Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 204: To the Augusta Theodosia and Her Son Basil
ΣΔ΄. — Θεοδοσίᾳ Αὐγούστῃ καὶ Βασιλείῳ υἱῷ αὐτῆς.
Ἐκ διαφόρων ἀξιοπίστων προσώπων, καίγε πρὸ τῶν ἄλλων παρά τε τοῦ θεοφιλεστάτου ἐπισκόπου Ἡσαΐου, καὶ τοῦ τιμιωτάτου καθηγουμένου τοῦ Μηδικίου, ὁσίων Πατέρων ἡμῶν ἐκδιδαχθέντες τὰ καθ᾽ ὑμᾶς, ὅτι εὐδοκίᾳ τοῦ ὑπεραγάθου Θεοῦ ἡμῶν μεμετεστοιχειώθητε εἰς τὸν τῆς εὐσεβείας καὶ ὀρθοδοξίας τρόπον καὶ λόγον· χαίρειν φράσαντες τῇ πάλαι κακοδοξίᾳ, ὡς οὐκ ἠργμένῃ θεόθεν, ἀλλ᾽ ἐκ τῆς ἐναντίας μερίδος. Καθὸ καὶ ὥρμηται πατρόθεν ἐξ εὐσεβοῦς ῥίζης ἡ σὴ θεοσέβεια. Ὁμολογητέον γὰρ ὅτι τοιοῦτος ὁ ἀνὴρ ἐκεῖνος· Θεῷ τε πεφιλημένος καὶ πάσῃ καλοκαγαθίᾳ κατηγλαϊσμένος· ηὐχαριστήσαμεν τῷ Κυρίῳ, ὃς οὐκ εἴασεν ὑμᾶς ἐν τῷ ζόφῳ τῆς αἱρέσεως διαμεῖναι· ἀλλ᾽ ἔπλησε τὰς ψυχὰς ὑμῶν ὀλβίου φωτὸς εἰς τὸ ἐπιγνῶναι, ὅτι Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ ἐν τῷ καθ᾽ ἡμᾶς εἴδει γεγονὼς διὰ σπλάγχνα οἰκτιρμῶν, εἰς τὸ ἀνασώσασθαι τὸ ἑαυτοῦ ἐκπεπτωκὸς εἰς φθορὰν πλάσμα, ὁμοίως ἡμῖν ἐξεικονίζεται· ὡς ἂν μηδὲν λείποιεν αὐτῷ τῶν ἀνθρωπίνων ἰδιωμάτων· μένων ὡς Θεὸς ὁ αὐτὸς ἀπερίγραπτος· ὡς καὶ τὰ πατρῷα ἰδιώματα ἅπαντα ὑφ᾽ ἑνὶ προσώπῳ κεκτημένος· καθὸ καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων πέφηνε, τῇ μεσότητι τοῖς ἄκροις κοινωνῶν· καὶ δι᾽ ἑαυτοῦ κοινωνοὺς ἡμᾶς θείας φύσεως ἀπεργασάμενος. Ὡς γὰρ οὐκ ἐνδέχεται Θεὸν αὐτὸν ὄντα, καὶ ἴσον τῷ Πατρὶ, μὴ οὐχὶ ἔξω περιγραφῆς εἶναι· ἄπειρον γὰρ τὸ θεῖον καὶ ἀόριστον καὶ ἀπερίληπτον· τὸν αὐτὸν δὴ τρόπον ἀνεγχώρητόν ἐστιν ἄνθρωπον αὐτὸν ἀληθῶς ὄντα, καὶ ὅμοιον ἡμῖν κατὰ πάντα γεγονότα, μὴ οὐχὶ περιγραφῆς εἴσω μένειν· περιγραπτὸν γὰρ αὐτοῦ τὸ σῶμα, ἀφῇ καὶ χροιᾷ ψηλαφώμενον. Ὅπερ οὐχ ὁμολογοῦντες οἱ Εἰκονομάχοι, ἀρνησίχριστοι ἀριδήλως καθεστήκασι, τὸν ἐνσώματον ἀσώματον ὑπολαμβάνοντες· καὶ τὸν μεθ᾽ ἡμῶν γεγονότα ἔξω τῆς καθ᾽ ἡμᾶς φύσεως δογματίζοντες. Ἐντεῦθεν ἐδονήθη ὁ κόσμος· ἠρνήθη Χριστὸς διὰ τῆς σεπτῆς αὐτοῦ εἰκόνος· ἤ τε Θεοτόκος, καὶ πᾶς τις τῶν ἁγίων. Τῇ γὰρ παραδοχῇ τῆς εἰκόνος παραδέδεκται ὁ εἰκονιζόμενος· ὡς καὶ ἔμπαλιν τῇ ἀθετήσει ἠθέτηται. Ἐντεῦθεν διωγμὸς ἀναβρασσόμενος, καὶ πατριάρχης θεσπέσιος ἐκσκορακιζόμενος, ἱερεῖς τε καὶ ἱεράρχαι, μονασταί τε καὶ μιγάδες ἐνθεώτατοι, οἱ μὲν ἐξοριζόμενοι καὶ φυλακιζόμενοι· ἕτεροι δὲ μαστιγούμενοι, καὶ λιμοκτονούμενοι· ἔνιοι δὲ καὶ ἀποκτεινόμενοι. Ἐντεῦθεν ἐν ὅρεσι φυγαδευόμενοι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, οἱ μηδὲν τῶν τῇδε προκρίνοντες Θεοῦ. Ἐντεῦθεν ναοὶ κατασκαπτόμενοι, καὶ ἅγια βεβηλούμενα, καὶ θεῖα ἀναθήματα πυρὶ παραδιδόμενα, καὶ κραυγῆς τὰ πάντα καὶ λεηλασίας πλήρη, ὡς ἐν συντόμῳ εἰπεῖν.
Τοιαῦτα τὰ τῆς ἀσεβείας ἐγχειρήματα· ὡς ἂν ἐκ τοῦ καρποῦ τὸ δένδρον γινώσκηται. Ἐπειδὴ δὲ ὑμᾶς, ὡς προείρηται, ἡ θεία χάρις ἠγκαλίσατο διὰ τῆς καλῆς ὁμολογίας ἧς ὡμολογήσατε τοῖς Πατράσιν· ὑπὲρ ἧς καὶ μέχρις αἵματος προθυμεῖσθε ἀντικαθίστασθαι· καὶ ἡμεῖς οἱ ταπεινοὶ ταύτῃ δὴ τῇ ὁμολογητικῇ πεποιθήσει, σέ τε τὴν κυρίαν δέσποιναν, τόν τε κύριον καὶ δεσπότην, σὺν τοῖς λοιποῖς εὐκλεέσι κλάδοις καὶ εἰσδεδέγμεθα, καὶ συνεισκρίνομεν τῷ μέρει τῆς ὀρθοδοξίας· μᾶλλον δὲ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ· καὶ ἤκοντας ὑμᾶς πρὸς τὴν ταπείνωσιν ἡμῶν προσκυνοῦμεν, καὶ συγκοινωνοῦμεν ὑμῖν· εὐχαριστήρια τῷ ἀγαθῷ Θεῷ ἀναπέμποντες τῷ ποιοῦντι μεγάλα καὶ ἀνεξιχνίαστα, ὧν οὐκ ἔστιν ἀριθμός· τῷ ἐκ σκότους εἰς φῶς ἄγοντι, καὶ ἐξ ὁδοῦ πλάνης εἰς τρίβον εὐσεβείας μεταφέροντι πάντα τὸν ἐξ ἀληθινῆς καρδίας ἐφιέμενον σώζεσθαι. Ταῦτα μὲν οὖτως. Ἐπειδὴ δὲ ἀπεδόθη ὑμῖν παρὰ τοῦ μεγάλου βασιλέως ἡ νῆσος τῆς Χαλκίτου εἰς κατοικητήριον διαίτης, οὐ μικρῶς ἐλύπησεν, οὐχ ἡμᾶς μόνον, ἀλλὰ καὶ πολλοὺς τῶν Πατέρων, ὅτι ἀδελφότης ὅλη σὺν καθηγουμένῳ τῆς πάλαι οἰκείας μονῆς ἐξεώθη· καὶ νῦν ὧδε κἀκεῖσε περιφέρεται· καὶ ὅτι ὥφθημεν ἀνοίγοντες γλώσσας ἐπὶ προτέραις δυσφημίαις. Ὅμως ἐπειδὴ ἀπελογήσασθε διὰ τοῦ πνευματικοῦ ἡμῶν υἱοῦ Κλήμεντος, τοῦ εὐλαβεστάτου ἡγουμένου, οὕτως καὶ οὕτως ὑπάρξαι τὴν ὑπόθεσιν ἐκ βασιλικῆς ἐξουσίας ἀπελύθημεν τῆς λύπης. Τοῦτο δὲ παρακαλοῦμεν, ὅσον ἐνδέχεται ἐκβιάσασθαι ὑμᾶς θεραπεῦσαι τὸ ἄλγος τῶν ἐξιόντων· ἐπειδὴ γέγραπται· Μὴ δῷς ἀνθρώπῳ τόπον καταρᾶσθαί σε. Καί· Ἵνα τί, φησὶν, ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;