Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 205: To Cassia the Candidatissa
ΣΕ΄. — Κασσίᾳ κανδιδατίσσῃ.
Χρονία ἡ ἐπιστολὴ τῆς τιμιότητός σου, καὶ αὔτη ἐγκλητική· καὶ πῆ μὲν ὑποταπεινουμένη· πῆ δὲ κατεξανισταμένη τῆς οὐθενότητος ἡμῶν· ὡς ἁπλῶς καὶ ἀνεξετάστως προσιεμένων τὰς κατὰ σοῦ διαβολάς· οὐ μὴν ἀλλὰ καὶ ἀκρίτως ἐκφερόντων φωνὰς, καὶ ταύτας ἐν τοῖς μάλιστα ἀναγκαίοις. Ἡμεῖς δὲ τοῖς τοιούτοις κατεθισθέντες χαίρειν λέγειν, ἐκεῖνα δηλοῦμεν, ὅτι οὕτως ἀκούομεν τὰ θρυλλούμενα ὡς παιδίας τινάς· καὶ οὕτως λαλοῦμεν οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν· εἰ καὶ ἄλλως ἁμαρτωλοὶ τυγχάνομεν. Εἰ γὰρ Βαλαὰμ ὁ οἰωνοσκόπος οὐ παρὰ τὸ βούλημα τοῦ Θεοῦ ἠνέσχετο ἀποκριθῆναι τῷ Βαλὰκ βασιλεῖ τῶν ἀλλοφύλων· πῶς ἡμεῖς οἱ ἐν βαθμῷ ἱερωσύνης κείμενοι, καὶ λόγον ὑφέξοντες ἐν ἡμέρᾳ κρίσεως ἀνθ᾽ ὧν ἐρωτώμενοι ἀποκρινούμεθα δυνατὸν παρατετραμμένως φθέγγεσθαι τοῦ δέοντος;
Οὕτως οὖν ἀπεκρίθημεν τοῖς ἐρωτήσασιν· οὐκ αὐτοὶ ἀφ᾽ ἑαυτῶν ἐπιτετροφότες τοῦτο κἀκεῖνο γενέσθαι, ὡς αὐτὴ προήχθης εἰπεῖν. Καὶ τί βούλει; πρὸς τὸ ἀρέσκον ἑκάστῳ ἐμπορικῶς ἡμᾶς ἀποκρίνεσθαι; ἢ ὀρθοτομοῦντας τὸν λόγον τῆς ἀληθείας; Μὴ τοίνυν μήτε αὐτὴ πλήττου εἰς ἡμᾶς τοὺς ταπεινοὺς ἀκαίρως, μήτε ἡ κυρία ἡ ἀδελφὴ, μήτ᾽ ἄλλος ὁ προαιρούμενος σκώπτειν καὶ διασύρειν ἡμᾶς. Ἀλλὰ γίνωσκε ὅτι καὶ τὸν ἀείμνηστον Στρατηγὸν οὐκ ἐχθρωδῶς ἔχομεν, ἀλλὰ καὶ μάλα ἀσπασίως· ὥσπερ καὶ τὴν ὁμόζυγα αὐτοῦ. Λυπούμεθα δὲ καὶ ἀνατεγκαλοῦμεν εἰκότως· ὅτι ὑμεῖς αἱ καὶ γνώσει διαφέρουσαι, καὶ εὐλαβείας ἀντιποιούμεναι οὐκ ἀληθινῇ ἀγάπῃ ἤχθητε ἐν τέλει πρὸς αὐτόν. Ἐπεὶ ἔδει πρὸ πάντων καὶ ὑπὲρ πάντα, τὸ σωτηριῶδες τῆς ψυχῆς αὐτοῦ, εἰς τὸ μετασχεῖν τῶν ἁγιασμάτων, ἀγωνίσασθαι· τὰ ἄλλα πάντα σκύβαλα ἡγούμεναι· ὥστ᾽ ἂν εὑρεθῇ ἐν τῇ ὀρθοδόξῳ κοινωνίᾳ· ἐπειδὴ γέγραπται· Ὅπου ἂν εὕρω σε, ἐκεῖ σε κρινῶ. Ἡμεῖς μὲν οὕτως φρονοῦμεν καὶ λέγομεν. Εἰ δὲ ἄλλως, αὐτοὶ κύριοι τῆς οἰκείας φωνῆς· καὶ ἡμεῖς γε σιωπῶμεν. Οἶδε Κύριος τοὺς ὄντας αὐτοῦ· καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου· καθὰ γέγραπται.