Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 201: To Philotheus the Founder

ΣΑ΄. — Φιλοθέῳ κτήτορι.

..... οὗ ὁ ἔπαινος διὰ πάσης τῆς Μακεδονίας, παρά τε μοναζόντων καὶ λαϊκῶν εὐσεβῶν, ἐπὶ γλώσσης φερόντων τὴν καλλονὴν καὶ ἀρετὴν τῆς εὐσεβείας σου. Ἀλλ᾽ ἔτι δῴη σοι Κύριος ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμετάδοτον εἶναι, κοινωνικὸν, ἀποθησαυρίζοντα ἑαυτῷ θεμέλιον καλὸν εἰς τὸ μέλλον· ὡς ἂν ἐπιτεύξῃ τῆς αἰωνίου ζωῆς. Ὦ φιλόθεε κράτιστε, τὴν παρακαταθήκην τῆς πίστεως ἀκριβῶς κάτεχε, ἀεὶ λαμπρυνόμενος ταῖς θεουργοῖς πράξεσι. Καὶ περὶ τούτων μὲν ἅλις. Ἐπειδὴ δὲ καὶ αὖθις περὶ τοῦ πρεσβυτέρου ὁ λόγος, ἐξαιτούσης τῆς τιμιότητός σου τὴν λύσιν τοῦ ἱερουργεῖν αὐτόν· εἰ μὲν ἀνθρώπινον ἦν τὸ ζητούμενον, εὖ ἂν εἶχεν· ἐχωροῦμεν γὰρ πρὸς πᾶσάν σου ὑπακοὴν, φιλοῦντές σε θεραπεύειν τὸν πολλοστὸν θεραπευτὴν ἡμῶν. Ἐπεὶ δὲ περὶ τοῦ Θεοῦ τὸ κινούμενον· καὶ τῆς τῶν θείων κανόνων ὁροθεσίας ἡ παράβασις· σύγγνωθι, ἀδελφὲ φίλτατε· οὐχ οἷοι τέ ἐσμεν κατά τε Θεοῦ καὶ ἱερῶν κανόνων ἀποῖσαι κρίσιν· μάλιστα ὅτι ἐν αὐτῷ τούτῳ τῷ παρομοίῳ κεφαλαίῳ ἐν τοῖς προλαβοῦσι χρόνοις πᾶσαν τὴν ζωὴν ἡμῶν ἐθέμεθα· χωρῆσαι πρὸς κινδύνους, καὶ ἐξορίας, καὶ θανάτους, ἤπερ συνθέσθαι τῇ ἀνομίᾳ, καὶ λύσει τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ. Οὔτε οὖν μοιχοζεύκτης παρ᾽ ἡμῶν, οὔτε διγαμοζεύκτης, λέλυται τῆς ἱερουργίας. Εἰ γὰρ ὁ ἱερὸς κανὼν οὐκ ἀνέχεται εἰς διγαμοῦντος γάμον ἐστιαθῆναι τὸν πρεσβύτερον· πολλῷ γε μᾶλλον ἀπείργει τοῦτον τοῦ στεφανῶσαι.

Εἰ δὲ ἄλλοι ἄλλως κρίνουσιν, ὄψονται ἐφ᾽ οἷς πράττουσιν. Ἡμεῖς γὰρ, φησὶ, καὶ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ τοιαύτην συνήθειαν οὐκ ἔχομεν. Ὥστε εἰδὼς τὸ ἐπικίνδυνον κρῖμα, μὴ παραβιάζου τὴν ταπείνωσιν ἡμῶν. Εἰ γὰρ ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας καθ᾽ ἑκάστην ἡμέραν εἰς κινδύνους παρατετάγμεθα, πῶς κατὰ τῆς ἀληθείας ἑτεροτρόπως κινηθησόμεθα; οὐκ ἔχει φύσιν, ὦ δέσποτα, παρὰ τὰ θειωδῶς κεκριμένα τοῖς κανόσι, δρᾶσαί τι ἢ εἰπεῖν. Πιστεύομεν δὲ ὅτι καὶ αὐτὸς ἓν ζητῶν τὸ θέλημα, καὶ τὸ σωτηριῶδες τῆς ψυχῆς σου, συμφήσειας ἡμῖν ἐπὶ τοῖς λελεγμένοις· καὶ προσεύξῃ μᾶλλον ἐπερείδεσθαι ἡμᾶς τῷ θείῳ νόμῳ, καὶ μὴ προΐεσθαι τὸ οἱονοῦν ἐπὶ παραβάσει ἐντολῆς Θεοῦ καὶ κανόνος.

· Contents ·