἐπὶ τῶν Ἐκκλησιῶν. Τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Οὐ δεῖ οὖν εἰσιέναι εἰς τὰ μαρτύρια τῶν αἱρετικῶν· προστέτακται ἡμῖν ὑπὸ τῆς ἁγίας συνόδου· οὐκ οἶδα εἰ μὴ ἐπ᾽ ἐξουσίαν τελέως γίνοιτο ὁ ναὸς ὀρθοδόξου τοῦ μηκέτι λειτουργεῖσθαι ὑφ᾽ αἱρετικοῦ· τότε γὰρ καὶ εἰσιτέον καὶ λειτουργητέον τὸν ὀρθόδοξον. Οὐκ ὄντος προκρίματος τὰ προλαβόντα. Οὕτω φρονῶ, Πάτερ μου, ὁ ταπεινός· ἀναθεωρῶν τὰ ὑπὸ τῶν θείων Πατέρων παραδείγματα. Τῆς σῆς δ᾽ ἂν εἴη τελειότητος τὰ κρείττονα καὶ θεωρῆσαι, καὶ ἐμοῖς ὄμμασιν ὑποδεῖξαι. Ἐῤῥωμένος καὶ ἐναθλῶν ὑπὲρ Θεοῦ διαφυλαχθείης μοι ἔτι· ὁ ἐξάκουστος ἐν Πατράσιν· ὁμοῦ τε καὶ ὑπερευχόμενός μου τῆς ἀναξιότητος, τὸ μὲν ἐξ ἀγάπης, τὸ δὲ καὶ διὰ τὴν κελεύουσαν ἐντολήν.