Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 199: To the Emperors Michael and Theophilus
ΡϟΘ΄. — Μιχαὴλ καὶ Θεοφίλῳ βασιλεῦσιν.
Βασιλεῦσι θεοφιλεστάτοις καὶ εὐσεβεστάτοις ἐκ Θεοῦ Αὐγούστοις καὶ αὐτοκράτορσιν, ἀπολογία καὶ προσφώνησις, παρὰ τῶν ὧδε τε κἀκεῖσε διεσπαρμένων.
Ἐγνωσμένον ἐστὶ τοῖς λόγου μετέχουσιν, ὅτι ὁ παμβασιλεὺς τῶν ἁπάντων Θεὸς, τὸ τῆς ἐπιγείου βασιλείας χρῆμά τε καὶ ὄνομα τούτου χάριν ἐδωρήσατο τῇ ἀνθρωπείᾳ φύσει, ἵνα μιμήσει τῶν οὐρανίων καὶ τὰ ἐπίγεια τὸ εἰρηναῖον καὶ ἀστασίαστον κεκτημένα, σύμφωνον ἄγοιεν τὴν εἰς αὐτὸν δοξολογίαν τε καὶ προσκύνησιν. Ἧς τὰς ἡνίας λαχοῦσα θεοκρίτως ἡ ὑμετέρα Χριστομίμητος βασιλεία, εἰκότως προσκέκληκεν ἡμᾶς τοὺς ἐλαχίστους, εἰς λόγους ἐλθεῖν μετὰ τῶν ἀντιδιατιθεμένων ἡμῖν τῷ τῆς πίστεως λόγῳ· ὡς ἂν ἐντεῦθεν γνοίη πότερον μέρος τὸ ἀληθὲς πρεσβεύοι, καὶ ταύτῃ δοίη τὰ νικητήρια· εἰς τὸ μὴ εἶναι σχίσματα ἐν ἡμῖν, ἀλλὰ τὸ αὐτὸ φρονεῖν ὀρθοδόξως ἅπαντας. Ἐφ᾽ ᾧ ἠνέσαμεν μὲν ὑμῶν τὸ φιλομαθὲς τῆς πίστεως, ὑπερηνέσαμεν δὲ τὸ εἰρηνοθελὲς τῆς προαιρέσεως· τὸ οὕτως ἐφιεμένης ἐπ᾽ ὠφελείᾳ καὶ σωτηρίᾳ ὑπήκοον καταστήσασθαι. Εἴη γὰρ ὑμῖν ἐντεῦθεν ἄμειψις, ἐπὶ λαμπρότητι λαμπρότης ἄῤῥητος, καὶ ἐπὶ βασιλείᾳ βασιλεία ἀτελεύτητος. Ἀλλ᾽, ὦ δεσπόται κράτιστοι καὶ φιλοθεώτατοι, οὐχ οἷόν τέ ἐστι τοῦτο τὸ μέγα καὶ πολύευκτον κατόρθωμα ἁπλῶς οὕτως καὶ ἀκαμάτως γενέσθαι· διότι τῶν μεγίστων πραγμάτων μέγισται συναναφαίνονται καὶ αἱ τληπαθήσεις. Τί τοῦτο; Πρῶτον μὲν, τὸ τοὺς ἐναντιουμένους ἡμῖν, χρονίως τε καὶ συνοδικῶς πεπαγιῶσθαι ταῖς οἰκείαις δόξαις· ἡμᾶς δὲ ἀποστολικῶς τε καὶ Πατρικῶς κεκωλύσθαι συνᾶραι μετὰ τῶν οὕτω κεκρατημένων τὸν περὶ πίστεως λόγον. Ἔπειτα, ὅτι καὶ ἡ περὶ αὐτοῦ κρίσις οὐκ ἄλλοις ἀνήκει, ἢ μόνοις τοῖς ὑπὸ τοῦ Κυρίου τὴν ἐξουσίαν διὰ τοῦ Πνεύματος εἰληφόσι, συναιρομένων τε καὶ συνεπισφραγιζόντων ὑμῶν τῶν ἐπὶ τούτῳ ὑπὸ Θεοῦ προηγουμένως κεκλημένων. Τὸ δὲ ὑγιὲς καὶ ἀμώμητον τῆς Χριστιανικωτάτης ἡμῶν θρησκείας φρόνημα ὁποῖόν ἐστιν, ἀναγκαῖον ἐκθέσθαι.
Πιστεύομεν εἰς ἕνα Θεὸν, τὸν ἐν Πατρί τε, καὶ Υἱῷ, καὶ Πνεύματι ἁγίῳ προσκυνούμενόν τε καὶ συνδοξαζόμενον· τὴν πολυύμνητον, παντουργὸν καὶ ἀρχικὴν Τριάδα, κατὰ τὸ ὑπὸ τῶν ἁγίων τριακοσίων δέκα καὶ ὀκτὼ Πατέρων παραδοθὲν ἡμῖν θεόπνευστον σύμβολον· δι᾽ οὖ πᾶσα αἵρεσις ἐκκέκρουσται, καὶ παρ᾽ οὖ πᾶσα ἁγία σύνοδος ἤρτηται, οἷάπερ ἀπὸ ῥίζης κλάδοι, καὶ πηγῆς ποταμοί. Ἐντεῦθεν γὰρ ἡ δευτέρα τὴν κυρίαν φωνὴν τοῦ Πνεύματος ἐτράνωσεν. Εἶτα ἡ τρίτη τὴν ἁγίαν Μαρίαν Θεοτόκον, ὡς αὐτὸν τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἀποκυήσασαν, ἐκήρυξεν. Ἔπειτα ἡ τετάρτη ἐκ δύο καὶ ἐν δυσὶ φύσεσι καθ᾽ ὑπόστασιν ἑνικὴν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐδογμάτισεν. Εἶτα ἡ πέμπτη τὴν πρὸ αὐτῆς ἐπισφραγίσασα, Ὁριγένην τε καὶ τοὺς ἀμφ᾽ αὐτὸν Προϋπαρκτίτας ἀνεθεμάτισεν. Ἔπειτα ἡ ἕκτη ἀκολούθιης ταῖς δυσὶ φύσεσι, δύο θελήματά τε καὶ ἐνεργείας ἐπὶ τοῦ ἑνὸς Χριστοῦ ἐξεδίδαξεν. Εἶθ᾽ ὕστερον ἡ ἑβδόμη, ἑπομένως ταῖς πρὸ αὐτῆς, ὡς διπλᾶ πάντα τὰ ἐπὶ τοῦ ἑνὸς Χριστοῦ φυσικὰ ἰδιώματα, τὸν αὐτὸν ἀπερίγραπτον κατὰ τὸ ἀόρατον, καὶ περιγραπτὸν κατὰ τὸ ὁρώμενον ἀνεκήρυξε· τέτρασι τρόποις ἐρηρεισμένως τὸ ἀληθὲς ἔχουσα· ἔκ τε φυσικοῦ δόγματος, παρά τε Πατρικῶν χρήσεων, ἔκ τε συνοδικῶν ἐκφωνήσεων, καὶ παρὰ ἀρχαίας θεσμοθεσίας. Κατὰ μὲν οὖν φυσικὴν ἀκολουθίαν, φέρε εἰπεῖν, ὁ εὐαγγελιστὴς Ἰωάννης ὑποδείκνυσι λέγων· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Εἰ τοίνυν ὁ Λόγος σὰρξ ἐγένετο, δῆλον ὅτι ὡς μὲν Λόγος, ἀπερίγραπτος· ὡς δὲ σὰρξ, περιγραφόμενος. Καὶ ἐσκήνωσεν ἐν ἡμῖν· ἄλλο δὲ τὸ σκηνοῦν, καὶ ἕτερον ἡ σκηνή· καθ᾽ ἕτερον μὲν περιγράφοιτο· καθ᾽ ἕτερον δὲ περιγραφῆς ἀνώτερος. Ἐπεὶ ποίοις σημείοις ἄνθρωπος γεγονέναι ἐπιγνωσθήσεται, εἰ μὴ τὸ τῆς ἐξεικονίσεως ἰδίωμα, ὅπερ ἐστὶ πρῶτον ἐν μεμορφωμένῳ ἀνθρώπῳ, φυσικῶς κέκτηται· οὗ τῇ ἀναιρέσει, φροῦδος ὁ ἄνθρωπος; Ἀλλὰ μὴν ἄνθρωπος ἀληθῶς· οὐκοῦν καὶ ὡς ἄνθρωπος περιγραφόμενος, ὁ ὡς Θεὸς ὦν ἀπερίγραπτος. Ἐφ᾽ ᾧπερ λόγῳ μεσίτης Θεοῦ καὶ ἀνθρώπων ἐχρημάτισεν, ὡς τὰ ἀμφότερα ἄκρα πρὸς ἑαυτὸν συνάπτων, καὶ ἀμφότερα ὑπάρχων, καὶ τὰ τῶν ἀμφοτέρων, ἐξ ῶν συνετέθη, φύσεων ἰδιώματα ἐν μιᾷ ὑποστάσει ἀνελλιπῶς κεκτημένος· ἔκ τε Πατρὸς, σὺν πᾶσι, καὶ τὸ ἀπερίγραπτον· ἐπείπερ εἴρηκε Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά· ἔκ τε Μητρὸς, συν πᾶσι, καὶ τὸ περιγραπτόν· ἐπείπερ γέγραπται. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Ἓν οὖν καθ᾽ ἑκατέραν φύσιν ἀναιρούμενον ἰδίωμα, συναναιρεῖν πέφυκεν ἐξ ἀναγκαίου πάντα τὰ ὁμόστοιχα.
Ἀναιρουμένων δὲ τῶν ἰδιωμάτων, δηλονότι συναναιροῦνται καὶ αἱ τούτων φύσεις.
Καὶ μάρτυς τοῦ λόγου ὁ ἱερόμαρτυς Ἰουστῖνος ὧδε που λέγων· « Οὐδὲν γὰρ διαμένει τῶν ὄντων, ὅπερ ἐστὶν, ἑνὸς καὶ μόνου τῶν προσόντων αὐτῷ φυσικῶς ἐλλείποντος. » Κἀντεῦθεν φροῦδα τὰ τῆς πίστεως ἡμῶν ἐκ τῆς καινῆς ὑποθέσεως καθέστηκεν. Ἐπομένως δ᾽ οὖν τῷ εὐαγγελιστῇ καὶ ὁ Ἀπόστολος τάδε φησίν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. Τοίνυν εἴπερ ἐν μορφῇ Θεοῦ ὑπάρχων μορφὴν δούλου ἔλαβεν· ἀναντιῤῥήτως ᾗ μὲν ἐν μορφῇ Θεοῦ ὑπάρχει, οὐκ ἐξεικονίζεται· ὅτιπερ τὸ Θεῖον ὑπὲρ κατάληψιν· ᾗ δὲ μορφὴν δούλου ἔλαβεν, ἐξεικονίζεται, ὅτι ὑπὸ κατάληψιν τῆς ἐν ἀφῇ τε καὶ χροιᾷ ἡ δουλικὴ μορφὴ περιορίζεται. Πῶς γὰρ ἂν ἐν ὁμοιώματι ἀνθρώπων γεγονέναι πιστευθήσεται, εἰ μὴ ὁμοίως τοῖς ἀνθρώποις ἐξεικονίζεσθαι πέφυκε; πῶς δὲ καὶ σχήματι εὑρεθῆναι ὡς ἄνθρωπος λεχθήσεται, εἰ μὴ τῷ ἀνθρωπίνῳ σχήματι γεγραμμένος ὀφθήσεται; Ὁρᾶτε, ὦ γαληνότατοι, πῶς ὀφειλομένως κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιούμενος, οἷς καὶ παραπλησίως μετέσχηκε σαρκὸς καὶ αἵματος, ἐξ ἀναγκαίου ἔχει τὸ ἐπίσης τούτοις ἐξεικονίζεσθαι· εἰ δὲ μὴ, οὐχ ὡμοίωται, καὶ διέψευσται ὁ ἀποφηνάμενος· Καὶ ἡ φύσις παρήλλακται. Καὶ μὴν αὐτὸς ὁ Θεὸς καὶ Λόγος ὧδε πού, φησι· Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ; Οὐκ ἂν δὲ ὁ μὴ ἐξεικονιζόμενος ἄνθρωπον ἑαυτὸν εἴποιέ ποτε· οὐδ᾽ ἂν ὁ πεφυκὼς ἀποκτείνεσθαι, μὴ οὐχὶ πεφυκὼς εἴη καὶ τοῦ ἐξεικονίζεσθαι· θάτερον γὰρ θατέρῳ εἰσαγωγικὸν καὶ ὁμολογητικόν. Οὗτός ἐστιν ὁ θανατωθεὶς μὲν σαρκὶ, ζωοποιηθεὶς δὲ πνεύματι· καθὼς ὁ μακάριος Πέτρος λέλεχε. Τί δ᾽ ἄλλο εἶεν τοῦτο, ἢ τὸ φάναι, ἐξεικονίζεσθαι σαρκικῶς, ἐξεικονιζόμενον πνεύματι; Οὗτός ἐστιν ὁ εἰρηκώς· Καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι᾽ ἐμέ. Οὐκ ἂν δὲ ὁ μὴ περιγραφόμενος εἴποιεν ἐσθίεσθαι, εἰ μή τί γε ἄρα φάντασμα εἶεν. Ὅπερ εἰ καταδεξοίμεθα, ἐμπεσούμεθα εἰς τὸ τῶν Μανιχαίων φρόνημα, ἀποσκευαζόμενοι τὸ μέγα τῆς εὐσεβείας μυστήριον.
Καὶ γὰρ ἐκεῖνος ἐν τῷ ὁρατῷ καὶ ἀοράτῳ τὸν Υἱὸν τὴν ἰδίαν οὐσίαν ἐν τῷ ὄρει πεφανερωμένον φησὶν, οὐ δύο ἔχοντα φύσεις, ἀλλὰ μίαν. Ὥστε καὶ οἱ μὴ περιγράφεσθαι Χριστὸν διισχυριζόμενοι, ὡς μίαν φύσιν πρεσβεύοντες, ἐκείνου τῷ φρονήματι συνεμπίπτειν ἀπελέγχονται. Ὃ γὰρ ἀπερίγραπτον, τοῦτο καὶ ἀσώματον. Οὐδ᾽ αὖ ἐν τῷ περιγεγράφθαι, εἰς δυάδα προσώπων τὸ ἓν Χριστοῦ πρόσωπον, ὡς δοκεῖ τισι, διατέμνεται. Ὅτι μηδὲ φύσις εἰκόνος τε καὶ πρωτοτύπου ὑποστατικῶς οἶδε τέμνεσθαι· ἀλλὰ τῷ τῆς οὐσίας λόγῳ τὴν διαφορὰν κέκτηται. Φησὶ γὰρ ὁ πάνσοφος Διονύσιος· « Ἐκάτερον ἐν ἑκατέρῳ παρὰ τὸ τῆς οὐσίας διάφορον. »
Ἐπεὶ καὶ ἐπὶ τοῦ ζωοποιοῦ σταυροῦ, οὐκ ἄν τις εἴποι τὴν σταυροειδῆ εἰκόνα ἄλλο τι παρὰ τὸ ταύτης πρωτότυπον, ἢ μόνον τῷ φυσικῷ λόγῳ διαφορουμένην· καὶ τὸ παράδειγμα ἐγγύθεν, καὶ ἡ ἀλήθεια ἀναμφίλεκτος. Οὗτος οὖν ὁ πρῶτος τρόπος τῶν εἰρημένων. Τίς ὁ δεύτερος; Αἱ τῶν ἁγίων φωναὶ, οὐ συλλογιστικῶς, ἀλλὰ γυμνῶς, ἐξεικονίζεσθαι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διαγορεύουσαι· ἃς εἰ πάσας ἐνταῦθα βουληθείημεν ἐντάξαι, ἐκβησόμεθα τοῦ μετρίου τῆς προσφωνήσεως. Ἐκ πολλῶν δὲ δύο ἢ τρεῖς, καὶ ταύτας προὐργιαιτέρας ἀναλεξάμενοι, ἐκ τῶνδε καὶ τὰς λοιπὰς πιστωσόμεθα· πληρουμένου κἀνταῦθα τοῦ γεγραμμένου· Ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Φωνὴ τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου ἐν ἱστορίᾳ τοῦ ἱερομάρτυρος Παγκρατίου ὑπομνηματιζομένη· « Ἐξένεγκον τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐντύπωσον αὐτὴν ἐν τῷ πυργίσκῳ· ἵνα ἴδωσιν οἱ λαοὶ, ποίαν μορφὴν ἔλαβεν ὁ Υἱὸς τοῦ Θεοῦ· ἵνα ἰδόντες ἐπὶ πλεῖον πιστεύσωσιν, ὁρῶντες τὸν τύπον τῆς μορφῆς, καὶ ὑπόμνησιν λαμβάνωσι τῶν εἰς αὐτοὺς παρ᾽ ἡμῶν κηρυχθέντων. » Ὡς φοβερὸς ὁ λόγος οὗτος! Μονονουχὶ καὶ ἐπιβοῶντος· Ἐξένεγκον τὴν εἰκόνα τοῦ τῇ ἀρετῇ τοὺς οὐρανοὺς καλύψαντος, καὶ ἐντύπωσον οἱονεὶ ἐν τῷ μετεώρῳ εἰς μαρτύριον ἐμφανές· ἵνα ἴδωσιν οἱ λαοὶ ποίαν μορφὴν ἔλαβεν ὁ Υἱὸς τοῦ Θεοῦ· οὐκ ἀγγέλου, οὐδὲ ἀρχαγγέλου, οὐδέ τινος ἄλλης δυνάμεως· ἀλλὰ τὴν καθ᾽ ἡμᾶς δουλικὴν μορφήν· ἵνα ἰδόντες, ἐπὶ πλεῖον πιστεύσωσιν· ὡς οὐκ ἀρκούσης τῆς διὰ λόγου ἱστορίας, ἀλλὰ δεομένης καὶ τῆς δι᾽ ὄψεως ἐνεργείας εἰς πλείονα πίστωσιν· ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς ἀνθρώπου γέγονε· καὶ ὑπόμνησιν λαμβάνωσι τῶν παρ᾽ ἡμῶν εἰς αὐτοὺς κηρυχθέντων· ὅμοιον τοῦ εἰπεῖν· Τοῦτο ὑμῖν μνημόσυνον εἰς γενεὰς γενεῶν.
Ἐπισημαίνει δὲ ἡ ἱστορία, ὅτι καὶ οἱ λοιποὶ ἀπόστολοι τὸ αὐτὸ ἐποίουν ἔν τε πόλεσι καὶ κώμαις· ἅπασαν ἱστορίαν τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διακοσμοῦντες ἀπ᾽ ἀρχῆς, ὅτε ὁ ἄγγελος τὸ, Χαῖρε, κέκραγε τῇ Παρθένῳ, μέχρις ὅτου καὶ ἀνελήφθη. Ἃς, φησὶ, καὶ φόβῳ παρήνουν τιμᾶσθαι. Ὁρᾶτε, ὦ φιλανθρωπότατοι, ὅτι ὁμοῦ τῇ ἀναστηλώσει τῶν ἱερῶν εἰκόνων, καὶ τὸ προσκυνεῖσθαι αὐτὰς φόβῳ, ὑπὸ τῶν ἀποστόλων ἀπ᾽ ἀρχῆς παραδέδοται; Τὸ γάρ τοι τιμᾶσθαι, ἰσόῤῥοπον δηλονότι τοῦ προσκυνεῖσθαι ὡμολόγηται. Φωνὴ Ἀθανασίου τοῦ πολυάθλου, ἐκ τῆς ἐν Βηρυτῷ προσφωνήσεως· « Ἄρατε τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν, καὶ ἴδετε τὸ καινὸν θέαμα τοῦτο. » Καὶ μεθ᾽ ἕτερα· « Τότε τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἱ Ἰουδαῖοι κατενέγκαντες ἔφησαν, ὅτι Καθὼς οἱ πατέρες ἡμῶν ἐνέπτυσαν αὐτῷ ποτε, οὕτως καὶ ἡμεῖς ἐμπτύσωμεν αὐτῷ. Τότε ἤρξαντο ἐμπτύειν εἰς τὸ πρόσωπον τῆς εἰκόνος τοῦ Κυρίου, καὶ ἐῤῥάπισαν αὐτὴν κατὰ πρόσωπον τῶν συνελθόντων ἔνθεν κἀκεῖθεν, ἤγουν τὴν εἰκόνα τοῦ Κυρίου, λέγοντες· Ὅσα ἐποίησαν αὐτῷ οἱ πατέρες ἡμῶν, πάντα ποιήσωμεν τῇ εἰκόνι αὐτοῦ· καὶ λέγουσιν, ὅτι Ἐνέπαιξαν αὐτῷ· καὶ ἡμεῖς τὸ αὐτὸ ποιήσωμεν. Ἐμπαιγμοῖς οὖν ἀπείροις ἐνέπαιξαν τὴν εἰκόνα τοῦ Κυρίου, ἅπερ οὐδὲ λέγειν ἡμῖν τετόλμηται. Εἶτα λέγουσιν· Ἠκούσαμεν ὅτι ἤλωσαν αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας· τοῦτο καὶ ἡμεῖς ποιήσωμεν αὐτῷ· τότε τὰς χεῖρας καὶ τοὺς πόδας τῆς τοῦ Κυρίου εἰκόνος ἔπηξαν τοῖς ἤλοις. Πάλιν λέγουσι μεμηνότες· Ἠκούσαμεν ὅτι ὄξος καὶ χολὴν ἐπότισαν αὐτὸν μετὰ σπόγγου· ποιήσωμεν αὐτῷ καὶ ἡμεῖς. Καὶ ἐποίησαν, προσθέντες τῷ στόματι τῆς εἰκόνος τοῦ Κυρίου, τὸν σπόγγον τοῦ ὅξους πεπληρωμένον. Πάλιν λέγουσι· Μεμαθήκαμεν ὅτι καλάμῳ τὴν κεφαλὴν αὐτοῦ ἔτυψαν οἱ πατέρες ἡμῶν· τὸ αὐτὸ καὶ ἡμεῖς ποιήσωμεν. Καὶ λαβόντες κάλαμον, ἔτυπτον εἰς τὴν κεφαλὴν τοῦ Δεσπότου. Τέλος λέγουσιν· Ὡς ἀκριβῶς μανθάνομεν, ὅτι λόγχῃ τὴν πλευρὰν αὐτοῦ ἔνυξαν· μηδὲν παραλείψωμεν· ἀλλὰ προσθῶμεν καὶ τοῦτο. Καὶ ποιήσαντες ἐνεχθῆναι λόγχην, ἐπέτρεψάν τινι αὐτῶν ἆραι τὴν λόγχην, καὶ κροῦσαι κατὰ τῆς πλευρᾶς τῆς εἰκόνος τοῦ Κυρίου· καὶ τούτου γενομένου εὐθέως ἀνέβλυσεν ἀπ᾽ αὐτῆς πλῆθος αἵματος καὶ ὕδατος. » Πιστὸς ὁ λόγος, ὦ σοφώτατοι· τὸ μὲν, ὅτι τὰ σημεῖα τοῖς ἀπίστοις, οὐ τοῖς πιστεύουσι· τὸ δὲ, ὡς ἂν καὶ ἡμεῖς γνοίημεν, ὅτι τῇ τῆς εἰκόνος ὕβρει ἐφύβρισται τὸ πρωτότυπον· ὡς ἔμπαλιν, τῇ τῆς εἰκόνος τιμῇ ἀποτετίμηται.
Φωνὴ τοῦ μεγάλου Βασιλείου ἐκ τοῦ ἐγκωμίου τοῦ εἰς τὸν μάρτυρα Βαρλαάμ· « Ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός· Κἀνταῦθα, ὦ γαληνότατοι, ἀσφαλὴς ὁ ὅρος τῆς εἰκονικῆς ἀναστηλώσεως. Οὐ γὰρ, ὥς τινες εἰκαιολογοῦσι, τῷ πίνακι τῆς ψυχῆς ἐγγεγράφθαι Χριστὸν εἴρηται τῷ θεοφόρῳ. Οὐδὲ γὰρ ἐγγεγραμμένον ἐν ἡμῖν, ἀλλὰ κατοικοῦντα τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ἡμῶν ἔχομεν, ὡς ὁ Ἀπόστολος βοᾷ. Ἔπειτα, ὅτι καὶ τῇ ἐπιφορᾷ τοῦ, καὶ, συνδέσμου τὰ προηγούμενα ὑπεσημήνατο, ἅτινά ἐστι τάδε· Ἀνάστητέ μοι νῦν, λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι, τὴν τοῦ στρατηγοῦ κολοβωθεῖσαν εἰκόνα ταῖς ὑμετέραις μεγαλύνατε τέχναις· ἀμαυρότερον παρ᾽ ἐμοῦ τὸν στεφανίτην γραφέντα, τοῖς τῆς ὑμετέρας σοφίας περιλάμψατε χρώμασιν. Ἀπέλθω τῇ τῶν ἀριστευμάτων τοῦ μάρτυρος παρ᾽ ὑμῶν νενικημένος γραφῇ. Χαίρω τῇ τοιαύτῃ τῆς ὑμετέρας ἰσχύος σήμερον νίκη ἡττώμενος. Ἴδω τῆς χειρὸς πρὸς τὸ πῦρ ἀκριβέστερον παρ᾽ ὑμῶν ἐγγραφομένην τὴν πάλην. Ἴδω φαιδρότερον ἐπὶ τῆς ὑμετέρας τὸν παλαιστὴν γεγραμμένον εἰκόνος. Κλαυσάτωσαν δαίμονες καὶ νῦν, ταῖς τοῦ μάρτυρος ἐν ἡμῖν ἀριστείαις πληττόμενοι· φλεγομένη πάλιν αὐτοῖς ἡ χεὶρ καὶ νικῶσα δεικνύσθω. »
Ταῦτα οὐ δήπου ἐγγεγράφθαι φαίη ἐν ἡμῖν· εἰ δὲ καὶ τοῦτο δοθείη, οὐκ ἂν πρότερον τὸν δοῦλον, εἶθ᾽ οὕτως τὸν δεσπότην παρεγγυᾶτο. Ἄλλως τε καὶ τὸ εὐθὺς ἐν τῇ ἀπαρχῇ λέγειν· Ἀνάστητέ μοι νῦν, ὦ λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι· δηλαδὴ τοὺς εἰκονουργοὺς, οὐ τοὺς λογογράφους ἐσήμανε· καθὼς καὶ ἐν τῷ ἐγκωμίῳ τῶν τεσσαράκοντα μαρτύρων, ὁ αὐτὸς τάδε φησίν· « Ἐπεὶ καὶ πολέμων ἀνδραγαθήματα, καὶ λογογράφοι πολλάκις, καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες. » Ἐπεὶ γοῦν καὶ ὁ δεύτερος τρόπος πέρας εἴληφε, τίς ὁ τρίτος; Φωνὴ τῶν μετὰ τὴν ἕκτην συνεδρευσάντων Πατέρων ἐν Κωνσταντινουπόλει. Ἐν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ Προδρόμου δεικνύμενος ἐγχαράττεται, ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος· τὸν ἀληθινὸν ἡμῖν διὰ νόμου προϋποφαίνων ἀμνὸν Χριστὸν τὸν Θεὸν ἡμῶν. Τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιὰς, ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα, τῇ Ἐκκλησίᾳ παραδεδομένους κατασπαζόμενοι, τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι. Ὡς ἂν οὖν τὸ τέλειον κἀν ταῖς χρωματουργίαις ἐν ταῖς ἀπάντων ὄψεσιν ὑπογράφηται· τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα, καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ, ἀναστηλοῦσθαι ὁρίζομεν· δι᾽ αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ Θεοῦ Λόγου κατανοοῦντες, καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας, τοῦ τε πάθους αὐτοῦ, καὶ τοῦ σωτηρίου θανάτου χειραγωγούμενοι, καὶ τῆς ἐντεῦθεν γινομένης τῷ κόσμῳ ἀπολυτρώσεως. Ἐνταῦθα ὁμοῦ τῇ Χριστοῦ εἰκόνι, καὶ τῶν ἁπάντων ἁγίων εἰκόνων λόγος πρόσεστι. Πρῶτον μὲν, ὅτι, ὡς ἤδη προεξεικονισμένου καὶ λείποντος τοῦ καὶ ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ, αὐτὸν ἀναστηλοῦσθαι ἡ διαγόρευσις. Ἔπειτα ὅτι οὐ μόνον ἀσπαστὴ ἡ τοῦδε εἰκὼν, κατὰ τὰ ἐν νόμῳ σύμβολά τε καὶ προχαράγματα ἀσπαστὰ κεκλῆσθαι· ἀλλὰ καὶ προσκυνητὴ αὐτοῦ τε καὶ παντὸς οὑτινοσοῦν ἁγίου.
Δῆλον γὰρ ὅτι τὸ σεπτὸν, καὶ προσκυνητὸν ἄν τις ὁμολογήσειεν. Ἔτι τε ὅτι πᾶσα ἡ εἰκὼν ὁμωνύμως τῷ αὐτῆς πρωτοτύπῳ κέκληται, διὰ τοῦ εἰπεῖν· « Ἀμνὸς δακτύλῳ τοῦ Προδρόμου δεικνύμενος ἐγχαράττεται. » Ὡς καὶ ὁ Νυσσαεὺς θεῖος Γρηγόριος ὧδε πού φησι· « Πρόκειται ὁ Ἰσαὰκ τῷ Πατρὶ, παρ᾽ αὐτῷ τῷ θυσιαστηρίῳ. » Φωνὴ τῶν ἐν Ἀντιοχείᾳ συνεδρευσάντων Πατέρων· « Οὐχ ὡς ἕτερον τῇ μορφῇ, ἀλλ᾽ ὡς αὐτὸν ἕνα Κύριον ἐν μιᾷ μορφῇ ὄντα· καθ᾽ ὃν καὶ χαρακτὴρ εἷς πεφυκὼς τῆς τοῦ Πατρὸς ὑποστάσεως, καὶ πρὸ σαρκὸς ἀσώματος, εἶς τε ἦν, καὶ ἐν σαρκὶ εἶς ἐστι, καὶ ἐν εἰκόνι ὁ αὐτὸς εἷς ὑπάρχει, μὴ διαιρούμενος εἰς δύο χαρακτῆρας· μήτε δὲ σχιζόμενος εἰς δύο δόξας· ἀλλ᾽ εἰς μίαν συναγόμενος. » Καὶ μεθ᾽ ἕτερα. « Ἀλλ᾽ ὥσπερ αὐτὸς εἶς ἐστιν ἐκ δύο τῶν ἐναντίων, καὶ εἰς ἓν συνάγεται πρόσωπον· οὕτω καὶ ἡ εἰκὼν αὐτοῦ μία τέ ἐστι, καὶ τοῦ αὐτοῦ ἑνὸς Χριστοῦ. Καὶ οὐχ ἕτερον χαρακτῆρα ἐροῦμεν τὸν κατὰ σάρκα ἐπιφανέντα ἡμῖν, καὶ ἕτερον τὸν κατ᾽ εἰκόνα σχηματιζόμενον χαρακτῆρα ἐν εἴδει μορφῆς αὐτοῦ· ἀλλὰ τὸν αὐτὸν ἕνα, ἐπεὶ μήτε καθὸ σῶμα ὁ χαρακτὴρ εἴρηται, ἀλλὰ καθὸ ἀσώματον. Καὶ τοῦτο μᾶλλον διὰ τοῦ θείου Χρυσοστόμου διευκρινηθήσεται, τὸν χαρακτῆρα οὐράνιον λέγοντος, ἐπείπερ καὶ ἐξ οὐρανοῦ, οὐ καθὸ σῶμα, ἀλλὰ καθὸ ἀσώματον ὁ μονογενὴς Θεὸς κατελθὼν ἐκ τῶν οὐρανῶν ἐσαρκώθη, καὶ ἐπέφανε σῶμα περιθέμενος τὸ ἡμέτερον. » Καὶ μετ᾽ ὀλίγα· « Οὐκοῦν ἐπεὶ κατὰ ἀναφορὰν αὐτὸν δείκνυσι τὸν χαρακτῆρα αὐτὸν Χριστὸν προσκυνοῦμεν, καὶ οὐ τὴν ὕλην τεχνικῶς σχηματιζομένην ἐν τῇ εἰκόνι. » Δεῦρο τρανοτέρα ἡ δογματικὴ διασάφησις· πρῶτον μὲν, ὅτι μία μορφὴ ἐπ᾽ ἀμφοῖν, τοῦ τε Χριστοῦ καὶ τῆς εἰκόνος· ἔπειτα, ὅτι ὁ αὐτὸς ὁ χαρακτὴρ τῆς τοῦ Πατρὸς ὑποστάσεως, ἐν εἰκόνι τῷ εἴδει τῆς μορφῆς αὐτοῦ, ἐκφαινόμενός τέ ἐστιν ὁμοῦ καὶ προσκυνούμενος ἀσχίστῳ δόξῃ. Λειπόμενός ἐστιν ὁ τέταρτος τρόπος τῆς ἀρχαίας θεσμοθεσίας. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, ὦ φιλανθρωπότατε, καὶ ἴδε τὴν ὑπ᾽ οὐρανὸν, ἐξ αὐτοῦ τοῦ ἀποστολικοῦ κηρύγματος, πανταχοῦ γῆς τε καὶ θαλάσσης, δι᾽ ἱερῶν ναῶν, θείων τε σκευῶν, καὶ σεπτῶν ἀναθημάτων, τὸν Χριστὸν ἐξεικονισμένον φέρουσαν, καὶ αὐτοῖς ἔργοις φωνὴν ἀφιεῖσαν, ὅτι Χριστὸς βεβασίλευκε τῶν ἐπὶ γῆς, κατὰ τὸ ἀδόμενον Δαβιτικῶς Αἴτησαι παρ᾽ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς· καὶ, Ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ· κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον. Καὶ ὅτι πάντα ὀλβίου φωτὸς πεπλήρωται, ἐληλυθότος τοῦ εἰπόντος· Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα. Οἷα γὰρ τὰ ὁρώμενα; ὧδε μὲν ἐν σπηλαίῳ τικτόμενος, καὶ ὑπ᾽ ἀγγέλων δοξαζόμενος· δεῦρο δὲ ἐπ᾽ ὡλενῶν ὑπὸ τῆς Μητρὸς βασταζόμενος, καὶ ὑπὸ μάγων προσκυνούμενος. Εἶτα ἐν μειρακίοις, ὁπηνίκα μέσος τῶν διδασκάλων ὦπται καθήμενος. Ἔπειτα βαπτιζόμενος ὑπὸ τοῦ Προδρόμου· εἶτα θαυματουργῶν σὺν ἀποστόλοις· ἐπὶ τὸν σταυρὸν ἀνιὼν, ἀποπνέων, θαπτόμενος, ἀνιστάμενος, εἰς οὐρανοὺς ἀνερχόμενος. Τούτοις οὖν πᾶσιν εἰκονικῶς ἐνατενίζοντες, ὡς τηνικαῦτα αὐτοπτικῶς οἱ ἀπόστολοι, εἴποιμεν ἂν εἰκότως καὶ ἡμεῖς· Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. Αὕτη οὖν ἐστιν ἡ ἐξ αἰῶνος κηρυττομένη πίστις· ταύτην ἡσπάσαντο αἱ ἅγιαι σύνοδοι, καὶ ταύτῃ σύμψηφοι τυγχάνουσι πᾶσαι αἱ πανταχοῦ κατὰ τόπον Ἐκκλησίαι, ἔν τε Ἀνατολῇ καὶ Δύσει, Βορρᾷ τε καὶ θαλάσσῃ· ἣν καὶ ἡμεῖς οἱ ἐλάχιστοι ἀσπαζόμενοι, εὐχόμεθα καὶ ὑπερευχόμεθα ὀφειλομένως τῆς θεοφιλοῦς ὑμῶν βασιλείας.