Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 198: To Abolius and John, Monks
ΡϟΗ΄. — Ἀβολίῳ καὶ Ἰωάννῃ μονάζουσιν.
Προσηγορίαν ὑμῶν τῶν ἁγίων κομισάμενος παρὰ Ἡσαΐου τοῦ θεοφιλεστάτου ἐπισκόπου καὶ πνευματικοῦ Πατρὸς, οὐ μόνον ἐξεδιδάχθην τίς ἡ ὁσία καὶ πατρικὴ ὑμῶν δυάς· ἀλλὰ γὰρ καὶ προετράπην χαράξαι ὑμῖν τήνδε τὴν οἰκτρὰν συλλαβήν. Ἡμεῖς δὲ ταπεινοὶ μὲν καὶ ἁμαρτωλοὶ, ὅμως φιλοῦντες ὑμᾶς ἀνάψαι εἰς ἀγάπην, ἧς οὐδὲν προτιμότερον. Ἄλλως τε καὶ ὑπακοὴν πληροῦντες, ἐπεδώκαμεν ἑαυτοὺς τῷ γράμματι. Καὶ δὴ εὐχαριστοῦμεν τῷ Θεῷ, ὅτι καὶ ὑμεῖς ἐν τῷ σεισμῷ τῆς Εἰκονομαχικῆς αἱρέσεως ἄσειστοι διεμείνατε, ἅγιοι Πατέρες, μὴ ἁλόντες τῇ κατ᾽ αὐτὴν ψυχοφθόρῳ κοινωνίᾳ· ἀλλὰ τῇ φυγῇ τὸν τοῦ διωγμοῦ τρισμακάριστον στέφανον κομισάμενοι, ἄξιον ὄντως τῆς ἀρετῆς, καὶ κατάδηλον τῶν προδιηνυσμένων ὑμῖν ἀσκητικῶν ἀγώνων. Διότι ἐκ τῶν ἤδη φθασάντων ἀπόδειξιν ἐκφέρει πᾶς τις τοῦ προτέρου βίου, εὖ τε καὶ ὡς ἑτέρως ἔχει. Οἱ τὴν ὁσιότητα ἀμπεχόμενοι ἐνεδύσασθε καὶ τὴν ὁμολογίαν Χριστοῦ, ἀμφικαλλεῖς γενόμενοι. Ὁμολογία γὰρ Χριστοῦ, Πατέρες, ἡ τῆς ἁγίας αὐτοῦ εἰκόνος ὑπερμάχησις· ὡς καὶ ἔμπαλιν ἀθετῶν ἐστι Χριστὸν ὁ ταύτην ἐξαρνούμενος· διότι, φησὶν ὁ μέγας Βασίλειος, ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει· καὶ ἐν ἑκατέρῳ ἑκάτερον καὶ ὁρώμενόν ἐστι καὶ προσκυνούμενον· κἂν Λέων ὁ θηριώνυμος, καὶ τοῦ Σατανᾶ ὑπηρέτης, ζήλῳ τῆς τοῦ πάλαι Κωνσταντίνου δυσσεβείας μανεὶς ἐμάνη κατὰ Χριστοῦ, τῆς τε ἁγίας Μητρὸς αὐτοῦ, καὶ παντὸς ἁγίου· οὗ τὸ μνημόσυνον ὅλοιτο μετ᾽ ἤχους ἀναθέματος αἰωνίου. Ὑμεῖς δὲ φυλαχθείητε τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ στύλοι καὶ ἑδραιώματα, ἡμῖν τε τοῖς ταπεινοῖς πρὸς Θεὸν τὸν ἀγαθὸν προασπισταί τε καὶ παρακλήτορες· ὡς ἂν τὴν πίστιν ἐνεργουμένην δι᾽ ἀγάπης ἔχοντες, σωθείημεν ἀπὸ τοῦ πονηροῦ. Ἐπειδὴ δὲ ἐπεστείλαμεν τὸ τῆς ἀγάπης ἔργον πληροῦντες· καὶ ἀντιδεξοίμεθα λόγον ἐγγράμματον· ἵνα μᾶλλον καὶ γνωρίσωμεν ἀλλήλους, καὶ ὡς ὁρῶντες ὁρώμενοι τῇ γραμματικῇ προσφωνήσει διαμενοῦμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· οὗ ἡ ἄχραντος εἰκὼν σωτηρία κόσμου, τῆς εἰδωλικῆς πλάνης ἀντίθετος.