Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 207: To Olbianus the Patrician

ΣΖ΄. — Ὁλβιανῷ πατρικίῳ.

Γεώργιος ὁ θεοφιλὴς ἀνὴρ καὶ περίδοξος νοτάριος προσηγορίαν ἡμῖν κεκομικὼς παρὰ τῆς πανευφήμου καὶ διαβοήτου ὑμῶν ὑπεροχῆς, ἀπήτησε τὸν ἀντασπασμὸν ἐγγράμματον ἡμᾶς ποιήσασθαι, ὡς τοῦτο κελευούσης τῆς μακαριότητος ὑμῶν. Ἡμεῖς δὲ ἑαυτοὺς πεπεικότες ὑπείκειν ἐν τοῖς φιλικοῖς καθήκουσι, χαράττομεν τήνδε τὴν ἐπιστολήν· πρῶτον μὲν προσαγορεύοντες τὰ εἰκότα οἱ εὐτελεῖς, αὐτὸ τοῦτο ἀποδεχόμενοι καὶ ὑπεραποδεχόμενοι, ὅτι γλίχεται τῆς φωνῆς ἡμῶν ἀκοῦσαι οἰκτρῶν ὄντων καὶ ἁμαρτωλῶν. Καὶ γὰρ εὐσεβείας δεῖγμα τοῦτο οὐ τὸ τυχὸν, ὅτι ὁ ὑψηλὸς τῇ ὑπεροχῇ πρὸς τὴν τῶν ταπεινῶν φωνὴν ἐπικάμπτεται, καὶ μάλιστα ἐν τῷ παρόντι καιρῷ, ὁπότε ἀποτροπάδην οἱ πολλοὶ, καὶ τοὺς ἄγαν φίλους ἔχουσι, μὴ ὅτιγε καὶ τοὺς ἀφανεστέρους· ἔπειτα ὑπομιμνήσκοντες μεθ᾽ ὑποστολῆς ἄρχειν, καὶ διέπειν τὸ ὑπήκοον θεοπρεπῶς.

Εἰ γὰρ πᾶσα ἀρχὴ καὶ ἐξουσία ἀπὸ Θεοῦ ἐστι τεταγμένη, ἀποστολικῶς εἰπεῖν, δηλονότι ὁ ἄρχων καὶ ὁ ἐξουσιάζων θεοτελῶς ὀφείλει διεξάγειν τὸν ὑπὸ χεῖρα λαόν· τοῦτο μὲν ἐν ἀδεκάστοις κρίμασι τῶν ἐν ταῖς διαδικασίαις ἀμφισβητουμένων· τοῦτο δὲ καὶ ἐνευμενεῖ καὶ εἰρηνικῷ προσώπῳ ὀπτάνεσθαι τοὺς προσιόντας, καὶ διδόναι τῇ εὐπροσίτῳ παραδοχῇ θάρσος φθέγγεσθαι τὸ παριστάμενον. Πτωχὸς γὰρ, φησὶν, οὐχ ὑφίσταται ἀπειλήν. Εἶτα καὶ περὶ τὸ πτωχὸν μέρος καὶ τεταπεινωμένον ἐπικάμπτεσθαι, καὶ παιδεύειν μὲν ὁπηνίκα ἡ χρεία ἀναγκάζει· παιδεύειν δὲ μὴ ἐν θυμῷ, ἀλλὰ σκοπῷ διορθώσεως ἀταράχως· μηδὲ ἐν πολλαῖς μάστιξι· τὸ γὰρ ἀπηνὲς ἄφιλον Θεῷ· ἀλλ᾽ ἐγκεκριμένως, καὶ ὅσον τὸ ἀπαίδευτον ἀναστεῖλαι, καὶ τὸ διορθωτικὸν περιποιήσασθαι· οἷα πατὴρ παιδὶ, καὶ ὡς ἰατρὸς τῷ κάμνοντι. Καὶ μακάριος ὁ οὕτως δημαγωγῶν καὶ στρατηγῶν. Ἐπειδὴ καὶ Μωσῆς ὁ θεράπων τοῦ Θεοῦ ἀρχικὸς, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ στρατηγὸς, καὶ πολλοὺς ἔστι φάναι, ὅσοι οὐ μόνον ἐν βασιλεῦσιν, ἀλλὰ καὶ κριταῖς καὶ ἄρχουσι, καὶ πρὸ νόμου, καὶ ἐν νόμῳ, καὶ μετὰ τὴν χάριν ἀρχαΐζοντες καὶ πρωταρχοῦντες, εὐηρέστησαν τῷ Κυρίῳ σὺν εὐσεβείᾳ ἀναστρεφόμενοι. Ταύτῃ δὴ οὖν καὶ σὲ τὸν πανεύφημον καὶ ἐπιπόθητον ἡμῶν Δεσπότην φιλοῦμεν καὶ αἰτοῦμεν διέπειν· καὶ τούτοις δὴ τοῖς σεσωσμένοις καὶ ἀξιαγάστοις ἐναρίθμιον γενέσθαι. Καὶ μή τοι δέξῃ τὴν ὑπόμνησιν ἡμῶν ὡς αὐθαδιασμὸν, ἀλλ᾽ ὡς ἀγαπητικὸν τρόπον· ἐπειδὴ φιλοῦμέν σε φιλοῦντα τὸν Θεὸν, καὶ φίλου δεῖγμα, τὰ ἐπωφελῆ φθέγγεσθαι τῷ φιλουμένῳ· ὅπερ δέδειχε τὸ εὐτελὲς ἡμῶν γράμμα. Ἀξιώσειε δὲ ἡμᾶς ὁ ἀγαθὸς Θεὸς ἡμῶν καὶ εἰς τὴν κατ᾽ ὀφθαλμοὺς ὁμιλίαν ὀψέ ποτε ἐλθεῖν, καὶ ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν· ἵνα ὅσα ὁ λόγος τῆς ἀκοῆς οὐ παρίστησι, ταῦτα ἡ αὐτοπτικὴ ἱστορία ὑποδείξασα ἐνεργεστέρους ἡμᾶς καταστήσειε τῆς φιλικῆς ἀνακράσεως· ἐπειδήπερ ἐξεδιδάχθημεν παρὰ τοῦ χρηστοῦ γραμματηφόρου, οὐκ ὀλίγων κατορθωμάτων κεχαρακτηρίσθαι τὴν εὐσέβειαν ὑμῶν· ἣν καὶ διασώσειεν ὁ Κύριος ὡς κόρην ὀφθαλμοῦ, ὑπερθέουσαν πάσης βλαπτικῆς ἐπηρείας, καὶ σώσειεν εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον.

· Contents ·