Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 200: To Peter of Nicaea
Σ΄. — Πέτρῳ Νικαίας.
Ἤκουσε πάντως ἡ ἱερά σου ἀκοὴ τὸ περὶ τὸν μακάριον καὶ κοινὸν Πατέρα ἡμῶν μητροπολίτην Συνάδων πάθος· καὶ ὠδύρατό σου ἡ ἁγία ψυχὴ ἐπ᾽ αὐτῷ τὰ εἰκότα· ἐπεὶ καὶ ἔτι τοῦ στεναγμοῦ οὐκ ἀποπαύσοι· οὐδὲ τῆς οἱονεὶ ἐκ τῆς διχοτομίας γενομένης ἀλγηδόνος ἀπολήξειεν. Ἀλλὰ δεῦρο, καὶ παρ᾽ ἡμῶν, ὦ τριπόθητε, διδάχθητι ἐναργέστερον· ὡς ἂν καὶ ἡμεῖς τὸ ὀφειλόμενον χρέος τίσωμεν· καὶ αὐτὸς ἰστορικώτερον ἐπιγνοὺς τὰ κατ᾽ αὐτὸν, ῥᾳστώνην τινὰ Ὢ, ὢ! ἐξηγορίας. Ἡ, ὥ ἱ πῶς ἀδακρυτὶ ἐνέγκοιμεν τὸ ὀδυρτικὸν ἀπάγγελμα; ὑγιαίνων ἦν ὁ Πατὴρ, τὰ συνήθη ἐνεργῶν τῆς ἀνυποκρίτου αὐτοῦ ἀγάπης, καὶ πρὸς τοὺς ἀδελφοὺς καὶ Πατέρας δεξιώσεως. Τίς γὰρ ὁ πλέον ἐκείνου φιλοξενίαν ἀσπαζόμενος, καὶ θεραπεύων φιλουμένους; ὃν οὐχὶ ἡ ἐπάλληλος τῶν ἐπιφοιτώντων παρουσία καὶ ἐπιμονὴ ἐδάμαζεν· ὅσον ἠνία μᾶλλον ἡ σπάνις τούτων, καὶ ταχεῖα παλινοδία. Καὶ τί δεῖ πρὸς σὲ τὸν εὖ εἰδότα ὑποδειγματίζειν τὸ λεγόμενον; Ἦν οὖν, ὡς εἴρηται, ἐν τούτοις. Ἐπεὶ δὲ παρῆν ἡ ἡμέρα τῆς μετὰ τὴν Πεντηκοστὴν δευτέρας ἑορτάσιμος, ἀναστὰς ἀπὸ τῆς ἐστιάσεως, ἐλήφθη πόνοις καταῤῥοίας ἀπὸ τῆς κεφαλῆς γενομένης ἐπὶ τὸν σπόνδυλον καὶ τοὺς τόπους τῶν μεταφρένων. Ἐφ᾽ ᾧ κινηθέντες οἱ ταπεινοὶ, εὕρομεν αὐτὸν κάμνοντα τῷ ὄντι, καὶ διασαφοῦντα τὰς αἰτίας τῆς συμπτώσεως. Εἶτα ἐπειδὴ ὑπεστρέψαμεν οἶκοι· αὖθις τῇ ἑξῆς παραγενόμενοι, εὕρομεν αὐτὸν ἔτι βαλλόμενον σφοδροτέραις ἀλγηδόσι, καὶ διακαεῖ πυρετῷ· μόλις δυνηθέντα ἡμῖν ἠρέμα προσφθέγξασθαι· καὶ τὴν ἀπόγνωσιν τοῦ ζῇν ἐν σαρκὶ αἰνιττόμενον. Τί τὸ ἑξῆς; τῇ τρίτῃ ἡμέρᾳ καὶ δεσμὸς τῆς γλώττης πάμπαν, καὶ οὐ μετ᾽ οὐ πολὺ ὁ πικρὸς θάνατος. Ἀλλ᾽ ἡμῖν μὲν, διὰ τὴν στέρησιν τοῦ ἁγίου ἀνδρὸς, τὸ πικρὸν εἰρήσθω· ἐκείνῳ δὲ καὶ πάνυ γλυκὺ, διὰ τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· οὗ τί ἂν εἴη μακαριώτερον; Ἔκειτο οὖν ὁ μακαρίτης (καλὸν γὰρ καὶ τοῦτο ὑπογράψαι, ὥσπερ τι ξένον θέαμα), αἰδέσιμος τῇ ὄψει, ἀγγελοειδὴς τῷ σχήματι· τῆς ἐνδημησάσης πρὸς Κύριον ψυχῆς ὥσπερ τινὰς ἡλιοειδεῖς χαρακτῆρας ἐναπομαξαμένης τῷ ἱερῷ σώματι, μεθ᾽ οὗ καὶ ἐφ᾽ ᾧ λελάτρευκε τῇ ἁγίᾳ Τριάδι. Ἡθροίσθη ἐξαπίνης ὅμιλος, ὁμοῦ μὲν μοναστῶν, ὁμοῦ δὲ καὶ μιγάδων, πολὺς ὅτι μάλιστα· περιεκέχυτο εἰς αὐτὸ ὡς ἱερὸν κειμήλιον ἀποβλέπων, ἢ μᾶλλον οἰκειότερον εἰπεῖν, ὡς ἔμπνουν καὶ φωνεῖν δυνάμενον. Ἐχεῖτο δάκρυα τῶν μὲν αἰδημόνων ἀψοφητὶ, τῶν δὲ θεραπευτῶν ἐκραγέστερον. Οὕτως οὖν σὺν ψαλμωδίαις ταῖς καθηκούσαις καὶ ἐπικλήσεσιν ἱεραρχικαῖς παρεδόθη τῷ τάφῳ, καθ᾽ ὃν τόπον εἰώθει ὁ μακάριος λειτουργεῖν Κυρίῳ· καίγε προσετέθη ὁ Πατὴρ τοῖς Πατράσιν, ὁ ὁμολογητὴς τοῖς ὁμολογηταῖς, ὁ διδάσκαλος τοῖς διδασκάλοις, ὁ ὑποφήτης τοῖς ὑποφήταις· προσθείημεν δ᾽ ἂν καὶ ταῦτα· ὁ ἐγκρατὴς τοῖς ἐγκρατέσιν, ὁ ἁγνὸς τοῖς φιλάγνοις, ὁ φιλόξενος τοῖς φιλοξένοις, ὁ μέτριος τοῖς μετριόφροσιν· ὁ πάντα τοῖς πᾶσιν εὖ γεγονὼς, καθ᾽ ὅσον οἷόν τε, ἵνα τοὺς πάντας, ἢ τοὺς πλείονας κερδήσῃ· ἀποστολικοῖς κατορθώμασιν ἐπερειδόμενος. Καὶ νῦν ἡμεῖς μὲν οἱ ταπεινοὶ ὀρφανικῶς ἀποδυρόμενοι τὸν ὡς ἀληθῶς καὶ φιλοπάτορα καὶ φιλάδελφον· ἡ δὲ κατ᾽ αὐτὸν Ἐκκλησία, εἶτ᾽ οὖν τὸ μικρὸν ποίμνιον, ἠπορημένον λίαν, καὶ ἀνακαλούμενον τὸν ποιμένα καὶ Πατέρα, οἷα εἰκὸς νεοττοὺς...