Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 203: To Abbess Irene
ΣΓ΄. — Εἰρήνῃ ἡγουμένῃ.
Μακρὰν ἀπὸ τῶν ἐγκωμίων σου οἱ τρόποι καὶ οἱ λόγοι τῆς πολιτείας μου, τιμιωτάτη γυναικῶν. Ἀλλ᾽ εἴωθε ψυχὴ πιστὴ καὶ ζητοῦσα τὸν Κύριον, ἐπαίνους ἀνάπτειν τοῖς ἀγεράστοις, ὡς ἂν ἐντεῦθεν ἐρανίσοιτο τὸ τῆς ταπεινοφροσύνης κλέος. Τοιαύτη οὖν ὑπεδείχθης ἡμῖν, ἀδελφὴ ἐν Κυρίῳ. Ἐπεὶ καὶ ἡμεῖς γινώσκοντες τὰ καθ᾽ ἑαυτοὺς, οὐδὲ τῶν νῦν ἐσχάτων ἰσοστατεῖν κρίνομεν ἑαυτούς· μὴ ὅτι γε ὕψει τηλικούτῳ παρενείρειν, καθὰ γέγραφας. Ἀλλ᾽ ὧδε μὲν ταῦτα κείσθω. Ἐπὶ δὲ τῇ τοῦ πρεσβυτέρου ὑποθέσει μετακτέον τὸν λόγον. Οὐτίπου ἡμεῖς, ὦ ἀμμὰς, νῦν μὲν τοῦτο λέγομεν, αὔριον δὲ ἕτερον· ἀλλ᾽ ὁ αὐτὸς λόγος ἐν ἡμῖν ἐστιν ἀεί. Τί τοῦτο; τὸν ἁλόντα πρεσβύτερον τῇ κοινωνίᾳ τῶν αἱρετικῶν, εἴγε μάλιστα καὶ ὑπογραφῇ, μὴ ἐξεῖναι ἱερουργεῖν, ἕως καιροῦ ὀρθοδόξου συνόδου, ἐφ᾽ ᾗ τὰ τοιαῦτα καὶ θεωρηθήσεται καὶ διακριθήσεται· ἢ μόνον τὸ κατὰ περίστασιν βαπτίζειν, ἐκκομίζειν νεκρὸν, διδόναι σχῆμα μοναχῷ, ἁγιάζειν τῶν Θεοφανίων τὸ ὕδωρ, εὐαγγελίζεσθαι κατ᾽ ἄρθρον, καὶ μεταδιδόναι τῶν ἁγιασμάτων ἤδη θεουργηθέντων ὑπὸ σεσωσμένου πρεσβυτέρου. Καὶ ταῦτα, ὡς εἶπον, ἐξ ἀνάγκης. Ἐπεὶ εὑρισκομένου τοῦ μὴ ἐμπαρέντος τῇ κοινωνίᾳ ἱερέως, οὐδὲ τὰ προειρημένα πράσσειν ἐξόν.
Ὁ μὲν οὖν ἡμέτερος λόγος τοιοῦτος. Εἰ δὲ ἄλλοι ἄλλως ἢ φρονοῦσιν ἢ κρίνουσιν, εἴτε ἰσοστάτιοι, εἴτε ὑπερβάθμιοι· ἐπειδήπερ οὐχ ὅρος ἐξ[εν]ήνεκται ἀπὸ τοῦ ἀρχιερέως, ἐφ᾽ ᾧ ἀναγκαῖον ἦν στέργειν πάντας· τῆς ἐξουσίας εἰσὶ κύριοι, καὶ ἡμεῖς γε σιωπὴν ἕξομεν. Παρακαλοῦμεν δὲ τὴν τιμιότητά σου, ὡς ἐπὶ τῇ ἀγαθῇ πολιτείᾳ, οὕτως καὶ ἐπὶ τῇ ὀρθοδοξίᾳ ἀκρίβειαν ἕλκειν· ἀκούουσαν τοῦ Ἀποστόλου λέγοντος· Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Οἴδας γὰρ ὅτι οὐ μικρὸς ἀνεῤῥιπίσθη διωγμὸς ἐν τῇ λυσσώσῃ μέχρι τοῦ παρόντος αἱρέσει· ἀλλὰ καὶ αἵματα ἐκενώθησαν, καὶ σάρκες κατεξάνθησαν, καὶ μάρτυρες ἀπετελέσθησαν. Ὅσα δὲ τὰ ἐν φυλακαῖς καὶ εἰρκταῖς κακωτικὰ, τί δεῖ καὶ λέγειν; τὰς ἐξορίας, τὰς ἐπαγωγὰς, τὰς ἀρπαγὰς, τὰς σιδηρώσεις, τὰς λιμαγχονήσεις, τὰς μονώσεις, τὰ ἄλλα πάντα, ὧν οὐ μικρᾶς ἐστιν ἱστορίας ἔργον. Εἰ τοίνυν ταῦτα οὕτως, καὶ δεῖν τὸν πρεσβύτερον ἰσοπαθῶς διεξελθεῖν, κομιούμενον τὸν ἀμαράντινον τῆς δόξης στέφανον; τοὐναντίον, ἐπειδὴ ἑάλω τῇ κοινωνίᾳ καὶ τῇ ὑπογραφῇ τῇ κατὰ Χριστοῦ, τῆς τε μητρὸς αὐτοῦ καὶ πάντων τῶν ἁγίων· τοῦτο γὰρ διὰ τῶν οἰκείων εἰκόνων ἡ ἐπὶ τῶν πρωτοτύπων ἀναφορά· πῶς οὐ μέγα ἡγεῖται καὶ τὸ ὅλως ζῇν, καὶ τὸ ὅλως συγκεχωρῆσθαι αὐτῷ τὸ ἀνόμημα· φεύγων ἐφάπτεσθαι καὶ τῶν προειρημένων κατὰ φιλανθρωπίαν· μὴ ὅτι γε καὶ ἐξ ὁλοκλήρου λελύσθαι αὐτὸν ἱερουργεῖν; Οὐκοῦν ἕωλα τὰ πάντα, καὶ εἰκῆ τὰ μαρτύρια, καὶ μάτην αἱ ἀθλητικαὶ ἐνστάσεις· ἀλλὰ μὴ γένοιτο. Καὶ ὁ μάρτυς, μάρτυς ἐν τῇδε τῇ ὁμολογίᾳ· καὶ ὁ ἠρνημένος, ἔκπτωτος ἐν τῇδε τῇ ἐξαρνήσει· καὶ δεῖν προσκλαίειν μέχρι θανάτου πάντα τὸν ἁλόντα· εἴγε ἐμοὶ πείθοιτο καλῷ συμβούλῳ.