Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 202: To Mary the Spatharia

ΣΒ΄. — Μαρίᾳ σπαθαρίᾳ.

Ἡ τιμιότης σου γνωρίζει ὅτι ἡ Ἐκκλησία φυγαδευτήριόν ἐστι σωτηρίας· καὶ ὥσπερ εἰς χεῖρας Θεοῦ ὁ πρόσφυξ ἀποτρέχει περιστατηθεὶς ὑπὸ ἀναγκῶν. Οὔτε οὖν ἐν τῇ Παλαιᾷ Διαθήκῃ ἐξὸν ἦν τῶν εἰς τὴν πόλιν τῶν φυγαδευτηρίων ἀποσεσωσμένων ἀφαρπάζειν τινά· οὐ πολλῷ μᾶλλον ἐν τῇ Νέᾳ θεμιτὸν ἀποσπᾶν τῆς ἐκκλησίας τοὺς καταφεύγοντας. Καθύβρισις γάρ ἐστι τοῦτο τῶν θείων νόμων, καὶ τοῦ θείου θυσιαστηρίου. Ὥστε σκοπησάτω σου ἡ εὐσέβεια, ἡλίκον τὸ τόλμημα. Τίς δὲ ἡ θεραπεία; Πρῶτον μὲν τὸ θέσθαι ἑαυτῇ ὅρον, μηκέτι τολμᾶν τοῦτο πρᾶξαι, κἂν τὰ ἄνω κάτω γένηται. Ἔπειτα Τεσσαρακοστὴν ὅλην ἀπέχεσθαι τῶν ἁγιασμάτων, γονυκλινοῦσα καθεκάστην δεκάκις, καὶ πεντηκοντάκις λέγουσα· Κύριε, συγχώρησόν μοι τὴν ἁμαρτίαν· Κύριε, ἱλάσθητί μοι τῇ ἁμαρτωλῷ. Ὁμοίως καί· Κύριε, ἐλέησόν με δωρεάν. Τρεῖς τε ψαλμοὺς στιχολογεῖν· ἐξαιρέτως τὸν ϛ΄, τὸν λζ΄, καὶ τὸν ν΄, καὶ εἶθ᾽ οὕτως ὁ Θεὸς συγχωρήσει σοι, κυρία, τὴν ἁμαρτίαν. Εἰ δὲ καὶ πάρεστι δύναμις, τεσσαράκοντα ἀργύρια δοῦναι πτωχοῖς.

· Contents ·