Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 196: To Abbess Euphrosyne

ΡϟϚ΄. — Εὐφροσύνῃ ἡγουμένῃ.

Μεμάθηκα παρὰ τοῦ εὖ εἰδότος, ὅτι σου ἥψατο λύπη τῆς τιμιότητος, διὰ τὸ ἐθέλειν μίαν ἀδελφὴν τετμῆσθαί σου τῆς ἁγίας συνοδίας· καὶ οὐκ ἔξω τοῦ εἰκότος ἡ λύπη. Πῶς γὰρ ἂν καὶ οὐκ ἀλγήσειε ψυχὴ ἐκκοπτομένου τοῦ οἰκείου μέλους; Ἀλλ᾽ ὅμως ὅτι συμβαίνει τὰ τοιαῦτα ἐξ ἐπηρείας τοῦ ἐνεδρεύοντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· καὶ χρὴ ἡμᾶς μακροθύμως φέρειν· πᾶσαν ἐπιδεικνυμένους ἐπιμέλειαν, ὅσον ἐπιτρέπει ὁ ἀληθὴς λόγος· ὡς ἂν ἀθῶοι τοῦ αἵματος εἴημεν τοῦ τοιούτου, ἤγουν τῆς τοιᾶσδε, ἀδελφοῦ τε ὀνομασθέντος ἢ ἀδελφῆς. Ἐπεζήτησας δὲ μαθεῖν, εἰ ἀνένοχόν ἐστι τῇ τιμιότητί σου ἀπολῦσαι τὴν φιλονεικοῦσαν ἐκραγῆναί σου ἀδελφήν. Καὶ πῶς σοφὴ οὖσα καὶ συνετὴ, οὐκ ἀφ᾽ ἑαυτῆς ἐπιγινώσκεις τὸ δέον; Οὔτε οὖν σεαυτῇ τῇ διδασκόλῳ, οὔτε τῇ μαθητευθείσῃ ἀκίνδυνος ἡ διάστασις ἐθελουσίως γινομένη. Διὰ τί γὰρ καὶ πόθεν τὸ εὔλογον ἔχουσα; εἰ μὲν γὰρ τελεία οὖσα καὶ κατηρτισμένη ἡ μαθήτρια, πρὸς τὸ ἄλλων ἀδελφῶν καθηγεῖσθαι, ἤδη ὑποζητουμένης ἀδελφότητος, οἰκονομία τὸ τοιοῦτον, καθώς φησιν ὁ ἅγιος Βασίλειος, καὶ οὐ διάστασις. Ἄπαγε! Καὶ γοῦν ἀπὸ τοῦ ἄρχεσθαι καλῶς, ἄνεισί τις ἐπὶ τὸ ἄρχειν ἐννόμως. Κἀντεῦθεν ζῆλος ἀγαθὸς ταῖς ὁμοτρόποις, ἰέναι ἐπὶ τὴν τελειότητα, καὶ ταυτοπραγῆσαι θεοπρεπῶς· ἐπειδὴ ἔνδειξιν τῆς εἰς αὐτὸν ἀγάπης ὁ Κύριος καὶ Θεὸς ἡμῶν τῷ κορυφαίῳ τῶν ἀποστόλων ὑποδεικνὺς ἔφη· Εἰ ἀγαπᾶς με, βόσκε τὰ ἀρνία μου. Καὶ πάλιν· Ποίμαινε τὰ πρόβατά μου. Ὡς ὅγε τοιαύτῃ προθέσει, ἐκβεβηκὼς εἰς τὸ ποιμαίνειν, μακάριος ἂν εἴη, Χριστὸν μιμούμενος τὸν ἀληθινὸν πρῶτον ἀρχιποίμενα. Ἔστι γοῦν καὶ ἑτέρα οἰκονομία ἐν τοῖς Πατράσιν ἡμῶν τεθεωρημένη· ὁπόταν ψυχὴ δυστροπεύουσα, μετὰ πολλὴν καὶ μακρὰν ἐπιμέλειαν, αἰρῆται μεταπεσεῖν εἰς ἄλλην ἀδελφότητα, ὡς ἐκεῖσε χρησιμεύειν μέλλουσα, κατὰ μίμησιν τῶν μεταφυτευομένων δένδρων ἐκ τοῦδε εἰς τόνδε τόπον. Ἐὰν οὖν καὶ τοῦτο ποιήσειας, ἔχει τινὰ λόγον· ἀμφοτέρων δηλονότι, τῆς τε ἐπιδιδούσης καὶ τῆς ἐπιδεχομένης, συναιρομένων ἀλλήλαις, πληρουμένου τοῦ ἀποστολικοῦ παραγγέλματος· Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

Ἄλλον δὲ χωρισμὸν οὐκ ἐπιδέχεται ὁ λόγος τῆς ἀληθείας. Πρῶτον μὲν, ὅτι ἡ σύμβασις τοῦ ἁγίου Πνεύματος διασπᾶται ἡ καθομολογηθεῖσα ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων ἐπὶ τῇ μοναχικῇ τελειώσει· οὗ τί ἂν εἴη ὀλεθριώτερον; Καί γε ἁρμόζει κἀνταῦθα ὁ λόγος τοῦ Κυρίου· Οὓς ὁ Θεὸς ἔζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Εἰ γὰρ ἐκεῖ, καίτοι ἐπὶ σαρκικῇ ζεύξει, ἀπηγόρευται ὁ χωρισμός· πόσῳ γε μᾶλλον ἐπὶ πνευματικῇ συναφείᾳ; εἰ μή τι ἄρα παίζεται τὰ θεῖα· ἀλλ᾽ ἄπαγε! πιστὸς ὁ λόγος τοῦ μυστηρίου, ἐπί τε ἀφέσει τῶν ἡμαρτημένων, ἐπί τε δεσμῷ ἀλύτῳ τῆς συναφείας. Ἔπειτα πῶς οἰκοδομηθήσεται ἡ ἀδελφότης ἐξ ἧς ἀποῤῥήγνυται, εἴπερ ἀνεύθυνος ᾖ ἡ ἀπολελυμένη παρὰ τῆς καθηγουμένης; καὶ οὐχὶ μᾶλλον ὑπαχθήσεται εἰς διάστασιν τῷ ὁμοίῳ ζήλῳ τεμνομένη, νῦν μὲν αὕτη, πρὸς δὲ τὸ ἑξῆς ἑτέρα, καὶ μετ᾽ οὐ πολὺ ἄλλη (καὶ οὕτω τὸ ἄρτιον σῶμα τοῦ Χριστοῦ οἰχήσεται καὶ διαφθαρήσεται πάμπαν), ἐκ τῆς πρώτης βαλβίδος ἀφορμηθεῖσα; καὶ τοῦ οὐαὶ κληρονόμος, ὡς βοᾷ ὁ ἅγιος Βασίλειος, ἡ τοῦτο ὅλον τὸ κακὸν ἀπεργαζομένη. Οὔτε γὰρ στάσιν, οὔτε βάσιν ἕξει, οὔτε ἡ σὴ μονὴ, οὔτε ἑτέρα, ἡ οὕτως πράττουσα. Ὥστε ὁ ἀπειθῶν, ἀπειθείτω· καὶ ὁ ἀνομῶν ἀνομείτω, κατὰ τὸ γεγραμμένον. Σὺ δὲ σώζουσα σῶζε τὴν ἑαυτῆς ψυχὴν, μὴ προϊεμένη τοὺς νόμους τοῦ Θεοῦ· ἀλλ᾽ ἐρηρεισμένη ἐν ταῖς διδασκαλίαις τῶν ἁγίων· ὧν πρῶτος ἐν τούτοις ὁ μέγας Βασίλειος· κἂν μετὰ δυοῖν ἢ τριῶν παρθένων φθάσῃς συζῇν· Ὅπου γάρ εἰσι δύο ἢ τρεῖς ἐν τῷ ὀνόματί μου, φησὶν ὁ Κύριος, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· οὐ μὴν μετὰ παρανομούντων, κἂν μυρίοι ὦσιν.

· Contents ·