Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 21: To the Brethren Held in Various Prisons

ΚΑ΄. — Θεόδωρος τοῖς διὰ Κύριον ἐν διαφόροις φυλακαῖς τηρουμένοις ἀδελφοῖς ἀγαπητοῖς χαίρειν.

Τί τὰ παρόντα; χαρὰ καὶ ἀγαλλίασις· ὅτι ἐν τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις ἐναθλεῖν ἠξιώμεθα· ὅτι φυλακαῖς τε καὶ θλίψεσι διὰ τὸν λόγον τοῦ Θεοῦ παρεδόθημεν· ὅτι πληγαῖς τε καὶ ὕβρεσι διὰ Χριστὸν τὸν ὑπὲρ ἡμῶν μαστιχθέντα καὶ ὀνειδιοθέντα· ἔπειτα καὶ σταυρωθέντα ὑπεβλήθημεν. Τίς οὐκ αἰνέσειε; τίς οὐ δοξάσειεν; Ἀνατολὴ ἤδεται, Δύσις εὐφραίνεται· πᾶσα Ἐκκλησία τῆς τετραπεράτου κτίσεως ἀγάλλεται. Καὶ τί λέγω τὸν περίγειον κόσμον; Ὁ οὐρανὸς αὐτὸς θυμηδίας πεπλήρωται· ὅτι οὐ μόνον ὁ κορυφαῖος τῶν καθ᾽ ἡμᾶς ἱεραρχῶν, ἱεράρχαι τε καὶ ἱερεῖς, καθηγεμόνες τε καὶ φοιτηταὶ, ἀλλὰ καὶ μονάζουσαι σὺν προεστώσαις, εἵλοντο τὰ τῆς μαρτυρίας σκάμματα. Ἐῷ λέγειν τοὺς ἐν ἐρημίαις καὶ ὅρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς, ἐκ φυγαδείας θλιβομένους, ὑστερουμένους, κακουχουμένους διὰ τὸν ὑπὲρ Χριστοῦ διωγμόν. Εἰκότως οὖν, ἀδελφοί μου ἠγαπημένοι καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, χαίρω καὶ συγχαίρω ὑμῖν· τὸ δ᾽ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. Παύλου μὲν τοῦ μακαρίου αἱ φωναί· τῷ καιρῷ δὲ πρέπουσαι· Ἐπειδὴ εἰς ἡμετέραν νουθεσίαν πάντα γέγραπται· καὶ μιμητὰς αὐτοῦ ἐκλιπαρεῖ γίνεσθαι ἡμᾶς. Πρῶτον μὲν ἐκεῖνο ἀληθὲς εἰπεῖν· ὅτι οὐχ ὅσον προαιροῦνται καὶ βούλονται οἱ κακοῦντες ἡμᾶς, ταῖς θλίψεσι καὶ περιστάσεσι παραδιδόμεθα. Οὕτω γὰρ ἂν ἀνύποιστος ἦν ἡ πεῖρα· καθὰ καὶ ἡ παρὰ τῶν δαιμόνων ἀοράτως ἡμῖν προσβάλλουσα· ἀλλὰ καθόσον παραχωρεῖ ὁ ἀγωνοθετῶν καὶ συναθλῶν ἡμῖν Χριστὸς, μέτρῳ καὶ σταθμῷ τῆς ἑκάστου δυνάμεως, ἐν κρίσει δικαίᾳ τοὺς ἀγῶνας ἐπαφεὶς, ἢ εἰς ἔκτισιν ἁμαρτιῶν· εἰ καὶ αὐθαιρέτως ἤκομεν πρὸς τὸ πάσχειν· ἢ ἐπὶ στεφάνων ἀθλοφορικῶν ἀμοιβὴν ἐκ δόξης εἰς δόξαν προερχομένοις. Μὴ γὰρ ὡς Πέτρος ἢ Παῦλος σὺν τοῖς ὁμοταγέσιν, ἢ Γεώργιος καὶ Θεόδωρος σὺν τοῖς ὁμοκλεέσιν, ἢ Θέκλα καὶ Φεβρωνία σὺν ταῖς ὁμοδόξοις, βεβασανίσμεθα· οἷς πολὺ ἀγαπήσασιν ἀναλόγως περιέσσευσε καὶ τὰ Χριστοῦ παθήματα δεδωρημένα. Οἷς δὲ τὸ τῆς ἀγαπήσεως ὀλίγον, ἐνδεέστερον καὶ τὸ πάσχειν· ὥστε λυπεῖσθαι καὶ δυσφορεῖν, ὅτι μὴ πολλὰ πανθάνομεν· οὐκ ἀλλοιοῦσθαι δεῖν καὶ ἀποκάμνειν ἐν οἷς μετρίως ἐσμὲν τιμωρούμενοι.

Εἰ δὲ ἐκπέσοιμεν· ὅπερ ἀπείη καὶ ἐννοεῖν· οὐ παρὰ τὴν θεόκριτον ἐπαφήν· παρὰ δὲ τὴν τοῦ καταμαλακισθέντος ἀτονίαν, καὶ ἀκαρδίαν, καὶ ἀθεῖαν. Ὁ μὲν γὰρ δέδωκε τὸ ἰσχύειν κατὰ τοῦ πονηροῦ κράτους· νικηφόρον βουλόμενος τὸν ἀγωνιστὴν ἔσεσθαι· ὁ δὲ ὀλιγωρίᾳ ῥίψας τὰ τῆς ὑπομονῆς ὅπλα ὥλετο. Μάρτυς τοῦ λόγου ὁ κράζων· Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε· ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν· τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. Ὧδε ἡ ὑπομονὴ, ἀδελφοί· ὧδε οἱ θεόπλοκοι στέφανοι τῆς εὐπιστίας. Μὴ οὖν ἐπαισχυνθῶμεν τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν· μηδὲ ἀπολειφθῶμεν Θαδδαίου τοῦ νεολέκτου μάρτυρος, καὶ τῶν συνομολογησάντων, καὶ συνεκδημησάντων ὀπίσω αὐτοῦ· ὧν ἴστε δὴ τὰ ὀνόματα. Αἵματι μαρτύρων ἠρδεύθη καὶ νῦν ἡ Ἐκκλησία τοῦ Θεοῦ· ἐπεὶ καὶ ἀρδεύεται διὰ τῶν ἔτι ἀθλούντων καὶ πολυτρόπως ἐκπιεζομένων ταῖς θλίψεσιν. Αἷμα κενοῖ ὁ καθειργμένος, ὁ μεμονωμένος, ὁ στενοχωρούμενος, ὁ ἀφηρπασμένος ἐκ παντὸς προσώπου, ὁ ὑστερούμενος τῶν κατὰ χρείαν, ὁ πεινῶν, ὁ διψῶν, ὁ μὴ τὴν τοῦ ἡλίου ἀκτῖνα δεχόμενος, καθημέραν ἀποθνήσκων, ὡς βοᾷ Παῦλος, καὶ ὅλην τὴν ἡμέραν θανατούμενος, ὡς ἄδει Δαβίδ. Ἀλλ᾽ εἰ ἀποθάνωμεν, καὶ συζήσομεν Χριστῷ· εἰ ὑπομείνωμεν, καὶ συμβασιλεύσομεν αὐτῷ. Ἐν τοῖς ἄνω χρόνοις ἐξελέξατο ἡ χάρις οὖς ἐξελέξατο εἰς τὸ Χριστοῦ μαρτύριον. Κατὰ γενεὰν καὶ γενεὰν ἀνίσχουσι μάρτυρες. Ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα· Χριστὸς ἔφησεν· ἵνα οἱ ἐκλεκτοὶ λάμψωσιν ἡλιοειδῶς· καὶ τὰ ζιζάνια φανερὰ γένηται νυκτοειδῶς.

Γενοίμεθα, ὦ ἀδελφοὶ, ἐν τῇ γενεᾷ ταύτῃ τῇ σκολιᾷ καὶ διεστραμμένῃ, ὡς φωστῆρες αὐγάζοντες ἐν σκοτομήνῃ τῆς αἱρέσεως· καθὰ ἡμᾶς ἐξελέξατο Χριστὸς εἰς καύχημα αὐτοῦ εἰς κλέος ὀρθοδοξίας. Ὡς ἡμῖν οἱ ἀνέκαθεν, οὕτως ἡμεῖς τοῖς μετέπειτα στηριγμὸς καὶ ὑπογραμμὸς ὑποδειχθείημεν· καὶ εἰς ἡμέραν Χριστοῦ εὑρεθείημεν χορεύοντες. Καίτοιγε τῶν προσεχῶν ἡμεῖς μᾶλλον φανερώτερον τὸ μαρτύριον ἔχομεν. Οὐδὲ γὰρ περὶ τῶν ἐν Χριστῷ φύσεων ἢ θελημάτων, καὶ ὅσα πρὸς τούτοις ἀμφισβητούμενα· ὧν ἡ διαμάρτησις κατὰ τὰ νοήματα οὖσα, οὐδὲν αἰσθητῶς παρεῖχε τὴν ἀπόδειξιν· νῦν δὲ σὺν τοῖς νοήμασι καὶ κατ᾽ ὀφθαλμοὺς τὸ ἀμφισβητούμενον, ἤτοι ἀσεβούμενον. Τὸν γὰρ Χριστὸν οἱ ἀντικείμενοι, οὐ μόνον οὐκ εἰκονίζεσθαι λέγουσί τε καὶ λοξονοοῦσι σὺν τῇ Θεοτόκῳ καὶ οὑτινοσοῦν τῶν ἁγίων· ἀλλὰ καὶ ἐγγεγραμμένους ἐξαφανίζουσι· πλάνην καὶ ὄλεθρον ψυχῶν τοὺς θείους χαρακτῆρας δογματίζοντες. Ὢ τῆς Ἰουδαϊκῆς καὶ Ἐλληνικῆς ἀντιπεπονθότος ἀσεβείας! Οὐδὲν οὖν ἄρα τὸ καθόλου· ἢ παρὰ τὸ τῆς οὐσίας διάφορον, ἡ ἐξαλλαγὴ ἐν ᾧ ὁ λόγος. Φὴ ὁ Ἰουδαῖος ἤτοι ὁ Ἕλλην τῷ Χριστιανῷ· Ἅρνησαι τὸν Χριστὸν, τὴν Μαρίαν. Τοῦτο καὶ ὁ Εἰκονομάχος. Ἡ γὰρ εἰκὼν Χριστοῦ, ὥσπερ καὶ τῆς Θεοτόκου, ὁμωνύμως Χριστὸς καὶ Θεοτόκος λέγεται. Ὥστε λέγων τὴν εἰκόνα ἀρνεῖσθαι· τὸν οὕτινος ἡ εἰκὼν, ἐκεῖνον διαῤῥήδην ἐξαρνεῖσθαι ἀπαιτοίη. Μὴ γὰρ ἐμοῦ τοῦ οὐδαμινοῦ ὁ λόγος. Ἄκουε τί φησι τῷ Μωσεῖ ὁ τῶν ὅλων Θεός· Ποίησον Χερουβίμ. Καί τοι εἰκόνα Χερουβὶμ ποιῆσαι προστέταχεν. Οὐ γάρ τοι φύσιν Χερουβικὴν φρονῶν τις παραστῆσαι αὐτὸν φαῖεν ἄν. Καὶ αὖθις· Ποίησον ὄφιν χαλκοῦν· καὶ μὴν κἀνταῦθα εἰκόνα ὄφεως ποιεῖν προστάσσει. Ἀλλ᾽ αὕτη ἡ φύσις πρωτοτύπου καὶ παραγώγου· τὸ παραχθὲν εἴτ᾽ οὖν τὸ εἰκονισθὲν τοῦ ἀρχετύπου τῷ ὀνόματι καλεῖσθαι, καὶ τῇ θατέρου ἀναιρέσει θάτερον ἀναιρεῖσθαι, ὡς τῶν ἅμα ὄντων. Ἦν ἄγγελος, διὰ τοῦτο καὶ εἰκὼν ἀγγέλου· ἦν ὄφις, διὰ τοῦτο καὶ εἰκὼν ὄφεως· καὶ οὑτινοσοῦν ἄλλου τῶν ὄντων. Καὶ καλοῦνται πῆ μὲν εἰκόνες ὥνπερ καὶ εἰσί· πῆ δὲ, διὰ τὴν σχέσιν, ὡς αὐτὰ τὰ ἀρχέτυπα ὀνομαζόμενα, καὶ οὐκ εἰκόνες αὐτῶν.

Οὕτω φησὶ καὶ ὁ ἱερὸς Ἀπόστολος· Ὑπεράνω δὲ αὐτῆς Χερουβίμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· τῷ ὀνόματι τῶν πρωτοτύπων χρησάμενος ἐπὶ τῶν εἰκόνων. Ἄκουε καὶ τοῦ μεγάλου Βασιλείου· « Ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός. » Μὴ γὰρ εἶπεν· Ἐγγραφέσθω ἡ εἰκὼν τοῦ τῶν παλαισμάτων ἀγωνοθέτου Χριστοῦ· ἀλλὰ, Χριστός. Ἄκουε καὶ Γρηγορίου τοῦ Νυσσέως· « Πρόκειται ὁ Ἰσαάκ. » τὴν εἰκόνα τοῦ Ἰσαὰκ, Ἰσαὰκ ὀνομάσαντος. Ἄκουε τοῦ Χρυσοστόμου· « Εἶδον ἄγγελον ἐν εἰκόνι· » Μὴ γὰρ ἀγγέλου εἰκόνα ἔφη ἐν εἰκόνι ἰδεῖν, ἀλλ᾽ ἄγγελον. Ἐν γὰρ τῇ εἰκόνι τὸ ἀρχέτυπον ἐκφαίνεται· ὡς καὶ ἐν τῷ τύπῳ τοῦ σταυροῦ ὁ ζωοποιὸς σταυρός· καθὰ καὶ ἀχώριστόν ἐστι θάτερον θατέρου τῇ προσκυνήσει· διὰ τοῦτο καὶ τὴν κλῆσιν τοῦ πρωτοτύπου ἔχει τὸ εἰκόνισμα. Σταυρὸς γὰρ ὁ τύπος τοῦ σταυροῦ κέκληται. Οὕτω καὶ ἐπὶ βασιλέως, καὶ παντὸς ἀνθρώπου, καὶ παντὸς εἴδους, ἀληθὲς ἡμῖν λέγειν, ὅτι βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκὼν, φησὶν ὁ θεῖος Βασίλειος· καὶ Πέτρος ἡ Πέτρου εἰκών· καὶ Παῦλος ἡ Παύλου εἰκών. Εἴπω τι καὶ ὑψηλότερον, καὶ Θεὸς ὁ ἄνθρωπος, ὡς Θεοῦ εἰκών. Τοιγαροῦν καθάπερ Βασίλειος ἔφη, καὶ Χριστὸς ἡ Χριστοῦ εἰκών· εἶπε γὰρ, καὶ αὖθις λέγω· Ἐγγραφέσθω τῷ πίνακι, οὐχ ἡ εἰκὼν Χριστοῦ· ἀλλὰ, Χριστός. Εἰ δὲ οὐκ ἀνέχονται οἱ δύσερις, πρῶτα μὲν ἀθετοῦσι τὰς θείας φωνάς· ἔπειτα ἐντεῦθεν μὴ ἄνθρωπον γενέσθαι τὸν Χριστὸν ἔργῳ, κἂν λόγῳ οὖ, δογματίζουσιν. Εἰ γὰρ ἄνθρωπος, καὶ εἰκονίζεται δηλονότι· ἀνθρώπου γὰρ τὸ εἰκονίζεσθαι πρῶτον ἰδίωμα· εἰ δὲ οὐκ εἰκονίζεται· οὐκ ἄνθρωπος, ἀλλὰ ἄσαρκος· καὶ οὔπω ἧκε Χριστός· ὡς οἱ Ἰουδαῖοι φενακίζονται. Διὰ τοῦτο καὶ τὴν Θεοτόκον εἰκονιζομένην ἐξορίζουσι, καὶ πάντα ἅγιον, ὡς οὐ Μητέρα Θεοῦ, οὐδὲ θεράποντας ὄντας Χριστοῦ.

Καὶ βοᾷ ὁ χρυσοῤῥήμων· Τῶν λόγων σου τὰ ἔργα ἐμοὶ πιστότερα. Συνῆκται οὖν ἐξ ἀληθείας Ἰουδαίζειν τοὺς Εἰκονομάχους· καὶ ὁ πανθάνων ὑπ᾽ αὐτῶν· διὰ Χριστὸν καὶ ὑπὲρ Χριστοῦ πάσχων· διὰ τὴν Θεοτόκον καὶ ὑπὲρ τῆς Θεοτόκου· διὰ πάντα ἅγιον καὶ ὑπὲρ πάντων ἁγίων· μάρτυς ἀπαράγραπτος, καὶ ὁμολογητὴς Χριστοῦ, ὁ ἐναθλῶν καὶ ἐνιστάμενος. Καὶ οὐδεὶς ἀντερήσει λόγος. Οἱ Μακκαβαῖοι μάρτυρες, μὴ κρεῶν ὑείων ἀνασχόμενοι παρανόμως γεύσασθαι. Ὁ Πρόδρομος μάρτυς ὑπὲρ ἐλεγμοῦ ἀληθείας· καὶ ἄλλος ὑπὲρ τοῦ μὴ καταβαλέσθαι ὀβολὸν εἰς οἰκοδομὴν εἰδωλείου· καὶ ἕτερος δι᾽ ἕτερον ἔνταλμα. Τί γὰρ δεῖ τὰ πολλὰ λέγειν; καὶ ἐνταῦθα προδήλως ὁ διὰ Χριστὸν ἐναθλῶν οὐ μάρτυς, ὥς φασί τινες τῶν δυστήνων; μάρτυς ἀληθὴς, μηδ᾽ ὁτιοῦν ἐνδέων τῶν ἐφ᾽ Ἐλλήνων ἢ Ἰουδαίων μαρτυρησάντων· Καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. Ὅλως οὖν, εἰ ὁ τὸν τύπον τοῦ σταυροῦ ἀθετῶν, εἰς Χριστὸν ἀναφέρει τὴν ἀθέτησιν· πολλῷ μᾶλλον ὁ τὴν εἰκόνα Χριστοῦ ἀρνούμενος, εἰς Χριστὸν ἀναπέμπει τὴν ἄρνησιν. Οὕτως καὶ ὁ ἐφ᾽ ἑκατέρᾳ μαρτυρῶν, μάρτυς ἀληθέστατος· καὶ μᾶλλον ἐν τῇ εἰκόνι· ὅτι ὁ μὲν σημεῖον· ὁ δὲ μορφὴ Χριστοῦ. Παρακαλῶ, ἀδελφοί μου ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, πρῶτον μνήμην μου ποιεῖσθαι τοῦ ταπεινοῦ· οἷς λέγω, ἔργῳ ἀποδειχθῆναί με εὐχόμενοι· μηδαμῶς ὑποχαυνούμενον ἔκ τε τῶν ἀοράτων καὶ ὁρωμένων προσβολῶν· ἔπειτα προσέχειν ἑαυτοῖς καὶ τῇ ἐνισταμένῃ ἀθλήσει. Ἀλλὰ μὴ τοῖς λογισμοῖς ἐμπυρίζεσθαι διὰ πτωχείαν συνέσεως ἐν τῇ τῶν πραγμάτων δείξει ὑπὸ τῆς προνοίας διοικουμένων βαθέως, καὶ ὡς οὐκ ἐφικτὸν ἀνθρώπου διανοίᾳ· μηδὲ ὃ ψάλλετε πάθοιτε. Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες· παρ᾽ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου· ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, τὸ καὶ τὸ θεωρῶν. Ἀλλὰ μᾶλλον ἀκούειν τοῦ Κυρίου λέγοντος· Ὑπόμεινόν με εἰς ἡμέραν ἀναστάσεώς μου. Καὶ ὅτι Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

· Contents ·