Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 197: To Dorotheus, His Son
ΡϟΖ΄. — Δωροθέῳ τέκνῳ.
Ἔγνων, τέκνον ἠγαπημένον, καὶ ἐκ τῆς ἀρτίως γραφείσης σου ἐπιστολῆς, τὸ πρὸς ἡμᾶς τοὺς ταπεινοὺς πιστόν τε καὶ ἀγαπητόν σου· ὅπερ ἐστὶ γνώρισμα ἀληθινῆς ὑποταγῆς· εἰ καὶ ἡμεῖς ἁμαρτωλοὶ καὶ οὐδαμινοί. Ἐφ᾽ ᾧ καὶ συντηρηθείης πρὸς τὸ ἑξῆς, εὐαρεστῶν Κυρίῳ, καὶ διαλάμπων τῇ ἀρετῇ ἐν τῇ ἀδελφότητί σου, οὐ μὴν ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς. Φύσιν γὰρ οὐκ ἔχει κρύπτεσθαι τὸ ἀγαθόν· ἀλλὰ καὶ μᾶλλον λανθάνειν δοκοῦν, εὔδηλον τὸν ἐργάτην ἀποκαθίστησιν· ὡς πόλιν Θεοῦ χρηματίζειν, κατὰ τὸ γεγραμμένον. Ἀλλὰ τοῦτο μὲν ἐπὶ τοσοῦτον. Περὶ δὲ ἧς ἐσήμανας ὑποθέσεως, ἤγουν τοῦ ποιεῖν μνήμην τοῦ δεῖνος, ὀφείλεις ἐξ ἑαυτοῦ συνορᾶν, ὅτι εἰ μὲν ἐν τῷ θανάτῳ προκοινωνῶν ἐν τῇ αἱρέσει διὰ φόβον ἀνθρώπινόν ἐστι ἐξαγορεύων, καὶ οἱονεὶ ἐπιτιμώμενος πρός τινος, εἶθ᾽ οὕτως τῆς ὀρθοδόξου κοινωνίας, καὶ ταύτῃ συναπέπτη· ἔχει φύσιν ἐν μνημοσύνοις τάττεσθαι ὀρθοδόξων· τοῦ ἀγαθοῦ ἡμῶν Θεοῦ, διὰ πολλὴν φιλανθρωπίαν, ἐπ᾽ αὐτῆς τῆς τελευταίας ὥρας δεχομένου τὸν μεταμελούμενον, καὶ ὧδε αὐτὸν κρίνοντος. Ὥστε εἰ οὕτως ἐγένετο, ποιεῖσθαι λειτουργίας ὑπὲρ αὐτοῦ πρὸς Θεὸν οὐ παραιτητέον. Εἰ δὲ οὐδὲν τούτων γέγονεν, ἀλλὰ κοινωνῶν ἦν τῇ αἱρέσει, καὶ οὐκ ἔφθασε μετασχεῖν τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου· αἱρετικὸς γὰρ ὁ ἄρτος ἐκεῖνος, καὶ οὐ σῶμα Χριστοῦ (Οὐ τολμητέον εἰπεῖν σύναξιν περὶ αὐτοῦ ποιεῖν)· οὐδὲ γὰρ παίγνια τὰ θεῖα. Ὡς ἂν μὴ ἀκούσῃ ὁ αἰτῶν περὶ τοῦ τοιούτου· Αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε. Ἄλλο τι λέγειν οὐκ ἔχω, ὅσον τὸ κατ᾽ ἐμὲ γινώσκειν τὸ ἀληθές. Οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος· οὔτε ἐν τῷ μέρει τῶν ὀρθοδόξων τετάξεται ὁ μὴ κοινωνῶν τῇ ὀρθοδοξίᾳ, κἂν ἐν τῇ ἐσχάτῃ ὥρᾳ. Ὅπου γὰρ εὑρεθῇ, ἐκεῖ καὶ κριθήσεται· καὶ οἷον ἐφόδιον εἴληφε πρὸς τὴν αἰώνιον ζωὴν, τούτῳ καὶ συναριθμηθήσεται. Τὸ λοιπὸν εὔχου ὑπὲρ ἐμοῦ. Ἀσπάζεταί σε ὁ κύριος ὁ ἀρχιεπίσκοπος, καὶ οἱ ἀδελφοί σου. Τοὺς μετὰ σοῦ ἀδελφοὺς ὡς τέκνα μου προσαγορεύω· ἐπεὶ καὶ τὴν κυρίαν Θέκλαν ὡς θυγατέρα ἐν Χριστῷ.