Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 206: To Hypacoe the Nun

ΣϚ΄. — Ὑπακοῇ μοναζούσῃ.

Οἱ τὸν μονήρη βίον ἐπανῃρημένοι, καὶ τῷ κόσμῳ ἐντεῦθεν ἐσταυρωμένοι, ὡς ἤδη ἀνώτεροι γενόμενοι τῶν σαρκικῶν σχέσεων καὶ συμβάσεων, οὐ πεφύκασι κατακάμπεσθαι ἐν ταῖς συμβατικαῖς τῶν συγγενῶν περιστάσεσιν, οὐδὲ λυπεῖσθαι ἐν ταῖς τούτων ἀποβιώσεσιν. Ἀλλ᾽ ἐπειδὴ εὑρίσκομεν, καὶ ἐπ᾽ αὐτῶν τῶν ἁγίων κεκάμφθαι ἐν τῷ τῶν συναίμων πάθει, καὶ δάκρυον ἀποστάζειν θερμὸν ἐν ταῖς τούτων ἀποβιώσεσιν· οὐ ξένον τι κρίνομεν καὶ ἡμεῖς τὰ αὐτὰ πεπονθέναι, καὶ μάλιστα ἐπὶ ἀδελφῷ, καὶ ἀδελφῷ κατά τε φρόνησιν καὶ περιφάνειαν καλλίστῳ, καὶ οἷον ἐν τάξει πατρὸς ἐπέχοντι τῆς καθ᾽ ὑμᾶς φροντίδος τὸν λόγον. Δεινὸν ὄντως τὸ πάθος, ἀδελφὴ ἐν Κυρίῳ, καὶ ἥψατο ὑμῶν τῆς καρδίας ἡ πληγὴ καθάπερ ὑπὸ μαχαίρας τεμνούσης. Τί τοῦτο; ἐκκαλυπτέον γὰρ τὸ πρόσωπον. Ὁ κύριος ὁ ἀδελφὸς, ὡς φασὶ, κεκοίμηται. Ὤχετο ἀνὴρ ἀγαθὸς, ἐσβέσθη ὁ ὀφθαλμὸς τοῦ γένους, ἀπέπτη τὸ παραμύθιον ὑμῶν· ὀρφανοὶ μὲν οἱ παῖδες οὓς ἤνεγκεν· ὀρφανὴ δὲ καὶ αὐτὴ σὺν ταῖς ἀδελφαῖς, οὐκ ἔχουσα ποῦ ἐρείσῃς τὴν χεῖρα ὀκλάζουσαν, ἢ ποῦ ἀποβλέψοις περιστατουμένη. Ἀλλ᾽ ἵνα τί ἐπὶ πλεῖον ἐλεεινολογοῦμεν τὸ πάθος; πρὸς θεοφιλῆ ἡμῖν ὁ λόγος, πρὸς συνετὴν, πρὸς ἐχέφρονα, πρὸς πολύπειρον, πρὸς ἔμπλεων τῇ θείᾳ γνώσει, δυναμένην καὶ ἄλλους σωφρονίζειν τῷ καθ᾽ ἑαυτῆς ὑποδείγματι. Ἔκβαλε ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας σου τὸν πνευματικὸν πλοῦτον, τὰ φάρμακα τῆς παραμυθίας, ἐπαρκοῦσα σαυτῇ τε καὶ ταῖς ἀδελφαῖς. Ἴσμεν γὰρ ὅτι κἀκείνων ἥψατο ἐξ ἴσου ἡ λύπη· ἐπεὶ καὶ τῆς κυρίας ἡγουμένης· ἀλλὰ γὰρ καὶ ὅλου τοῦ γένους, προσθείην δ᾽ ἂν καὶ αὐτῆς τῆς συγκλήτου. Τίς ἐπ᾽ αὐτῷ μὴ ἐπιστενάξειε; τίς δὲ μὴ καταγάγοι δάκρυα; οὗπερ καὶ ἡμῶν τῶν ταπεινῶν καίπερ οὕτω φιλοσοφούντων, ἥψατο ἡ λύπη. Ἀλλ᾽ ἐπειδὴ ἀπεβλέψαμεν ὅτι οὐδεὶς εἰς γέννησιν ἐλθὼν μὴ οὐχὶ καὶ ἐκδημήσειε τῶν ἐνθένδε· καὶ τοῦτο ἀπὸ τοῦ προπάτορος ἡμῶν Ἀδὰμ μέχρι τοῦ δεῦρο· οὐδὲν ξένον ἡγησάμεθα ἐπὶ τῷ συμβεβηκότι· ξένον δ᾽ ἂν εἶεν, εἴπερ ἡ θεοσύνθετός σου καρδία ἐνέγκοι εὐχαρίστως, ὑποτύπωσις γενομένη σὺν τῇ κυρίᾳ καθηγουμένῃ, ταῖς τε ἀδελφαῖς, καὶ πάσῃ τῇ συγγενείᾳ.

Διάθου κατὰ τὸ εἰωθός σοι εὐψυχῶς πάντα, μεγαλοβούλως καθ᾽ ὅσον ἐνδέχεται ἐπικουροῦσα καὶ τὴν οἰκίαν τοῦ ἀδελφοῦ, εἰς τὸ μὴ ἐρήμην καταδραμεῖν τοὺς ἐφεδρεύοντας, ἐν ταῖς περιστάσεσι τῶν ἀνθρώπων. Φρόντισον οὖν ὅσον δυνατὸν, καὶ τῆς τιμίας ψυχῆς τοῦ ἀγαθοῦ ἀνδρὸς ἐκείνου· ὅτι καὶ μετὰ θάνατον βοηθοῦνται παρὰ τῶν ζώντων οἱ ἐκδεδημηκότες. Καὶ ἁπλῶς τὰ πάντα ἐν πᾶσιν οἴδαμέν σε εὖ διατίθεσθαι, καὶ στρατηγεῖν τὸν λογισμὸν μᾶλλον, ἢ στρατηγεῖσθαι ὑπὸ τῆς ἀθυμίας καὶ μοχθηρίας. Εἰς αὐτὸ γὰρ τοῦτο καὶ τὸν ἀδελφὸν Ἀθανάσιον ἀπεστάλκαμεν, ἐπιδεικνύντες τὸ περιπαθὲς ἡμῶν πρὸς τὸν ἄνδρα, καὶ πρὸς τὴν ὑμετέραν τιμιότητα ἐπικαμπτικόν· ὃν εὐχόμεθα τάχιον ἀποδέξασθαι ἀγαθὸν ἄγγελον τῆς εὐχαρίστου ὑμῶν ὑπομονῆς γιγνόμενον.

· Contents ·